Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
eis to pipi
Evagrius Ponticuspipi 1 · pg-scrape-grcMore by Evagrius Ponticus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/evagrius-ponticus" aria-label="More works by Evagrius Ponticus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
eis to pipi Εὐαγρίου εἰς τὸ πιπι. Διὰ τὴν ἑβραϊκὴν ἐπὶ τοῦ κυρίου παρασημείωσιν ταῦτα λεκτέον. δέκα ὀνόμασι παρ' Ἑβραίοις ὀνομάζεται ὁ θεός. ὧν ἓν μὲν Ἀδωναῒ λέγεται, ὅ ἐστιν κύριος, ἕτερον δὲ Ἰά, ὃ αὐτὸ ἐν τῷ ἑλληνικῷ εἰς τὸ κύριος μετελήφθη. ἕτερον δέ τι παρὰ ταῦτά ἐστι, τὸ τετραγράμματον, ἀνεκφώνητον ὂν παρ' Ἑβραίοις, ὃ καταχρηστικῶς παρὰ μὲν αὐτοῖς Ἀδωναῒ καλεῖται, παρὰ δὲ ἡμῖν κύριος. τοῦτο δὲ φασὶν ἐπὶ τῷ πετάλῳ τῷ χρυσῷ τῷ ἐπὶ τοῦ μετώπου τοῦ ἀρχιερέως γεγράφθαι κατὰ τὸ ἐν τῷ νόμῳ εἰρημένον «ἐκτύπωμα σφραγῖδος ἁγίασμα κυρίῳ πιπι». τὰ δὲ λοιπὰ ὀνόματά ἐστιν ταῦτα· Ἤλ, Ἐλωείμ, Ἀδών, Σαβαώθ, Σαδδαΐ, Αἰϊὲ ἐσεριὲ καὶ τὰ προγεγραμμένα τρία, ὧν ἐστὶν τὸ τετραγράμματον, τούτοις γραφόμενον τοῖς στοιχείοις ἰὼθ ἣ οὐαὺ ἣ. πιπι ὁ θεός. Τὸ ἐπὶ τοῦ κυρίου ταττόμενον ἀνεκφώνητον ὄνομα διὰ τεσσάρων γράφεται στοιχείων, διὰ τοῦ ἰώθ, διὰ τοῦ ἣ, διὰ τοῦ οὐὰβ καὶ διὰ τοῦ ἤθ. τούτων μέσον παρεντεθὲν μετὰ τὰ πρῶτα δύο παρ' Ἑβραίοις στοιχεῖον καλούμενον σέν, ὅ ἐστιν ὀδόντες, ὡς εἶναι τὸν εἱρμὸν τῶν πέντε γραμμάτων οὕτως· ἀρχὴ αὕτη, ὀδόντες ἐν αὐτῇ ὁ ζῶν. ἑρμηνεύεται τὰ τέσσαρα στοιχεῖα, τὸ ἰὼθ ἀρχή, καὶ διὰ τοῦ ἣ αὕτη, καὶ διὰ τοῦ οὐὰβ καὶ διὰ τοῦ ἤθ. τούτων μέσον παρεντεθὲν μετὰ τὰ πρῶτα δύο παρ' Ἑβραίοις στοιχεῖον καλούμενον σέν, ὅ ἐστιν ὀδόντες, ὡς εἶναι τὸν εἱρμὸν τῶν πέντε γραμμάτων οὕτως· ἀρχὴ αὕτη, ὀδόντες ἐν αὐτῇ ὁ ζῶν. ἑρμηνεύεται τὰ τέσσαρα στοιχεῖα, τὸ ἰὼθ ἀρχή, καὶ διὰ τοῦ ἣ αὕτη, καὶ διὰ τοῦ οὐαὺ ἐν αὐτῇ καὶ διὰ τοῦ ἢθ ὁ ζῶν.

Intertext edge

Open linked passage

Note