Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Expositio in Proverbia Salomonis
Evagrius PonticusSalo 108 · pg-scrape-grcMore by Evagrius Ponticus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/evagrius-ponticus" aria-label="More works by Evagrius Ponticus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
108.1
Μὴ ὁμιλεῖτε ἀνθρώποις, καὶ ὁμιλεῖτε ἐν περιπάτοις: Νοῦς ὁμιλῶν ἐν περιπάτοις ἀξίως περιπατεῖ τῆς κλήσεως ἧς ἐκλήθη. Ἐὰν γὰρ εἰς τὰς φιάλας καὶ τὰ ποτήρια δῷς τοὺς ὀφθαλμούς σου: Ἡ μὲν κατὰ διάνοιαν ἁμαρτία ἔοικε φιάλῃ, ἡ δὲ κατ' ἐνέργειαν ποτηρίῳ. Ὕστερον περιπατήσεις γυμνότερος ὑπέρου: Πολλὰ κρούει τὸ ὕπερον καὶ οὐκ ἀνοίγει τὸν τόπον ὃν κρούει. τοῖς δὲ μαθηταῖς ὁ κύριος φησίν· Κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. Οἱ ὀφθαλμοί σου ὅταν ἴδωσιν ἀλλοτρίαν, τὸ στόμα σου τότε λαλήσει σκολιά: Νοῦς δεξάμενος ἀλλότριον νόημα μελετήσει λογισμοὺς κακούς· ὁ δὲ τηρήσας ἑαυτὸν κληρονομήσει ζωήν. Καὶ ὥσπερ κυβερνήτης ἐν πολλῷ κλύδωνι: Παντὶ ἀνέμῳ τῆς διδασκαλίας περιφερόμενος. Πότε ὄρθρος ἔσται: Ὄρθρος ψυχῆς ἐστὶν ἐπίγνωσις ἁμαρτίας. Μετὰ κυβερνήσεως γίνεται πόλεμος: Οἱ περὶ τὴν πίστιν ναυαγοῦντες οὐ μετὰ κυβερνήσεως πολεμοῦσιν τοῖς πνεύμασι τοῖς ἀντικειμένοις τῇ θεολογίᾳ. δυνατὸν δὲ καὶ ἐπὶ πάσης ἀρετῆς τὸ αὐτὸ τοῦτο εἰπεῖν· ἔστιν γὰρ καὶ περὶ σωφροσύνην ναυάγιον καὶ περὶ ἀγάπην καὶ περὶ ἀφιλαργυρίαν, καὶ περὶ ἕκαστον δὲ δόγμα ὁμοίως τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας συμβαίνει ναυάγιον. εἰ δὲ μετὰ κυβερνήσεως πολεμεῖν δεῖ τοῖς ἀντικειμένοις, ναυμαχίᾳ παραπλήσιος ἡμῶν ἐστὶν ὁ βίος ἐπὶ τῆς γῆς. Ἐν πύλαις σοφοὶ οὐκ ἐκκλίνουσιν ἐκ στόματος (edd. add. κυρίου): Αἱ πύλαι τῶν σοφῶν αἱ πρακτικαί εἰσιν ἀρεταί, δι' ὧν εἰσέρχεται σοφία θεοῦ. Ἀκαθαρσία δὲ λοιμῷ ἀνδρὶ ἐμμολυνθήσεται: Εἰ ἀρετὴν ἡ κακία μειοῖ, καὶ τὴν κακίαν δηλονότι ἡ ἀρετὴ διαφθείρει· τοῦτο δὲ γενήσεται ἐν τῷ αἰῶνι τῷ μέλλοντι ἕως ἂν ἐκλείπῃ ἡ κακία· τὸ γὰρ Ἐμμολυν109 θήσεται ἀντὶ τοῦ Διαφθαρήσεται τέθεικεν· διαφθείρεται δὲ ἀκαθαρσία ἤτοι ὑπὸ πρακτικῆς ἢ ὑπὸ δριμείας 109 κολάσεως. Ῥῦσαι ἀγομένους εἰς θάνατον καὶ ἐκπρίου κτεινομένους, μὴ φείσῃ: Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς καταξιωθέντας γνώσεως καὶ ἀμελοῦντας τῆς διδασκαλίας, πολλῶν ἀπαγομένων ὑπὸ τῆς κακίας εἰς θάνατον. Φάγε μέλι υἱέ, ἀγαθὸν γὰρ κηρίον, ἵνα γλυκανθῇ ὁ λάρυγξ σου: Ἐσθίει μέλι ὁ ἀπὸ τῶν θείων γραφῶν ὠφελούμενος· ὁ δ' ἀπ' αὐτῶν τῶν πραγμάτων ἐκβάλλων τοὺς λόγους, ἀφ' ὧν εἰλήφασι καὶ οἱ ἅγιοι προφῆται καὶ ἀπόστολοι, τρώγει κηρίον· καὶ τὸ μὲν φαγεῖν μέλι παντὸς τοῦ βουλομένου ἐστίν, τὸ δὲ κηρίον μόνον τοῦ καθαροῦ. Μὴ προσαγάγῃς ἀσεβῆ νομῇ δικαίου: Μὴ ἕνεκεν ἡδονῆς προδῷς τὸν θεόν· οὗτος γὰρ νομὴ δικαίου, καὶ οὐ μὴ ἐγκαταλείπῃ σε. Ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς: Ἀποστρέφει μὲν ὁ θεὸς τὸν θυμὸν αὐτοῦ ἀπὸ τοῦ πεσόντος, ἐλεήσας αὐτόν· ὀργίζεται δὲ τῷ ἐπαρθέντι ἐπὶ τῷ πτώματι τοῦ ἐχθροῦ αὐτοῦ· πᾶς γὰρ ὁ ἐπιχαίρων ἀπολλυμένῃ ψυχῇ ὅμοιός ἐστιν τῷ διαβόλῳ τῷ μὴ θέλοντι πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. σημειωτέον δὲ ὅτι ἄνθρωπον ἐνταῦθα εἴρηκε τὸν ἐχθρόν, ὑπὲρ οὗ καὶ προσεύχεσθαι ἡμᾶς νενομοθέτηκεν ἐν τοῖς εὐαγγελίοις ὁ κύριος. Οὐ γὰρ μὴ γένωνται ἔγγονα πονηρῶν: Οὐ γεννήσουσι πονηροὶ ἀρετὰς καὶ δόγματα ὀρθά, ταῦτα γάρ ἐστι γεννήματα τῆς ψυχῆς, διὰ τὸ μὴ φοβεῖσθαι αὐτοὺς τὸν κύριον· οἱ δὲ ὄντες ἐν φόβῳ κυρίου ὅλην τὴν ἡμέραν ἕξουσιν ἔγγονα, καὶ ἡ ἐλπὶς αὐτῶν οὐκ ἀποστήσεται. Φοβοῦ τὸν κύριον, υἱέ μου, καὶ βασιλέα: Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Τὰς δὲ τιμωρίας ἀμφοτέρων τίς γνώσεται: Πῶς οὖν ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις φησίν· Ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκεν τῷ υἱῷ; ἢ ἄλλο μέν ἐστιν τιμωρία, ἄλλο δὲ κρίσις· καὶ τιμωρία μέν ἐστιν στέρησις ἀπαθείας καὶ γνώσεως θεοῦ μετ' ὀδύνης σωματικῆς· κρίσις δέ ἐστιν γένεσις αἰῶνος κατ' ἀναλογίαν ἑκάστῳ τῶν λογικῶν σωμάτων διανέμοντος.

Intertext edge

Open linked passage

Note