Expositio in Proverbia Salomonis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/evagrius-ponticus" aria-label="More works by Evagrius Ponticus">
—
⋯
Original / primary: Pg Scrape Grc
116.1
ὠνόμασεν· οὕτω καὶ ὁ κύριος φησίν· Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Ὥσπερ κύων ὅταν ἐπέλθῃ ἐπὶ τὸν ἔμετον ἑαυτοῦ καὶ μισητὸς γένηται, οὕτως ἄφρων τῇ ἑαυτοῦ κακίᾳ ἀποστρέψας (edd..): Ὁ ἀποβαλὼν κακίαν αὐτοῦ καὶ ἐπιστρέψας πάλιν πρὸς αὐτὴν ὅμοιός ἐστιν κυνὶ ἐσθίοντι τὸν ἑαυτοῦ ἔμετον. Κρύψας ὀκνηρὸς τὴν χεῖρα ἐν τῷ κόλπῳ αὐτοῦ οὐ δύναται ἐπενεγκεῖν: Εἰ ἀπὸ καρπῶν δικαιοσύνης φύεται δένδρον ζωῆς, πᾶς ὁ κρύπτων τὴν δικαιοσύνην τῇ ἀδικίᾳ οὐ βρώσεται ἐκ τούτου τοῦ δένδρου. Ὥσπερ ὁ κρατῶν κέρκου κυνός, οὕτως ὁ προεστὼς ἀλλοτρίας κρίσεως: Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς ψηφιζομένους τινὰς τῶν ἀναξίων ἐν ἱερωσύνῃ ἢ ἐν κλήρῳ. Ὅπου δὲ οὐκ ἔστιν δίθυμος, ἡσυχασθήσεται μάχη: Τὸν θυμώδη δίθυμον εἶπεν. Χείλη λεῖα καρδίαν καλύπτει πονηράν: Καρδίαν καθαρὰν οὐ καταλήψεται λύπη, ἐπιθυμίας γὰρ φθαρτὰς ἀπώσατο ἀπ' αὐτῆς. Ἐάν σου δέηται ὁ ἐχθρὸς ἱκετεύων (edd. om.) μεγάλῃ τῇ φωνῇ, μὴ πεισθῇς αὐτῷ: Δέεται ἡμῶν ὁ σατανᾶς ποτὲ μὲν διὰ τῶν ἀκαθάρτων λογισμῶν γαργαλίζων ἡμᾶς καὶ τῷ λείῳ τῆς ἡδονῆς ἐπισπώμενος, ποτὲ δὲ καὶ φωνὴν οὕτως ἔναρθρον ὡς ἡττηθεὶς προβαλλόμενος, ὡς οὐ δεῖ πείθεσθαι ἄσπονδον ἔχοντι τὸν πόλεμον τὸν πρὸς ἡμᾶς. Ἑπτὰ γάρ εἰσι πονηρίαι ἐν τῇ καρδίᾳ αὐτοῦ: Τοῖς ἑπτὰ πνεύμασιν ἀντίκεινται αὗται αἱ πονηρίαι. Ψυχὴ ἐν πλησμονῇ οὖσα κηρίοις ἐμπαίζει, ψυχῇ δὲ ἐν ἐνδείᾳ (edd. ἐνδεεῖ) καὶ τὰ πικρὰ γλυκέα φαίνεται: Ψυχὴ καθαρὰ κατατρυφᾷ γνώσεως· ψυχὴ δὲ ἀκάθαρτος καὶ τὴν ψευδώνυμον γνῶσιν ἀληθῆ γνῶσιν νομίζει. Οὕτως ἄνθρωπος δουλοῦται, ὅταν ἀποξενωθῇ ἐκ τῶν ἰδίων τόπων: Τόπος τῆς καρδίας ἐστὶν ἀρετὴ καὶ γνῶσις, ἀφ' ὧν ἀποξενωθεὶς ἄνθρωπος ἐμπίπτει εἰς κακίαν καὶ ἀγνωσίαν καὶ γίνεται δοῦλος· ἐπειδὴ πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας. Μύροις καὶ οἴνοις καὶ θυμιάμασι τέρπεται καρδία: Νοῦς ἀπαθὴς πολυποικίλῳ τέρπεται σοφίᾳ· νοῦς δὲ ἐμπαθὴς ἐν ἀγνωσίαις πεσεῖται.