Expositio in Proverbia Salomonis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/evagrius-ponticus" aria-label="More works by Evagrius Ponticus">
—
⋯
Original / primary: Pg Scrape Grc
101.1
Ὁ ἐγκρύπτων χεῖρας αὐτοῦ εἰς τὸν κόλπον ἀδίκως, οὐδὲ τῷ στόματι αὐτοῦ οὐ μὴ προσαγάγῃ αὐτάς: Ο μὴ ὀρθῶς βιοὺς κρύπτει ἐν τῇ ψυχῇ αὐτοῦ τὰς χεῖρας ἀδίκως, τὴν ἑαυτοῦ γῆν ἐργάσασθαι μὴ βουλόμενος μηδ' ἐμπλησθῆναι ἄρτων· αἱ γὰρ πρακτικαὶ ἀρεταὶ χειρῶν ἐπέχουσι λόγον, τὸν ἄρτον τῷ στόματι ἡμῶν προσφέρουσαι, τὸν ἀπὸ τῶν οὐρανῶν καταβάντα καὶ ζωὴν διδοῦντα τῷ κόσμῳ. Ὁ ἀτιμάζων πατέρα καὶ ἀπωθούμενος μητέρα υἱὸς αἰσχυνθήσεται καὶ ἐπονείδιστος ἔσται: Διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζει, καὶ τὴν μητέρα δὲ ἀπωθεῖται, ἥτις ἐστὶν ἡ παιδεία· εἴπερ ἀνὴρ δίκαιος γεννᾶται εἰς ζωήν, ἡ δὲ δικαιοσύνη ἀπὸ πασῶν συνίσταται τῶν ἀρετῶν. Υἱὸς ἀπολειπόμενος φυλάξαι παιδείαν πατρὸς μελετήσει ῥήσεις κακάς: Οἱ ἀκάθαρτοι λογισμοὶ ῥήσεις εἰσὶ κακαὶ ἐν τῇ ψυχῇ γεννώμεναι τοῦ μὴ τετηρηκότος τὰς ἐντολὰς τοῦ ἐπουρανίου πατρός. Ἀκόλαστον οἶνος καὶ ὑβριστικὸν μέθη: Εἰ θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, ἀκόλαστον δὲ ὁ οἶνος, ἀκόλαστον ἄρα ὁ θυμός, ἀκολάστους τοὺς ἀνθρώπους ποιῶν, καὶ ὑβριστικὸν ἡ ὀργή· αὕτη γὰρ ἡ μέθη ἀπὸ ζέοντος τοῦ θυμοῦ πέφυκε γίνεσθαι. εἰ δὲ οἴνου ναζιραῖοι κατὰ τὸν νόμον ἀπέχονται, θυμοῦ ἄρα τοὺς ναζιραίους ἐκτὸς εἶναι νενομοθέτηται. Οὐδὲν (LXX οὐ) διαφέρει ἀπειλὴ βασιλέως θυμοῦ λέοντος: Ἐνταῦθα τὸν Χριστὸν ἄντικρυς εἴρηκε βασιλέα· ὁ γὰρ τοῦτον διὰ τῶν ἁμαρτιῶν παροξύνων ἁμαρτάνει εἰς τὴν ἑαυτοῦ ψυχήν. Ὡσαύτως ὁ δανιζόμενος σῖτον ἐν ἀμητῷ: Εἰ ἔστιν ἐν ἀμητῷ σῖτον δανείσασθαι, ἔστιν καὶ ἐν τῷ αἰῶνι τῷ μέλλοντι νοητὸν σῖτον δανείσασθαι παρὰ τῶν ἐργασαμένων ἐν τοῖς ἓξ ἔτεσι τὴν ἑαυτῶν γῆν, καὶ τρεφόντων ἐν τῷ ἑβδόμῳ ἔτει χήραν καὶ ὀρφανούς. Μακαρίους τοὺς παῖδας αὐτοῦ καταλείψει: Οὓς κατ' ἀρετὴν δηλονότι γεγέννηκεν. Κακολογοῦντος πατέρα ἢ μητέρα σβεσθήσεται λαμπτήρ: Δύναται ὁ αὐτὸς Χριστὸς κατ' ἐπίνοιαν καὶ πατὴρ εἶναι καὶ μήτηρ· πατὴρ μὲν τῶν πνεῦμα ἐχόντων υἱοθεσίας, μήτηρ δὲ τῶν δεομένων γάλακτος καὶ οὐ στερεᾶς τροφῆς· καὶ γὰρ ὁ ἐν Παύλῳ λαλῶν Χριστὸς πατὴρ μὲν τῶν Ἐφεσίων ἐγίνετο, σοφίας αὐτοῖς ἀποκαλύπτων μυστήρια, μήτηρ δὲ Κορινθίων, γάλα ποτίζων αὐτούς. Μερὶς ἐπισπουδαζομένη ἐν πρώτοις: Ἣ πρὸς καιρὸν λιπαίνει μερὶς σὸν φάρυγγα, ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις. Μὴ εἴπῃς· Τίσομαι τὸν ἐχθρόν: Μὴ εἴπῃς καθ' ὑπερηφανίαν κινούμενος· Ἐγὼ μόνος τοῖς ἐχθροῖς 102 πολεμήσω, ἀλλ' ὑπόμεινον τὸν κύριον ἵνα σοι βοηθήσῃ. καὶ ὁ Δαυὶδ φησίν· Οὐκ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με· καὶ πάλιν· Ψευδὴς ἵππος εἰς σωτηρίαν· καὶ ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον καὶ φυλάξῃ πόλιν. Στάθμιον μέγα καὶ μικρὸν καὶ μέτρα δισσά, βδελυκτὰ (LXX ἀκάθαρτα) ἐνώπιον κυρίου ἀμφότερα: Τὸν παρά τισι θρασύδειλον λεγόμενον στάθμιον μέγα καὶ μικρὸν εἶναι νομίζω· καὶ καθόλου πᾶσαν ὑπερβολὴν καὶ ἔλλειψιν στάθμιον μέγα καὶ μικρὸν εἶναι νομίζω· ἑκάτερα γὰρ κακίαι. Μέτρα δισσά: Ὁ εὖ μὲν πάσχειν ὑφ' ἑτέρου βουλόμενος, αὐτὸς δὲ ὁμοίως ἄλλους ἀναπαύειν μὴ προαιρούμενος, μέτρα ἔχει δισσά, μὴ πειθόμενος τὴν ἐντολὴν τὴν λέγουσαν· Πάντα ὅσα θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, πάντα καὶ ὑμεῖς ὁμοίως ποιεῖτε αὐτοῖς. Οὖς ἀκούει καὶ ὁ ὀφθαλμὸς ὁρᾷ: Οὐχ ὁ κακῶς ὁρῶν ὀφθαλμὸς ἔργον ἐστὶν τοῦ κυρίου, ἀλλ' ὁ ὁρῶν· καὶ οὐ τὸ κακῶς ἀκοῦον οὖς ἔργον ἐστὶν τοῦ κυρίου, ἀλλὰ τὸ ἀκοῦον. καὶ ἐπὶ τῶν ἄλλων δὲ μελῶν τοῦ σώματος ὡσαύτως λεκτέον· χρήσῃ δὲ τῷ ῥητῷ τούτῳ πρὸς τοὺς κατηγοροῦντας ἡμῶν τοῦτο τὸ σῶμα καὶ τὸν δημιουργὸν ἐνυβρίζοντας. Διάνοιξον δὲ τοὺς ὀφθαλμούς σου καὶ ἐμπλήσθητι ἄρτων: Διὰ μὲν τῶν ἀρετῶν ἀνοίγομεν τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς, διὰ δὲ τῆς σοφίας νοητῶν πληρούμεθα ἄρτων. Θνητὸς δὲ πῶς ἂν ἐννοήσαι (LXX νοήσαι) τὰς ὁδοὺς ἑαυτοῦ: Οὐ δύναται νοῆσαι τὰς ὁδοὺς κυρίου ὁ ἔτι θνητὸς καὶ μὴ συναποθανὼν τῷ Χριστῷ. Παγὶς ἀνδρὶ ταχύ τι τῶν ἰδίων ἁγιάσαι: Ἡ ἐπὶ τοῖς ἀγαθοῖς μετάνοια οὐ δικαίοις συμβαίνει ἀλλὰ ἀδίκοις· ἄδικοι δὲ μηδὲν ἀπερισκέπτως ὑπισχνείσθωσαν τῷ θεῷ· μετὰ γὰρ τὸ εὔξασθαι μετανοεῖν γίνεται. Καὶ ζυγὸς δόλιος οὐ καλὸν ἐνώπιον αὐτοῦ: Ζυγὸν δόλιον λέγει τὸν νοῦν πεφυκότα μὲν δικαίως κρίνειν τὰ πράγματα, παρακλίνοντα δὲ τῇ τοῦ ἀντεξουσίου ῥοπῇ. Λικμήτωρ ἀσεβῶν βασιλεὺς σοφός: Χωρίζειν (ζων?) τὰ ἄχυρα ἀπὸ τοῦ σίτου. Καὶ ἐπιβαλεῖ αὐτοῖς τροχόν: Ποίησον αὐτοὺς ὡς τροχόν. 103 Φῶς κυρίου πνοὴ ἀνθρώπων: Εἰ τὸ φῶς τοῦ κυρίου ἡ γνῶσις τοῦ κυρίου ἐστίν, τὸ δὲ φῶς τοῦ κυρίου ἡ πνοὴ τῶν ἀνθρώπων ἐστίν, ἡ ἄρα γνῶσις τοῦ κυρίου ἡ πνοὴ τῶν ἀνθρώπων ἐστίν. τὸν δὲ ἐν ἀγνοίᾳ διάβολον φαίνειν δοκοῦντα λύχνον ὠνόμασεν, ἐκκενοῦντα τὸν νοῦν τῶν ἀγαθῶν καὶ μετασχηματιζόμενον εἰς ἄγγελον φωτός. Ποιεῖν δίκαια καὶ ἀληθεύειν ἀρεστὸν παρὰ κυρίου μᾶλλον ἢ θυσιῶν αἷμα: Ἐκβάλλει τὸ ῥητὸν τοῦτο τὴν διὰ τῶν ἀλόγων ζώων θυσίαν· θυσία γὰρ τῷ θεῷ πνεῦμα συντετριμμένον. Ἁγνὰ δὲ καὶ ὀρθὰ τὰ ἔργα αὐτοῦ: Εἰ ἁγνὰ καὶ ὀρθὰ τὰ ἔργα τοῦ θεοῦ, ἓν δὲ τῶν ἔργων αὐτοῦ ἐστὶν καὶ ὁ νοῦς, ὀρθὸς ἄρα καὶ ἁγνὸς ἐκτίσθη παρὰ τοῦ κυρίου ὁ νοῦς. Κρεῖσσον οἰκεῖν ἐπὶ γωνίας ὑπαίθρου ἢ ἐν κεκονιαμένοις μετὰ ἀηδείας (LXX ἀδικίας) καὶ ἐν οἴκω κοινῷ: Τῷ οἴκῳ τῷ κεκονιαμένῳ καὶ κοινῷ τὴν ὕπαιθρον γωνίαν ἀντέθηκεν· εἰ δὲ ὁ οἶκος ὁ κεκονιαμένος καὶ κοινὸς ἡ κακία ἐστίν, ἡ ὕπαιθρος γωνία ἡ ἀρετή ἐστιν· γωνία τοίνυν ὕπαιθρός ἐστιν πρᾶξις θεωρίας ἐφαπτομένη καὶ φωτιζομένη ὑπὸ τοῦ τῆς δικαιοσύνης ἡλίου. καλῶς δὲ καὶ ὁ Παῦλος τὸν ἀρχιερέα τῶν Ἰουδαίων τοῖχον εἶπεν κεκονιαμένον, τυπτηθησόμενον ὑπὸ τοῦ θεοῦ· καὶ ὁ σωτὴρ δὲ ἐν τοῖς εὐαγγελίοις τοὺς Φαρισαίους τάφους εἶπεν κεκονιαμένους. εὖ δὲ καὶ τὸ Ἐπὶ γωνίας εἶπεν, ἔνθα ὁ λίθος κεῖται ὁ ἀποδοκιμασθεὶς ὑπὸ τῶν οἰκοδόμων καὶ γενόμενος κεφαλὴ γωνίας· κοινὸν δὲ εἶπεν ὃ μὴ τοῦ ἑνός ἐστιν θεοῦ. Δόσις λάθριος ἀνατρέπει ὀργάς: Δόσις λάθριός ἐστιν, ἵν' ὃ ποιῇ ἡ δεξιὰ μὴ γινώσκῃ ἡ ἀριστερά. Ἀνὴρ πλανώμενος ἐξ ὁδοῦ δικαιοσύνης ἐν συναγωγῇ γιγάντων ἀναπαύσεται: Ἡ συναγωγὴ τῶν γιγάντων ἡ κακία καὶ ἡ ἀγνωσία ἐστίν. Κρεῖσσον οἰκεῖν ἐν γῇ ἐρήμῳ ἢ μετὰ γυναικὸς θυμώδους καὶ μαχίμης: Καὶ ὁ Δαυὶδ φησίν· Ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ, οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι. ἔρημος τοίνυν γῆ ἐστὶν ἡ ἀρετὴ ἡ μὴ ἔχουσα τοὺς παλαιοὺς ἀνθρώπους οἰκοῦντας τοὺς φθειρομένους κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· διὸ οὐδὲ εὑρίσκει ἐν αὐτῇ ἀνάπαυσιν ὁ διάβολος, εἴγε διέρχεται δι' ἀνύδρων τόπων ζητῶν ἀνάπαυσιν καὶ οὐχ εὑρίσκει· αὐτὸς γὰρ βασιλεύς ἐστι πάντων τῶν ἐν τοῖς ὕδασι. καὶ πάλιν τῆς σοφίας Στεγναί φησιν αἱ διατριβαὶ οἵκων αὐτῆς (27, 31). εἰ δὲ τοῦτο, οὐκοῦν καὶ ἡ γυνὴ ἡ μάχιμος καὶ γλωσσώδης καὶ ὀργίλος ἡ κακία ἐστίν, ἥτις τὸν συζῶντα αὐτῇ ποιεῖ μάχιμον καὶ γλωσσώδη καὶ ὄργιλον. 104 Θησαυρὸς ἐπιθυμητὸς ἀναπαύσεται ἐπὶ στόματος σοφοῦ: Σοφία κυρίου ἀναπαύσεται ἐν καρδίᾳ σοφοῦ· ἄφρονες δὲ ἄνδρες διαφθεροῦσιν αὐτήν. Πόλεις ὀχυρὰς ἐπέβη σοφός: Σοφία ἐστὶν πόλις ὀχυρά, ἐν ᾗ οἱ σοφοὶ κατοικοῦσιν, λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Χριστοῦ. Ὃς φυλάσσει τὸ στόμα αὐτοῦ καὶ τὴν γλῶσσαν, διατηρεῖ ἐκ θλίψεως τὴν ψυχὴν αὐτοῦ: Στόμα καὶ γλῶσσαν, ψυχὴν καὶ νοῦν· ψυχὴν δέ φασιν θυμὸν καὶ ἐπιθυμίαν, ὅπερ τινὲς παθητικὸν μέρος ὀνομάζουσι τῆς ψυχῆς. Ἀσεβὴς ὅλην τὴν ἡμέραν ἐπιθυμεῖ ἐπιθυμίας κακάς: Ἀγγέλων μὲν τὸ μὴ ἐπιθυμεῖν ποτὲ ἐπιθυμίας κακάς· ἀνθρώπων δὲ τὸ ποτὲ μὲν ἐπιθυμεῖν, ποτὲ δὲ μὴ ἐπιθυμεῖν ἐπιθυμίας κακάς· δαιμόνων δὲ τὸ ἀεὶ ἐπιθυμεῖν ἐπιθυμίας κακάς. τὸ γὰρ Ὅλην τὴν ἡμέραν τὸ διὰ βίου δηλοῖ. τοιοῦτόν ἐστιν καὶ τὸ Ἐν φόβῳ κυρίου ἴσθι ὅλην τὴν ἡμέραν, ἀντὶ τοῦ διὰ βίου. Ἵππος ἑτοιμάζεται εἰς ἡμέραν πολέμου: Ἵππον λέγει τὸν νοῦν. Ἐπιβήσῃ γάρ φησιν ἐπὶ τοὺς ἵππους σου, καὶ ἡ ἱππασία σου σωτηρία. καὶ ἐπὶ τοῦ Παύλου ὁ κύριος Τοῦ βαστάσαι τὸ ὄνομά μου φησίν. Αἱρετώτερον ὄνομα καλὸν ἢ πλοῦτος πολύ (edd. πολύς): Τὴν σημαινομένην ἀρετὴν ὑπὸ τοῦ οἰκείου ὀνόματος ὄνομα εἶπεν καλόν· τοῦτο γὰρ τὸ ὄνομα καλόν ἐστιν, ὅπερ ἔχει τὸ σημαινόμενον ἀγαθόν. οὕτως οὐδὲ τὴν ἄδικον γυναῖκα δικαιοσύνην καλουμένην ἐπαινέσομεν, ἀλλὰ τὴν ἔχουσαν τὴν δικαιοσύνην, κἂν ἀδικία ὀνομάζηται. Πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλλήλοις, ἀμφοτέρους δὲ ἐποίησεν ὁ κύριος (edd. ὁ κύρ. ἐποί.): Ὁ μὲν πλούσιος διὰ τῶν ἐλεημοσυνῶν καθαίρει θυμόν, κτώμενος τὴν ἀγάπην· ὁ δὲ πένης διὰ τῆς πενίας ταπεινοφρονεῖν ἐκδιδάσκεται. Γενεὰ σοφίας, φόβος κυρίου: Αὗται αἱ γενέσεις Νῶε· αὗται αἱ γενέσεις Ἀβραάμ. Τρίβολοι καὶ παγίδες ἐν ὁδοῖς σκολιαῖς: Καὶ ὁ κύριος τῷ Ἀδὰμ φησίν· Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι ἡ γῆ, τοῦτ' ἔστιν ἡ ψυχή. ἀκάνθας δὲ καὶ τριβόλους λέγει τὰς ἁμαρτίας, ἀφ' ὧν καὶ ὁ στέφανος ἐπλάκη τοῦ Χριστοῦ· αὐτὸς γὰρ ἦρεν τὴν ἁμαρτίαν τοῦ κόσμου. Πλούσιοι πτωχῶν ἄρξουσιν: Ἐν τῷ αἰῶνι τῷ μέλλοντι οἱ ἐν παντὶ πλουτισθέντες, ἐν πάσῃ γνώσει καὶ 105 πάσῃ σοφίᾳ, ἄρξουσι τῶν ἀκαθάρτων καὶ ἐστερημένων τούτου τοῦ πλούτου. τίνες δὲ οἱ οἰκέται καὶ τίνες οἱ δεσπόται, νῦν οὐκ ἀναγκαῖον δημοσιεύειν, διὰ τὸ εἶναι τὸν περὶ αὐτῶν λόγον μυστικὸν καὶ βαθύτερον. Ματαιότητα δὲ ἔργων αὐτοῦ συντελέσει: Τὴν ματαιότητα τῶν ἔργων διὰ τῆς ἀρετῆς ὁ κύριος καὶ τῆς γνώσεως συντελεῖ. Νίκην καὶ τιμὴν περιποιεῖται ὁ τὰ (edd. om.) δῶρα διδούς: Δῶρα τοῦ ἀνθρώπου τὰς ἀρετὰς ὀνομάζει, δι' ὧν νικῶν τὸν διάβολον τίμιον ἑαυτὸν παρέχει τῷ θεῷ, καὶ ἀφαιρεῖται τὴν ἑαυτοῦ ψυχὴν ἀπὸ τῶν κτησαμένων, αὐτὴν δαιμόνων. Ἔκβαλε λοιμὸν ἐκ συνεδρίας (edd. ἐκ συνεδρίου λοιμ.), καὶ συνεξελεύσεται αὐτῷ νεῖκος: Τὴν χειρίστην κατάστασιν συνέδριον εἶπεν, ἀφ' ἧς ὁ σοφὸς Σολομὼν ἐκβάλλεσθαι τὸν ἄνθρωπον βούλεται διὰ πνευματικῆς διδασκαλίας· τὸ δὲ νεῖκος τὴν φιλονεικίαν σημαίνει. δύναται δὲ λοιμὸν καὶ τὸν διάβολον λέγειν, ὃν δεῖ ἀποδιώκειν τῆς ψυχῆς· ἐὰν γὰρ καθίσῃ ἐν αὐτῇ, διὰ τῆς ἀκαθαρσίας πάντας τοὺς ὀρθοὺς λογισμοὺς ἀτιμάζει. συνέδριον δὲ καὶ ὁ ἀπόστολος τὴν ψυχὴν ἀποδείκνυσι, δι' ὧν κατηγοροῦντας λογισμοὺς εἰσάγει καὶ ἀπολογουμένους· Μεταξὺ γάρ φησιν ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων. ὅπου δὲ κατηγορία καὶ ἀπολογία, ἐκεῖ καὶ συνέδριον. Χείλεσι ποιμαίνει βασιλεύς: Ὁ διατηρῶν τὰς ψυχὰς ἡμῶν κύριος, αὐτὸς καὶ διὰ τῆς πνευματικῆς γνώσεως ποιμαίνει ἡμᾶς, ἥντινα γνῶσιν φαυλίζει ὁ παραβαίνων τὸν νόμον αὐτοῦ. σημειωτέον δὲ ὅτι βασιλεὺς ὢν ὁ Χριστὸς λέγεται διὰ τῆς συγκαταβάσεως ποιμαίνειν ἡμᾶς· Ἐγὼ γάρ φησιν εἰμὶ ὁ ποιμὴν ὁ καλός. εἰ δὲ βασιλεὺς μέν ἐστι βασιλευόντων, ποιμὴν δὲ προβάτων, ἔσται ποτὲ μόνον βασιλεὺς τῶν προβάτων εἰς τὸ βασιλικὸν μεταβάντων ἀξίωμα. Προφασίζεται καὶ λέγει ὀκνηρός· Λέων ἐν ταῖς ὁδοῖς: Ὁ ἐχθρὸς ἡμῶν διάβολος ὡς λέων περιέρχεται ζητῶν τίνα καταπίῃ· ὅντινα φοβούμενος ὁ ὀκνηρὸς πρὸς τὴν ἐργασίαν τῶν ἀρετῶν ἀναδύεται. Ὁ δὲ μισηθεὶς ὑπὸ κυρίου ἐμπεσεῖται εἰς αὐτόν: Ὁ Ἰὼβ οὐ μισηθεὶς ὑπὸ κυρίου ἀλλὰ δοκιμῆς ἕνεκεν ἐμπέπτωκεν εἰς αὐτόν. Ῥάβδος δὲ καὶ παιδεία μακρὰν ἀπ' αὐτοῦ: Μακρὰν ἀπὸ τῆς καρδίας τοῦ ἄφρονός ἐστιν ἡ ῥάβδος ἡ ἐκ τῆς ῥίζης Ἰεσσαί. 106 Ὁ συκοφαντῶν πτωχὸν (edd. πένητα) πολλὰ ποιεῖ τὰ ἑαυτοῦ κακά: Ὥσπερ ὁ διάβολος συκοφαντεῖ ἡμᾶς λαμβάνων παρ' ἡμῶν τὰς ἀρετὰς ἃς μὴ δέδωκεν ἡμῖν, οὕτως καὶ ἡμεῖς συκοφαντοῦμεν αὐτὸν λαμβάνοντες παρ' αὐτοῦ τὰς κακίας ἃς μὴ δεδώκαμεν αὐτῷ. καὶ καθὸ μὲν λαμβάνομεν παρ' αὐτοῦ τὰς κακίας, ὡς παρὰ πένητος ἐν ἀρεταῖς λαμβάνομεν· καθὸ δὲ τὰς ἀρετὰς ἡμῶν διδόαμεν αὐτῷ ἐπ' ἐλαττώσει ἡμῶν, ὡς πλουσίῳ ἐν κακίᾳ διδόαμεν. ἔλεγεν δέ τις τῶν γερόντων, ὅτι ἡμεῖς ἐσμὲν οἱ συκοφάνται οἱ Χριστὸν συκοφαντοῦντες, πτωχεύσαντα δι' ἡμᾶς καὶ μηδὲν ὀφείλοντα ἡμῖν, καὶ λαμβάνοντες παρ' αὐτοῦ πολλὰ καὶ διδόντες τῷ σατανᾷ ἐπὶ ταπεινώσει τῶν ἡμετέρων ψυχῶν. Παράβαλε σὸν οὖς λόγοις σοφῶν: Οὗτος ἀκούει τῶν τοῦ θεοῦ λόγων, ὁ ποιῶν τὰ προστασσόμενα ὑπ' αὐτῶν· οὐ γὰρ οἱ ἀκροαταὶ νόμου δίκαιοι παρὰ θεῷ, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. Καὶ σὺ δὲ ἀπόγραψαι αὐτὰ σεαυτῷ τρισσῶς ἐν βουλῇ καὶ γνώσει (edd. εἰς βουλὴν κ. γνῶσιν) ἐπὶ τὸ πλάτος τῆς καρδίας σου: Ὁ πλατύνας διὰ τῆς καθαρότητος τὴν καρδίαν αὐτοῦ νοήσει τοὺς τοῦ θεοῦ λόγους, τούς τε πρακτικοὺς καὶ τοὺς φυσικοὺς καὶ τοὺς θεολογικούς· πᾶσα γὰρ ἡ κατὰ τὴν γραφὴν πραγματεία τέμνεται τριχῶς, εἰς ἠθικὴν καὶ φυσικὴν καὶ θεολογικήν· καὶ ἀκολουθεῖ τῇ μὲν πρώτῃ αἱ παροιμίαι, τῇ δὲ δευτέρᾳ ὁ ἐκκλησιαστής, τῇ δὲ τρίτῃ τὰ ἄσματα τῶν ἀσμάτων. Μὴ δίδου σεαυτὸν εἰς ἐγγύην, αἰσχυνόμενος πρόσωπον: Οἱ τοὺς φαύλους ἀναδεχόμενοι λογισμοὺς καὶ τούτῳ τιμῶντες τὸν πονηρὸν σπουδαζέτωσαν ὅση δύναμις διὰ τῶν ἀγαθῶν λογισμῶν ἀποδιδόναι τοὺς χείρονας· ἐὰν γὰρ μὴ ἰσχύσωσι τοῦτο ποιῆσαι, λήψονται τὸ στρῶμα τὸ ὑπὸ τὰς πλευρὰς τῆς ψυχῆς, τοῦτ' ἔστι τὴν ἀρετήν· αὕτη γὰρ τοῦ μὲν ἑστῶτος ἐν τῇ δικαιοσύνῃ νοῦ ἱμάτιον λέγεται, τοῦ δὲ λοιπὸν πεσόντος διὰ τῶν φαύλων λογισμῶν ὑπόστρωμα καλεῖται. Μὴ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου: Ὁ μετατιθεὶς τὰ ὅρια τῆς θεοσεβείας δεισιδαιμονίαν ἢ ἀσέβειαν αὐτὴν ἀποδείκνυσι· καὶ ὁ μετατιθεὶς τὰ ὅρια τῆς ἀνδρείας θρασύτητα ἢ δειλίαν αὐτὴν ἀπεργάζεται. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν καὶ ἐπὶ τῶν δογμάτων καὶ ἐπ' αὐτῆς τῆς πίστεως· νοητέον· μάλιστα δὲ τοῦτο τηρητέον ἐπὶ τῆς ἁγίας τριάδος· ὁ γὰρ μὴ θεολογῶν τὸ πνεῦμα τὸ ἅγιον διαλύει τὸ βάπτισμα· ὁ δὲ καὶ ἄλλους τινὰς ὀνομάζων θεοὺς δῆμον εἰσάγει θεῶν. Εἰ δὲ ἀπληστότερος εἶ, μὴ ἐπιθύμει τῶν ἐδεσμάτων αὐτοῦ: Οὐ γὰρ πάντες χωροῦσι τὴν μυστικωτέραν διάνοιαν τῆς γραφῆς.