Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Expositio in Proverbia Salomonis
Evagrius PonticusSalo 114 · pg-scrape-grcMore by Evagrius Ponticus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/evagrius-ponticus" aria-label="More works by Evagrius Ponticus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
114.1
Μῆλον χρυσοῦν ἐν ὁρμίσκῳ σαρδίου: Ὥσπερ μῆλον χρυσέον ἁρμόζει σαρδίῳ, οὕτως γνῶσις θεοῦ ψυχῇ καθαρᾷ. Ἐνώτιον (edd. Εἰς ἐνώτ.) χρυσοῦν καὶ σάρδιον πολυτελὲς δέδεται· λόγος σοφὸς εἰς οὖς εὐήκοον: Ἔμβαλε σάρδιον πολυτελὲς εἰς ἐνώτιον χρυσοῦν, καὶ σοφίαν κυρίου εἰς νοῦν ἀπαθῆ. Ὥσπερ ἔξοδος χιόνος ἐν ἀμητῷ κατὰ καῦμα ὠφελεῖ: Ὥσπερ χιὼν ψύχει καύσωνα, οὕτως γνῶσις ἁγίων διαλύει κόπον ψυχῆς. Γλῶσσα δὲ μαλακὴ συντρίβει ὀστέα: Νῦν τὴν θυμώδη ψυχὴν ὠνόμασεν μαλακήν, ἥτις συντρίβει τὰ ὀστᾶ τὰ πεφυκότα λέγειν· Κύριε, τίς ὅμοιός σοι; Σπάνιον εἴσαγε σὸν πόδα πρὸς σὸν (edd. σεαυτοῦ) φίλον: Σπανίως δεῖ ἅπτεσθαι θεολογικῶν προβλημάτων καὶ μὴ πυκνῶς τοῦτο ποιεῖν, μήποτε εἴπωμέν τι τῶν οὐ λεγομένων ἐπὶ θεοῦ, καὶ ὡς ἀσεβοῦντες τῆς πνευματικῆς ἐκπέσωμεν γνώσεως, τοῦ νοῦ δι' οἰκείαν ἀσθενείαν συνεχῶς ἐνατενίζειν τῇ τοιαύτῃ θεωρίᾳ μὴ δυναμένου. Ὀδοὺς (ut cod. Alex, ed. Ro. ὁδὸς) κακοῦ καὶ ποὺς (ex οῦ corr. est οὺ) παρανόμου ὀλεῖται ἐν ἡμέρᾳ κακῇ: Τοῦτ' ἔστιν ἡ κακία καὶ ἡ παρανομία ἀπολεῖται ἐν ἡμέρᾳ τῆς κρίσεως. Οὕτως προσπεσὸν πάθος ἐν σώματι καρδίαν λυπεῖ: Τὰ προσπίπτοντα τῇ καρδίᾳ πάθη αἱ κακίαι εἰσίν· ὧν κατὰ στέρησιν ὁ ἀπαθὴς ὀνομάζεται. Οὕτως λύπη ἀνδρὸς βλάπτει καρδίαν: Λύπη ἐστὶν ψεκτή, στέρησις φθαρτῆς ἡδονῆς· λύπη δέ ἐστιν ἐπαινετή, στέρησις ἀρετῶν καὶ γνώσεως θεοῦ. Τοῦτο γὰρ ποιήσας ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τῆς κεφαλῆς (edd. ἐ. τὴν κεφ.) αὐτοῦ: Διὰ τῆς χρηστότητος καὶ εὐποιΐας καθαρίζων αὐτοῦ τὸ ἡγεμονικόν. Πρόσωπον δὲ ἀναιδὲς γλῶσσαν ἐρεθίζει: Τὸν διάβολον εἶπεν πρόσωπον ἀναιδές, ἐρεθίζοντα τὴν ψυχήν· πανταχοῦ δὲ ὁ Σολομὼν (cod. rursus ῶν) γλῶσσαν τὸν νοῦν λέγει· τοῦτο οὖν τὸ πρόσωπον αἰδεῖσθαι ἐν κρίσει οὐ καλόν. 115 Ἀγγελία δὲ ἀγαθὴ ἐκ γῆς μακρόθεν: Οὕτως γνῶσις θεοῦ ἐκ γῆς πραέων. Οὕτως ἄκοσμον δίκαιον πεπτωκέναι ἐναντίον ἀσεβοῦς: Τῶν νοημάτων τοῦ νοῦ τὰ μὲν πτώματα αὐτοῦ λέγεται, τὰ δὲ ἐγέρσεις, τὰ δὲ καθέδρα, τὰ δὲ στάσις, καὶ ἄλλα περίπατος καί τινα αὐτοῦ προσκόμματα ὀνομάζεται· καὶ ἄλλα σκληρὰ καὶ μαλακά, καὶ εὐώδη καὶ δυσώδη, καὶ γλυκέα καὶ πικρά, καὶ λεῖα καὶ ὀρθὰ καὶ σκολιά· καὶ πάλιν τὰ μὲν αὐτοῦ καλεῖται ἄκανθαι καὶ τρίβολοι, τὰ δὲ φῶς καὶ σκότος, καὶ ζωὴ καὶ θάνατος, τὰ δὲ νόσοι καὶ ὑγεῖαι· καὶ ἄλλα πάλιν ὀνομάζεται ψεῦδος καὶ ἀλήθεια· καὶ πολλὰ ἕτερα ὀνόματα τίθησιν ἡ γραφὴ κατά τε τῆς ψυχῆς καὶ τῶν νοημάτων αὐτῆς. ἃ δὲ τίθησι κατ' αὐτῆς, ὡς ἔστιν ὀλίγα ἐκ πολλῶν εἰπεῖν, ἔστιν ταῦτα· νοῦν, ψυχήν, καρδίαν, ἄνθρωπον, ἄνδρα, γυναῖκα, δοῦλον, οἰκέτην, πατέρα, υἱόν, πνεῦμα, ὀφθαλμόν, στόμα, χείλη, γλῶσσαν, λάρυγγα, κοιλίαν, κόλπον, βραχίονα, δάκτυλον, ξύλον, μυκτῆρα, πρόβατον, ἔριφον, ποιμένα, καὶ ἄλλα πλείονά ἐστιν ὀνόματα τῆς ψυχῆς, ἃ οὐ δυνατὸν νῦν παραθέσθαι διὰ τὸ εἶδος τῶν σχολίων πολυλογίαν μὴ ἐπιδεχομένων. ἐνταῦθα οὖν πίπτει δίκαιος νοῦς ἐνώπιον τοῦ σατανᾶ, λογισμὸν ἀκάθαρτον ἢ ψευδὲς δόγμα δεξάμενος. καὶ ὁ Δαυὶδ δὲ φησίν· Ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς γῆν. ἀλλὰ τοῦτο τὸ πτῶμα περιέχει γνῶσιν ἀληθῆ καὶ λογισμοὺς καθαρούς. Οὕτως ἀνὴρ ὃς οὐ μετὰ βουλῆς τι πράσσει: Βουλὴν εἶπεν ἐνταῦθα τὴν ἐπὶ τὸ κρεῖττον ῥοπὴν τῆς καρδίας. Μάστιξ ἵππῳ καὶ κέντρον ὄνῳ, ῥάβδος δὲ ἔθνει ἄφρονι (edd. παρανόμῳ): Ἡ ῥάβδος νῦν σύμβολόν. ἐστι κολάσεως. Ἐκ τῶν ἑαυτοῦ ποδῶν (ita etiam eatena; edd. ὁδῶν) ὄνειδος ποιεῖται ὁ ἀποστείλας λόγον δι' ἀγγέλου ἄφρονος: Οὐ δεῖ τοῖς κυσὶ διδόναι τὰ ἅγια, οὐδὲ βάλλειν τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων. Ἀφελοῦ πορείαν σκελῶν καὶ παροιμίαν ἐκ τοῦ στόματος ἀφρόνων: Περίελε ἄφρονος ὁδὸν κακήν, καὶ γνῶσιν ψευδῆ μακρὰν ποίησον ἀπ' αὐτοῦ. Ὃς ἀποδεσμεύει λίθον ἐν σφενδόνῃ, ὅμοιός ἐστιν τῷ διδόντι ἄφρονι δόξαν: Οὐχ ἁρμόσει ἄφρονι γνῶσις, καὶ λίθος ἄτιμος ἐν σφενδόνῃ χρυσῇ. Πολλὰ χειμάζεται πᾶσα σὰρξ ἀφρόνων, συντρίβεται γὰρ ἡ ἔκστασις αὐτῶν: Ἐὰν συντριβῇ ἡ ἔκστασις τῶν ἀφρόνων, καθ' ἣν ἐξέστησαν θεοῦ, πάλιν καθαροὶ γενόμενοι προσέρχονται θεῷ· πᾶσα γὰρ σὰρξ ὄψεται τὸ σωτήριον τοῦ θεοῦ. προσεκτέον δὲ ἐνταῦθα ὅτι τὰς παχυνθείσας ψυχὰς ἀπὸ τῆς κακίας σάρκας ἀφρόνων

Intertext edge

Open linked passage

Note