Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Expositio in Proverbia Salomonis
Evagrius PonticusSalo 107 · pg-scrape-grcMore by Evagrius Ponticus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/evagrius-ponticus" aria-label="More works by Evagrius Ponticus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
107.1
Ταῦτα γὰρ ἔχεται ζωῆς ψευδοῦς: Δεῖ τὴν θείαν γραφὴν νοητῶς νοεῖσθαι καὶ πνευματικῶς· ἡ γὰρ κατὰ τὴν ἱστορίαν αἰσθητὴ γνῶσις οὐκ ἔστιν ἀληθής. Μὴ συνδείπνει ἀνδρὶ βασκάνῳ: Εἰ ὁ βάσκανος σῖτα ἀσεβείας ἐσθίει καὶ οἴνῳ παρανόμῳ μεθύσκεται, οὐ δεῖ δὲ συνδείπνειν τούτῳ, οὐ χρὴ ἄρα εἶναι ἀσεβῆ καὶ παράνομον· αὗται γὰρ αἱ κακίαι λυμαίνονται γνῶσιν πνευματικήν. Εἰς ὦτα ἄφρονος μηθὲν (edd. μηδὲν) λέγε: Μηθὲν λέγε συνετόν, τοῦτ' ἔστιν βαθὺ καὶ μυστικόν· οὐ δεῖ γὰρ βάλλειν τὰς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων. Εἰς δὲ κτῆμα ὀρφανῶν μὴ εἰσέλθῃς: Κτῆμα ὀρφανῶν ἡ κακία ἐστίν, δι' ἣν ἐστερήθησαν τοῦ ἐν οὐρανοῖς σωτῆρος. Ἀλλ' ἢ ἐν φόβῳ κυρίου ἴσθι ὅλην τὴν ἡμέραν: Εἰ τῷ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ, καλῶς παραινεῖ διὰ παντὸς τοῦ βίου ἐκκλίνειν ἡμᾶς ἀπὸ παντὸς κακοῦ. Ἐὰν γὰρ τηρήσῃς ταῦτα (edd. αὐτά), ἔσται σοι ἔγγονα (ut cod. Alex.): Τοὺς ὀρθοὺς λογισμοὺς καὶ τὰ πνευματικὰ θεωρήματα ἔγγονα εἶπεν τοῦ νοῦ· διὸ καὶ ἄτεκνός ἐστιν ψυχὴ ἡ μὴ ἔχουσα ταῦτα τὰ ἔγγονα, ἅπερ πέφυκε τίκτεσθαι ἀπὸ τοῦ πνευματικοῦ νυμφίου. Καὶ ῥακώδη ἐνδύσεται πᾶς ὑπνώδης: Οὐκ ἔστιν ἔνδυμα γάμου διερρηγμένον ἱμάτιον καὶ ῥακῶδες. Καὶ μὴ καταφρόνει ὅτι γεγήρακεν ἡ μήτηρ σου: Ἤκουσά τινος τῶν γερόντων τὴν ψυχὴν εἰπόντος μητέρα τοῦ νοῦ· αὕτη γάρ φησιν διὰ τῶν πρακτικῶν ἀρετῶν εἰς φῶς προάγει τὸν νοῦν· ψυχὴν δὲ ἔλεγεν τὸ παθητικὸν μέρος τῆς ψυχῆς, ὅπερ διαιρεῖται εἰς θυμὸν καὶ ἐπιθυμίαν· διὰ γὰρ ἀνδρείας, φησίν, καὶ σωφροσύνης κτώμεθα σοφίαν καὶ γνῶσιν θεοῦ· ἀνδρεία δὲ καὶ σωφροσύνη θυμοῦ καὶ ἐπιθυμίας εἰσὶν ἀρεταί. Μὴ μεθύσκεσθε οἴνῳ: Οἱ οἶνοι οὗτοι ἐκ τῆς Σοδομιτικῆς εἰσὶν ἀμπέλου.

Intertext edge

Open linked passage

Note