Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Expositio in Proverbia Salomonis
Evagrius PonticusSalo 112 · pg-scrape-grcMore by Evagrius Ponticus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/evagrius-ponticus" aria-label="More works by Evagrius Ponticus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
112.1
Ὀφθαλμὸν καταγελῶντα πατρὸς καὶ ἀτιμάζοντα γῆρας μητρός, ἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τῶν φαράγγων: Οὗτοι οἱ κόρακες τοὺς μὲν δικαίους τρέφουσι μυστικῶς, τοὺς δὲ ἀδίκους κολάζουσι, τοὺς τῆς ἀδικίας ὀφθαλμοὺς ἐξορύττοντες, διότι τοῦ πάντων πατρὸς καὶ θεοῦ κατεγέλασαν, καὶ τῆν γεννῶσαν αὐτοὺς ἀρχαίαν γνῶσιν ἠτίμασαν· καὶ τοὺς μὲν ἐξορύσσοντας τοὺς ὀφθαλμοὺς τοῦ ἀσεβοῦς κόρακας εἶπεν, τοὺς δὲ ὅλον αὐτὸν κατεσθίοντας ὠνόμασεν ἀετούς, διὰ τὸ τοὺς μὲν τὴν μερικήν, τοὺς δὲ τὴν καθόλου κάθαρσιν πεπιστεῦσθαι. Καὶ τράγος ἡγούμενος αἰπολίου: Εἰ ἔριφοί εἰσιν οἱ ἀκάθαρτοι ἐξ ἀριστερῶν ὑπὸ τοῦ σωτῆρος ἱστάμενοι, ὁ δὲ τράγος ἡγεῖται τούτων, μήποτε ὁ τράγος νῦν τὸν διάβολον σημαίνει. Καὶ ὀρθὰ κρίνειν οὐ μὴ δύνωνται πάντας (edd. non habent) τοὺς ἀσθενεῖς: Οὐ μὴ δύνωνται ὀρθῶς διδάσκειν. Δότε (edd. δίδοτε) μέθην τοῖς ἐν λύπαις: Ὁ μεθυσθεὶς ἀπὸ τῆς πιότητος τοῦ οἴκου κυρίου ἐπιλανθάνεται τῶν ὀδυνῶν. Διάκρινε δὲ πένητα καὶ ἀσθενῆ: Πένητα λέγει τὸν ἐστερημένον τῆς γνώσεως, ἀσθενῆ δὲ τὸν ἀκάθαρτον. Δόξα θεοῦ κρύπτει λόγον: Τὸν ἔχοντα τὴν δόξαν τοῦ θεοῦ δόξαν εἶπεν θεοῦ, καὶ τὸν ἔχοντα τὴν δόξαν τοῦ ἐπουρανίου βασιλέως δόξαν βασιλέως ὠνόμασεν· οὗτοι γὰρ κρύπτουσι τὸν τοῦ θεοῦ λόγον ἐν ἑαυτοῖς, ὅπως ἂν μὴ ἁμάρτωσι, καὶ τιμῶσι τὰ προστάγματα δι' ὧν ποιοῦσιν αὐτά. πολλάκις δὲ τοῦτο παρεσημειωσάμεθα, ὅτι ἀπὸ τῶν ἀρετῶν ὀνομάζονται καὶ τῶν κακιῶν οἱ ἔχοντες τὰς ἀρετὰς καὶ τὰς κακίας· οὕτω Δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν, ἀντὶ τοῦ δικαίους· καὶ Φόβος κυρίου μισεῖ ἀδικίαν ὕβριν τε καὶ ὑπερηφανίαν, τοῦτ' ἔστιν ἄδικον καὶ ὑβριστὴν καὶ ὑπερήφανον. καὶ ἐνταῦθα δὲ τὸν ἔχοντα τὴν τοῦ θεοῦ δόξαν καὶ τὸν ἔχοντα 113 τὴν δόξαν τοῦ βασιλέως δόξαν θεοῦ καὶ δόξαν βασιλέως ὠνόμασεν. ἢ τάχα δόξαν θεοῦ λέγει τὸν δοξάζοντα τὸν θεόν, καὶ δόξαν βασιλέως τὸν δοξάζοντα τὸν βασιλέα, ἵν' ᾖ τοιοῦτον τὸ λεγόμενον· ὁ δοξάζων τὸν θεὸν κρύπτει τὸν λόγον αὐτοῦ, καὶ ὁ δοξάζων τὸν βασιλέα τιμᾷ τὰ προστάγματα αὐτοῦ· ὁ γὰρ ἀτιμάζων αὐτόν, διὰ τῆς παραβάσεως τοῦ νόμου ἀτιμάζει αὐτόν. Κτεῖνε ἀσεβεῖς ἐκ προσώπου βασιλέως, καὶ κατορθώσει ἐν δικαιοσύνῃ ὁ θρόνος αὐτοῦ: Ὁ λόγῳ πνευματικῷ τὸν παλαιὸν ἄνθρωπον ἀποκτένων, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, κατορθοῖ ἐν δικαιοσύνῃ τὸν ἑαυτοῦ νοῦν, ὅστις λέγεται εἶναι θρόνος θεοῦ· οὐδαμοῦ γὰρ πέφυκεν ἀλλαχοῦ καθέζεσθαι σοφία καὶ γνῶσις καὶ δικαιοσύνη, εἰ μὴ ἐν φύσει λογικῇ· ταῦτα δὲ πάντα ἐστὶν ὁ Χριστός. Μηδὲ ἐν τόποις δυναστῶν ὑφίστασο: Μὴ εἴπῃς Ἐπάνω τῶν ἄστρων θήσομαι τὸν θρόνον μου, ἔσομαι ὅμοιος τῷ ὑψίστῳ· κρεῖσσον γὰρ τὸ ῥηθῆναι περὶ σοῦ τὸ Διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. Μὴ πρόπιπτε (edd. πρόσπιπτε) εἰς μάχην ταχύ: Διὰ τῆς μάχης τὴν κακίαν ἠνίξατο. Ἡνίκα δ' ἂν ὀνειδίζει (edd. σε ὀνειδίσῃ) ὁ σὸς φίλος, ἀναχώρει εἰς τὰ' πίσω, μὴ καταφρόνει: Καὶ ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις ὀνειδίζει ταῖς πόλεσιν, ἐν αἷς αἱ πλεῖσται αὐτοῦ δυνάμεις γεγόνασιν, ὅτι οὐ μετενόησαν, Οὐαί σοι Χωραζίν, Οὐαί σοι λέγων Βητσαϊδά (ita cod.) Χάρις καὶ φιλία ἐλευθεροῖ, ἃς τήρησον σεαυτῷ, ἵνα μὴ ἐπονείδιστος γένῃ: Πυκνότερον ὁ Σολομὼν (ita rursus cod. ut solet) φίλου τε μέμνηται καὶ φιλίας· διὸ καλῶς ἔχει νῦν προσέχειν τῷ ὀνόματι, τί βούλεται αὐτῷ σημαίνειν ἡ φιλία· Χάρις γάρ φησιν καὶ φιλία ἐλευθεροῖ. καίτοι ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους φησίν· Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μου ἐστέ, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. Παῦλος δὲ πάλιν γράφει· Χριστὸς ἡμᾶς ἠλευθέρωσεν ἐκ τῆς κατάρας τοῦ νόμου. εἰ οὖν ἡ φιλία ἐλευθεροῖ, καὶ ἡ ἀλήθεια ἐλευθεροῖ, καὶ ὁ σωτὴρ ἐλευθεροῖ, Χριστός ἐστιν ἡ ἀλήθεια καὶ ἡ φιλία· ὅθεν καὶ πάντες οἱ ἔχοντες τὴν γνῶσιν τοῦ Χριστοῦ φίλοι ἀλλήλων εἰσίν. οὕτω καὶ τοὺς μαθητὰς φίλους εἴρηκεν ὁ σωτήρ, καὶ Ἰωάννης φίλος ἦν τοῦ νυμφίου, Μωσῆς καὶ πάντες οἱ ἅγιοι· καὶ ἐπὶ ταύτης μόνον τῆς φιλίας οἱ τοῦ αὐτοῦ φίλοι καὶ ἀλλήλων εἰσὶν φίλοι. Ἀλλὰ φύλαξον τὰς ὁδούς σου εὐσυναλλάκτως: Ὁ διδαχθεὶς περὶ τῶν ἀρετῶν καὶ κατ' αὐτὰς ἐνεργῶν τὰς ὁδοὺς αὐτοῦ φυλάσσει εὐσυναλλάκτως.

Intertext edge

Open linked passage

Note