Expositio in Proverbia Salomonis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/evagrius-ponticus" aria-label="More works by Evagrius Ponticus">
—
⋯
Original / primary: Pg Scrape Grc
119.1
Λέων πεινῶν καὶ λύκος διψῶν ὃς τυραννεῖ πτωχὸς ὢν ἔθνους πενιχροῦ: Εἰ μακάριοί εἰσιν οἱ πεινῶντες καὶ διψῶντες δικαιοσύνην, λέοντες καὶ λύκοι εἰσὶν οἱ διψῶντες καὶ πεινῶντες τὴν ἀδικίαν. Βασιλεὺς ἐνδεὴς προσόδων μέγας συκοφάντης: Αἱ πρόσοδοι τοῦ πονηροῦ βασιλέως εἰσὶν αἱ κακίαι καὶ τὰ ψευδῆ δόγματα· ταῦτα γὰρ αὐτῷ προσοδεύουσιν οἱ βασιλευόμενοι ὑπ' αὐτοῦ. Ἄνδρα τὸν ἐν αἰτίᾳ φόνου ὁ ἐγγυώμενος φυγὰς ἔσται καὶ οὐκ ἐν ἀσφαλείᾳ: Ὁ ἐγγυώμενος τὸν σατανᾶν ἐγγυᾶται τὴν ἀδικίαν, ὑπισχνούμενος αὐτῷ τοὺς τῆς ἀδικίας ἀποδώσειν καρπούς. περὶ τούτου δὲ καὶ τὸ εὐαγγέλιον λέγει ὡς διὰ φόνον καὶ στάσιν βεβλημένου εἰς φυλακήν. Οὐ μὴ ὑπακούσῃ ἔθνει παρανόμῳ: Ἔθνος παράνομον τὸ τάγμα τῶν δαιμόνων ἐστίν, ᾧ οὐχ ὑπακούει ὁ παιδευθεὶς υἱός. Ὁ ἐργαζόμενος τὴν αὐτοῦ γῆν ἐμπλησθήσεται ἄρτων: Ὁ καθαίρων ἑαυτὸν πλησθήσεται γνώσεως, ὁ δὲ ἀκάθαρτος πλησθήσεται ἀγνωσίας. Ὃς αἰσχύνεται πρόσωπα ἀδίκων (edd. οὐκ αἰσχ. πρ. δικαίων), οὐκ ἀγαθός: Εἰ πρόσωπα δικαίων εἰσὶν αἱ ἀρεταί, οὐκ ἀγαθὸς ὁ μὴ τὰς ἀρετὰς αἰσχυνόμενος· καὶ εἰ πρόσωπα τῶν ἁμαρτωλῶν εἰσὶν αἱ κακίαι, ἀγαθὸς ὁ τὰς κακίας μὴ αἰσχυνόμενος. Σπεύδει πλουτεῖν ἀνὴρ βάσκανος: Οἱ οὖν ἐλεήμονες ἐν τῷ αἰῶνι τῷ μέλλοντι ἐλεηθέντες ὑπὸ θεοῦ καὶ γενόμενοι ἄγγελοι ἄρξουσι τῶν ἀσεβῶν. τοιοῦτον δὲ ἀξίωμα καὶ τοῖς μαθηταῖς αὐτοῦ ὑπέσχετο δώσειν ὁ κύριος, τοῦ καθίσαι αὐτοὺς ἐπὶ δώδεκα θρόνων, κρίνοντας τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. θρόνος δέ ἐστιν ἐν ᾧ ὁ νοῦς καθέζεται, γνῶσις πνευματική, τοὺς πλανηθέντας ἀπὸ τῆς θεοσεβείας ἐπισυνάγουσα. τὸ δὲ κρίνειν ἐνταῦθα τὸ διδάσκειν σημαίνει, ὡς τὸ Ἄνοιγε σὸν στόμα λόγῳ θεοῦ καὶ κρίνε πάντα ὑγιῶς, ἀντὶ τοῦ Δίδασκε. ἅμα δὲ καὶ τοῦτο ἰστέον, ὅτι ὁ ἐλεήμων κρατήσας τοῦ βασκάνου, αὐτὸς μὲν οὐ γενήσεται βάσκανος, ἐλεήμονα δὲ ποιήσει μᾶλλον τὸν βάσκανον. Ἐν δὲ τῇ ἀπωλείᾳ ἐκείνων πληθυνθήσονται δίκαιοι: Ἐὰν ἀποθῶνται οἱ ἀσεβεῖς τὸ εἶναι ἀσεβεῖς, γενήσονται δίκαιοι· ἡ γὰρ ἀπώλεια νῦν τὴν ἀναίρεσιν τῆς ἀσεβείας σημαίνει. οὕτω καὶ Ματθαῖον τὸν τελώνην ἀπολέσας ὁ κύριος δικαιοσύνην αὐτῷ ἐχαρίσατο. Ἐξαπίνης γὰρ φλεγομένου αὐτοῦ οὐκ ἔστιν ἴασις: Οὐκ εἶπεν ὅτι παυσαμένης τῆς φλογὸς οὐκ ἔστιν 120 ἴασις, ἀλλὰ φλεγομένου αὐτοῦ οὐκ ἔστιν ἴασις, ὡς ἔχοντος ἔτι δηλονότι ξύλα χόρτον καλάμην· εἴπερ καὶ τοῖς καιομένοις μετὰ τὸν καυτῆρα πέφυκεν ἡ ὑγεία προσγίνεσθαι. Ἀρχόντων δὲ ἀσεβῶν στένουσιν ἄνδρες: Ὅσοι εἰσὶν ὑπὸ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, οὗτοι πάντες καὶ στένουσιν. Ὃς δὲ ποιμαίνει πόρνας, ἀπολεῖ πλοῦτον: Ὁ δὲ ἐκτρέφων κακίας ἀπολεῖ πλοῦτον.– Ἄλλως. ποιμήν ἐστιν ἀγαθὸς νοῦς ἀπαθεῖς λογισμοὺς κεκτημένος· καὶ ποιμήν ἐστιν πονηρὸς νοῦς ἐμπαθεῖς λογισμοὺς κεκτημένος. εἰ δὲ τοῦτο, οὐκοῦν ἔριφός ἐστιν λογισμὸς ἐμπαθής, καὶ πρόβατόν ἐστιν λογισμὸς ἀπαθής· διὸ καὶ τοὺς ἐρίφους ὁ κύριος ἵστησιν ἐξ ἀριστερῶν, τὰ δὲ πρόβατα ἐκ δεξιῶν· ἐρίφους δὲ καὶ πρόβατα λέγει τοὺς κεκτημένους ἐρίφους καὶ πρόβατα, τοῦτ' ἔστιν τοὺς ἔχοντας λογισμοὺς ἀπαθεῖς καὶ ἐμπαθεῖς. οὕτω καὶ τοὺς ἔχοντας τὰ ζιζάνια προσηγόρευσεν, καὶ τοὺς τὸν σῖτον ἔχοντας σῖτον, ἀπὸ τῆς χειρίστης καὶ ἀρίστης ἕξεως ὀνομάσας αὐτούς. τοιοῦτόν ἐστιν καὶ τὸ παρὰ τῷ Παύλῳ λεγόμενον, τὸ Ἡ ἀγάπη οὐ περπερεύεται, ἀντὶ τοῦ Ὁ ἔχων τὴν ἀγάπην. Βασιλεὺς δίκαιος ἀνίστησι χώραν: Ὁ μὲν Χριστὸς ἀνίστησι τὴν φύσιν τὴν λογικήν· ὁ δὲ ἀντίχριστος κατασκάπτει. Καὶ πτωχῷ οὐχ ὑπάρχει νοῦς ἐπιγνώμων: Οὐκοῦν πτωχός ἐστιν ὁ μὴ ἔχων νοῦν ἐπιγνώμονα. Ἀνὴρ δὲ φαῦλος ὀργιζόμενος καταγελᾶται καὶ οὐ καταπτήσσει: Καὶ ἐπ' αὐτόν, φησὶν ὁ Δαυίδ, γελάσονται καὶ ἐροῦσιν· Ἰδοὺ ἄνθρωπος ὃς οὐκ ἔθετο τὸν θεὸν βοηθὸν αὐτοῦ. Ἄνδρες αἱμάτων (edd. add. μέτοχοι) μισοῦσιν ὅσιον, οἱ δὲ εὐθεῖς ἐκζητοῦσι (edd. ἐκζητήσουσι) ψυχὴν αὐτοῦ: Οὗτος ἐκζητεῖ ψυχὴν δικαίου, ὁ τὰ αὐτῇ νενοημένα νοῆσαι βουλόμενος. Σοφὸς δὲ ταμιεύεται κατὰ μέρος: Οὗτος ταμιεύεται τὸν θυμὸν κατὰ μέρος, ἤτοι ὁ ἐπὶ τοῖς δικαίοις ὀργιζόμενος πράγμασιν, ἢ ὁ διὰ τῆς μακροθυμίας καταναλίσκων τὸν θυμὸν κατὰ μέρος· καὶ πρὸς μὲν τοὺς ἁπλουστέρους λεκτέον τὸ πρότερον, πρὸς δὲ τοὺς σπουδαίους τὸ δεύτερον. Οὐ μὴ ὑπάρξει ἐξηγητὴς ἔθνει παρανόμῳ: Τοῖς μὲν φυλάξασι τὸν νόμον ὑπάρξει ἐξηγητής· τοῖς δὲ 121 παρανομήσασιν ἐξηγητὴς μὲν οὐχ ὑπάρξει, κολαστὴς δὲ ὑπάρξει· εἴπερ οὐ λόγος ἀλλὰ ῥάβδος παρανόμῳ δίδοται ἔθνει. Λόγοις οὐ παιδευθήσεται οἰκέτης σκληρός: Ὅτι οὐδεὶς κατὰ φύσιν σκληρός, παρίστησι τὸ Ἐὰν γὰρ καὶ νοήσῃ, οὐχ ὑπακούσεται· ὁ γὰρ κατὰ φύσιν σκληρὸς οὐκ ἂν ὀρθόν τι νοήσοι ποτέ. τοῦτο δὲ λέγω διὰ τὸν Φαραὼ σκληρυνθέντα ἐπὶ τῷ Ἰσραήλ, καὶ μὴ λόγοις ἀλλὰ μάστιξι παιδευθέντα. Ὃς κατασπαταλᾷ, ἐκ παιδίου (edd. ἐ. παιδὸς) οἰκέτης ἔσται: Εἰ τὸ σπαταλᾶν ἁμαρτάνειν ποιεῖ, πᾶς δὲ ὁ ποιῶν τῆν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας, πᾶς ἄρα ὁ σπαταλῶν δοῦλός ἐστι τῆς ἁμαρτίας. Ὕβρις ἄνδρα ταπεινοῖ: Νῦν τὴν κακίαν ὕβριν ψυχῆς λογικῆς ὀνομάζει. Ὃς μερίζεται κλέπτῃ, μισεῖ τὴν ἑαυτοῦ ψυχήν: Ὁ κλέπτης, φησίν, οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ. Ἐὰν δὲ ὅρκου προτεθέντος ἀκούσαντες μὴ ἀναγγείλωσιν: Ὅρκον εἶπεν τὸν νόμον· ὥσπερ γὰρ ὁ ὅρκος τίθησι θεὸν ἐν ψυχῇ, οὕτω καὶ ὁ νόμος εἰσάγει θεὸν ἐν ψυχῇ· καὶ ὃν τρόπον πάλιν ἀναιρεῖ ἡ ἐπιορκία θεὸν ἐκ ψυχῆς, οὕτω καὶ παρανομία ἐκβάλλει θεὸν ἀπ' αὐτῆς. ἐὰν οὖν, φησίν, νόμου τεθέντος ἀκούσωσι καὶ μὴ ἐξαγορεύσωσιν ἑαυτῶν τὰς ἁμαρτίας, φοβηθέντες καὶ αἰσχυνθέντες ἀνθρώπους, ὑποσκελισθήσονται. οὕτω δὴ καὶ ὁ Δαυίδ· Ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου. καὶ πάλιν ὁ Σολομὼν φησίν· Ὁ ἐπικαλύπτων ἀσέβειαν ἑαυτοῦ οὐκ εὐοδωθήσεται, ὁ δὲ ἐξηγούμενος καὶ ἐλέγχων ἀγαπηθήσεται. καὶ ὁ Δαυὶδ Εἶπα, φησίν, Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. καὶ Λέγε σὺ πρῶτος τὰς ἀνομίας σου. Πολλοὶ θεραπεύουσι πρόσωπα ἡγουμένων: Ἐν τῷ κατορθοῦν θεραπεύομεν τοὺς ἀγγέλους· αὐτοὶ γάρ εἰσιν οἱ ἡγούμενοι ἡμῶν ἀπ' ἀρχῆς λαβόντες ἡμᾶς, ὅτε διεμέριζεν ἔθνη ὁ ὕψιστος καὶ ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων αὐτοῦ. τὸ δὲ ἐκ τῆς κρίσεως δίκαιον ὑπάρξει ἡμῖν παρὰ τοῦ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὅτε κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ· εἴγε πᾶσαν τὴν κρίσιν ὁ πατὴρ δέδωκεν τῷ υἱῷ. Γυναῖκα ἀνδρείαν τίς εὑρήσει: Ἀνδρεία ἐστὶν ἕξις ἀρίστη λογικῆς ψυχῆς, καθ' ἣν τῶν ἀντικειμένων αὐτῇ κεκράτηκεν ἐχθρῶν. Ἡ τοιαύτη σκύλων οὐκ ἀπορήσει: Νικήσαντες τὴν ἀντικειμένην δύναμιν σκυλεύομεν αὐτήν, τοὺς περὶ αὐτῆς λόγους μανθάνοντες. Μηρυομένη ἔρια καὶ λίνον: Μηρύεται ἔρια καὶ λίνον ψυχὴ τοὺς περὶ ἐμψύχων καὶ ἀψύχων λόγους 122 γυμνάζουσα, ἢ τοὺς περὶ πρακτικῆς καὶ φυσικῆς ἐξετάζουσα λόγους. ἔλεγε δέ τις ὅτι μηρύεται ἔρια καὶ λίνον ψυχὴ τὴν περὶ σωμάτων καὶ ἀσωμάτων θεωρίαν διὰ τῆς πρακτικῆς ἕλκουσα πρὸς αὐτήν. Καὶ ἀνισταμένη ἐκ νυκτῶν (edd. ἀνίσταται ἐ. ν. καὶ) ἔδωκε βρώματα τῷ οἴκῳ: Τὴν ἐκ νυκτὸς ἀνισταμένην ψυχὴν ἐγρηγορυῖαν εὑρίσκει ὁ τῆς δικαιοσύνης ἥλιος· πάντως δὲ καὶ προσευχομένην ἵνα μὴ ἐμπέσῃ εἰς πειρασμόν· σπεύδει γὰρ καὶ αὐτὴ εἰπεῖν τὸ Ἠγρύπνησα καὶ ἐγενόμην ὡς στρουθίον μονάζον ἐπὶ δώματι. Καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς: Λύχνος ἐστὶ νοῦς καθαρὸς πνευματικῆς θεωρίας πεπληρωμένος. Τοὺς πήχεις αὐτῆς̣ ut cod. Alex.) ἐρείδει εἰς ἄτρακτον: Ἄτρακτός ἐστι νοῦς καθαρός, συμπλέκων ἀρετὴν ἀρετῇ καὶ δόγματι δόγμα· ἢ λόγος προφορικός, ἕλκων ἀπὸ τοῦ νοῦ πνευματικὴν θεωρίαν. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς ὅταν που̣ cod. ποῦ) χρονίζῃ: Οὐκ ἂν προέλθοι ὁ νοῦς οὐδ' ἐν τῇ θεωρίᾳ γένοιτο τῶν ἀσωμάτων, μὴ τὰ ἔνδον διορθωσάμενος· ἡ γὰρ ταραχὴ τῶν οἰκείων ἐπιστρέφειν αὐτὸν εἴωθε πρὸς τὰ ἀφ' ὧν ἐξελήλυθεν· ἀπάθειάν τε κτησάμενος χρονίσει τε ἐν τῇ θεωρίᾳ, καὶ οὐ φροντίσει τῶν ἐν οἴκῳ· ἐνδέδυται γὰρ θυμὸς μὲν πραΰτητα καὶ ταπεινοφροσύνην, ἐπιθυμία δὲ σωφροσύνην καὶ ἐγκράτειαν. Ἐκ βύσσου καὶ πορφυρᾶς ἑαυτῇ ἐνδύματα: Γῆς καὶ θαλάσσης οἱ λόγοι ἐνδύματά εἰσι ψυχῆς λογικῆς ἐκ βύσσου καὶ πορφυρᾶς. ἄλλος δέ τις ἐρεῖ τὴν θεωρίαν τῶν γεγονότων καὶ τὴν θεωρίαν τῆς ἁγίας τριάδος ἔνδυμα εἶναι νοῦ καθαροῦ ἐκ βύσσου καὶ πορφυρᾶς. Σινδόνας ἐποίησεν καὶ ἀπέδοτο, περιζώματα δὲ uṭ cod. Alex.) τοῖς Χαναναίοις: Ἡ φανεῖσα σινδὼν ἐπὶ τοῦ δώματος Πέτρῳ σύμβολον ἦν τοῦ κόσμου τοῦ αἰσθητοῦ· τὰ γὰρ ἐν αὐτῇ περιεχόμενα ζῶα τὰ διάφορα ἤθη τῶν ἀνθρώπων ἐδήλου καθαρισθέντα τῷ σταυρῷ τοῦ Χριστοῦ. εἰ οὖν ἡ μία σινδὼν τὸν κόσμον τοῦτον ἐσήμαινεν, μήποτε αἱ πλείους σινδόνες τὴν περὶ διαφόρων κόσμων περιέχουσι θεωρίαν, ἣν ἡ καθαρὰ ψυχὴ θεωρήσασα καὶ ἄλλοις μετέδωκεν. εἰ δὲ οἱ Χαναναῖοι ταπεινοὶ ἑρμηνεύονται, καλῶς οὐ τοῖς ταπεινοῖς τὴν διάνοιαν ἀπέδοτο τὰς σινδόνας, ἀλλὰ καθαροῖς μὲν τὰς σινδόνας, τοῖς δὲ Χαναναίοις περιζώματα, ἅπερ πρακτικῆς ἐστὶ σύμβολα, τὸ παθητικὸν μέρος τῆς ψυχῆς περισφίγγοντα. Στεγναὶ διατριβαὶ οἴκων αὐτῆς: Εἰ ὁ διάβολος βασιλεύς ἐστι πάντων τῶν ἐν τοῖς ὕδασι καὶ δι' ἀνύδρων τόπων ἀνάπαυσιν οὐχ εὑρίσκει, καλῶς τῆς καθαρᾶς ψυχῆς στεγναὶ αἱ διατριβαὶ λέγονται εἶναι. Σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγεν: Σῖτα ὀκνηρὰ τὰς κακίας εἶναί φασιν. Γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ κυρίου αὕτη αἰνείτω: Εἰ ἀρχὴ σοφίας φόβος κυρίου, δικαίως ἡ τυχοῦσα τῆς σοφίας ψυχὴ αἰνεῖ τὸν φόβον κυρίου, ὅστις γέγονεν αὐτῇ τῆς τοιαύτης γνώσεως πρόξενος. Μετελήφθησαν ἀφ' ὧν εὕρομεν ἑξαπλῶν. καὶ πάλιν αὐτὰ χειρὶ Πάμφιλος καὶ Εὐσέβιος διορθώσαντο.