⋯
Original: Pg Scrape Grc
Οὗτος ἐπιλανθάνεται νόμου, ὁ μὴ νομίμως βιούς· οὗτος μέμνηται τοῦ νόμου, ὁ ζῶν κατ' αὐτόν· καὶ εἰ οὗτος τηρεῖ τὰ ῥήματα τοῦ θεοῦ, ὁ ποιῶν αὐτά, οὗτος ἀπόλλυσιν αὐτά, ὁ μὴ βουλόμενος πράττειν αὐτά· οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι, φησίν, παρὰ τῷ θεῷ, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. Μὴ ἐπαρθῇς, φησί, θεοῦ σοφίαν κτησάμενος· ὅτι δὲ τὴν τοῦ θεοῦ ἐνταῦθα λέγει σοφίαν καὶ αὐτὴν ἀνθρωπίνην, δι' ὧν ἐπιφέρει δείκνυσιν· Ἐν πάσαις γάρ φησιν ὁδοῖς σου γνώριζε αὐτήν, ἵνα ὀρθοτομῇ τὰς ὁδούς σου. Ὅταν αἱ δυνάμεις τῆς ψυχῆς ἐπιμελείας τύχωσιν, τὸ τηνικαῦτα ἐροῦσι Κύριε, τίς ὅμοιός σοι; Πάντα γάρ φησι τὰ ὀστᾶ μου ἐροῦσι Κύριε κύριε, τίς ὅμοιός σοι; ἐπιμελείας γὰρ τυχοῦσα ἡ μνημονευτικὴ δύναμις τῆς ψυχῆς πάντως ἐρεῖ τὸ Ἐμνήσθην τοῦ θεοῦ καὶ εὐφράνθην· ὁμοίως δὲ καὶ ἡ ὀπτικὴ λέξει τὸ Κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην· ὡσαύτως δὲ καὶ ἡ ἐπιθυμητικὴ Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου· ἐρεῖ δὲ καὶ ἡ λογιστικὴ τὸ Διελογισάμην ἡμέρας ἀρχαίας. κατὰ πάντα συμβήσεται καὶ ἐπὶ τῶν ἄλλων δυνάμεων. Ἔν τισιν ἀντιγράφοις κεῖται πλησμονὴ σίτου· οὐ κεῖται δὲ οὔτε εἰς τὸ ἑβραϊκὸν οὔτε παρὰ τοῖς ο τὸ σίτου. Πρὸς μόνην τὴν σοφίαν ἀδυνατοῦσιν οἱ δαίμονες, λογισμοὺς ἐμβάλλειν εἰς τὴν καρδίαν τοῦ σεσοφισμένου μὴ συγχωρούμενοι· ὁ γὰρ νοῦς τοῖς τῆς σοφίας ποιούμενος θεωρήμασιν, ἀνεπίδεκτος γίνεται λογισμοῦ ἀκαθάρτου. Νοῦς καθαρὸς ἐγγίζει σοφίᾳ· ὁ δὲ ἀκάθαρτος μακρυνθήσεται ἀπ' αὐτῆς Τούτου τοῦ ξύλου μετὰ τὴν παράβασιν ὁ Ἀδὰμ μεταλαμβάνειν κωλύεται, εἴπερ ἀπὸ καρπῶν δικαιοσύνης φύεται δένδρον ζωῆς· εἰ δὲ τὸ δένδρον τῆς ζωῆς ἡ τοῦ θεοῦ σοφία ἐστίν, δικαίως ἅψασθαι κωλύεται τούτου τοῦ ξύλου· Εἰς γὰρ κακότεχνόν φησιν ψυχὴν σοφία οὐκ εἰσελεύσεται. Ὁ θεὸς τῇ μὲν σοφίᾳ τὴν γῆν ἐθεμελίωσεν, τῇ δὲ φρονήσει τοὺς οὐρανοὺς ἡτοίμασεν· διὰ δὲ τῆς αἰσθήσεως αὐτοῦ ἐρράγησαν ἄβυσσοι, τὰ δὲ νέφη ἐρρύησαν δρόσους. ἣν ἐνταῦθα γῆν εἶπεν, Παῦλος ὁ ἅγιος πλᾶτος (sic cod.) ὠνόμασεν· καὶ τοὺς ἐνταῦθα οὐρανοὺς λεγομένους ὕψος ἐκεῖνος ἐν τῇ πρὸς Ἐφεσίους καλεῖ, 81 καὶ τὰς λεγομένας τροπικῶς ἀβύσσους ὀνομάζει βάθος, καὶ τὰ δεδροσωμένα νέφη μῆκος καλεῖ. ταῦτα δὲ πάντα λογικῶν ἐστὶ φύσεων σύμβολα, διαιρουμένων κόσμοις καὶ σώμασι κατ' ἀναλογίαν. Τράχηλον τὴν ψυχὴν εἶπεν τὴν βαστάσασαν τὸν ζυγὸν τοῦ κυρίου. Πρόσκομμά ἐστι φύσεως λογικῆς λογισμὸς ἀκάθαρτος ἢ γνῶσις ψευδής. Ἐντεῦθεν γινώσκομεν ὅτι ἡ ἐλεημοσύνη περιαιρεῖ φοβερὰς φαντασίας νύκτωρ ἡμῖν συμβαινούσας· τὸ αὐτὸ δὲ ποιεῖ καὶ πραΰτης καὶ ἀοργησία καὶ μακροθυμία, καὶ ὅσα πέφυκε ταρασσόμενον καταστέλλειν θυμόν· εἴπερ ἐκ τῆς ταραχῆς τοῦ θυμοῦ τὰ φοβερὰ φαντάσματα εἴωθε γίνεσθαι. Αὕτη ἡ πρὸς τὸν πλησίον ἔχθρα ἀπεργάζεταί τινα κακόν. Ἄγνοια κυρίου ἐν ψυχαῖς ἀσεβῶν, γνῶσις δὲ θεοῦ ἐν ψυχῇ δικαίων. Ὥσπερ τοῖς ἀδίκοις ὁ κύριος ὡς δικαιοσύνη ἀντιτάσσεται, καὶ τοῖς ψεύσταις ὡς ἀλήθεια, οὕτως καὶ τοῖς ὑπερηφάνοις ὡς ταπεινοφροσύνη ἀντιτάσσεται. Γνῶσιν σοφοὶ κληρονομήσουσιν· οἱ δὲ ἀσεβεῖς ἐτίμησαν ἀγνωσίαν. Σημειωτέον ἐνταῦθα ὅτι δῶρον ἀγαθὸν ὀνομάζει τὸν νόμον διὰ τὸν λαμβάνοντα δῶρα ἐν κόλπῳ ἀδί82 κως καὶ μὴ κατευοδούμενον· ἐκεῖ γὰρ δῶρα ἄδικα τὰ προστάγματα λέγει τοῦ πονηροῦ, ἅπερ ὁ νοῦς δεχόμενος οὐ κατευοδοῦται ἐν ταῖς ὁδοῖς αὐτοῦ. Οὗτος ἐγκαταλιμπάνει τὸν νόμον, ὁ παραβαίνων αὐτόν. Εἰ ἐφ' ἡμῖν ἐστὶν τὸ χαρακῶσαι τὴν σοφίαν, αἱ δὲ ἀρεταί εἰσιν ἐφ' ἡμῖν· οἱ χάρακες ἄρα δηλοῦσιν ἐνταῦθα τὰς ἀρετάς, αἵτινες ὑψοῦσιν τὴν γνῶσιν τὴν τοῦ θεοῦ. Στέφανος χαρίτων καὶ στέφανος τρυφῆς ἡ γνῶσίς ἐστιν ἡ τοῦ θεοῦ, ἥτις καὶ ὑπερασπίζει ἡμῶν, πάντα λογισμὸν ἐμπαθῆ καὶ πᾶσαν ἀπωθουμένη γνῶσιν ψευδῆ. Αὗται αἱ πολλαὶ ὁδοὶ εἰς μίαν ἄγουσιν ὁδόν, τὴν εἰποῦσαν· Ἐγώ εἰμι ἡ ὁδός. πολλὰς δὲ εἴρηκεν ὁδοὺς τὰς ἀρετὰς τὰς φερούσας ἐπὶ τὴν γνῶσιν τὴν τοῦ Χριστοῦ. Τούτου τοῦ στρατοῦ ὁ τόπος ἐστὶν ἡ κακία καὶ ἡ ψευδώνυμος γνῶσις. Εἰ τοῖς ἀγαπητοῖς αὐτοῦ δίδωσιν ὁ κύριος ὕπνον, οἱ δὲ ἀσεβεῖς οὐκ εἰσὶν αὐτοῦ ἀγαπητοί, τοῖς ἀσεβέσιν ἄρα οὐ δίδωσιν ὕπνον ὁ κύριος. ἐντεῦθεν δέ ἐστιν καὶ πιθανῶς δεῖξαι ὅτι οὐδὲ καθεύδειν πεφύκασιν οἱ δαίμονες. Ἐντεῦθεν γινώσκομεν τίσι τρέφεται ὁ στρατὸς τῆς ἀντικειμένης δυνάμεως· σῖτα γάρ φησιν αὐτοῦ ἐστὶν ἡ ἀσέβεια, καὶ οἶνος παρανομία. Προπορεύονται ἡμῶν αἱ ἀρεταὶ καὶ φωτίζουσιν ἡμᾶς, ἕως ἂν ὁ ἥλιος τῆς δικαιοσύνης τὴν ἑαυτοῦ ἡμέραν ἡμῖν ἐπιλάμψῃ. Οὐδὲ τὸν τρόπον πῶς ἁμαρτάνουσιν οἱ ἀσεβεῖς ἐπίστανται, οὐδὲ τὴν αἰτίαν γινώσκουσιν πόθεν προσκόπτουσιν· ἀλλ' οὐδ' αὐτὸ τοῦτο ἴσασιν, ὅτι παρανομοῦσιν, ὅπερ ἐστὶν γνώρισμα τῆς ἐσχάτης ἀνοίας. Πηγὰς λέγει τὰς ἀρετάς, ἀφ' ὧν γεννῶσι τὸ ὕδωρ τὸ ζῶν, ὅπερ ἐστὶν ἡ γνῶσις τοῦ Χριστοῦ. καὶ ὁ Δαυὶδ Ὤφθησάν φησιν αἱ πηγαὶ τῶν ὑδάτων καὶ ἀνεκαλύφθησαν τὰ θεμέλια τῆς οἰκουμένης, παρὰ τὴν ἐπιδημίαν δηλονότι τοῦ σωτῆρος ἡμῶν Χριστοῦ. Ὅσοι λογισμοὺς ἔχουσιν ἀπαθεῖς καὶ δόγματα ἀληθῆ, οὗτοι ὁρῶσιν ὀρθά. 83 Ἡ ἀρετὴ γὰρ μεσότης· διὸ καὶ τὴν ἀνδρείαν μεταξὺ τῆς θρασύτητος καὶ τῆς δειλίας εἶναί φασιν· νῦν δὲ ὀνομάζει δεξιὰ οὐ τὰ φύσει δεξιά, ἀλλὰ τὰ φαινόμενά τισι διὰ τὰς ἡδονὰς δεξιά. βορέας γάρ φησιν σκληρὸς ἄνεμος, ὀνόματι δὲ ἐπιδέξιος καλεῖται· βορέαν λέγων συμβολικῶς τὸν πονηρόν, ἀφ' οὗ ἐξεκαύθη πάντα τὰ κακὰ ἐπὶ τῆς γῆς. Συμφωνεῖ τούτοις τὸ Ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον καὶ φυλάξει πόλιν, καὶ ἑξῆς. Τὸ λῖπος τὴν ἡδονὴν σημαίνει, ἀφ' ἧς τίκτεται ἡ ἀκαθαρσία· ἧς ἔκγονον κακία καὶ ἄγνοια, ὧν οὐδέν ἐστιν πικρότερον ἐν τοῖς γεγονόσιν εὑρεῖν. Ἣν ἀνωτέρω πόρνην εἶπεν, νῦν ἀφροσύνην ὠνόμασεν. Ὑπὲρ τῶν μετὰ θανάτου καταβαινόντων εἰς τὸν ᾅδην προσεύχεται ὁ Δαυὶδ λέγων· Καταβήτωσαν εἰς ᾅδου ζῶντες. Εἰ οὐκ εὔγνωστοί εἰσιν αἱ τροχιαί, καλῶς εἴρηται τὸ Οὐκ οἴδασι πῶς προσκόπτουσιν. Ὁδὸν εἶπεν ἐνταῦθα τὸν ἐπὶ τὴν ἀρετὴν ὁδεύοντα νοῦν· ἢ τάχα τὴν ἀρετὴν προστάσσει χωρίζειν ἡμᾶς ἀπὸ κακίας. Ἐνταῦθα γινώσκομεν ὅτι τὸ θυμικὸν μέρος ἐπικρατεῖ ἐν τοῖς δαίμοσιν· ἀνελεήμων γὰρ θυμός, φησίν, καὶ ὀξεῖα ὀργή. Διὰ τῶν κακιῶν οἱ πονηροὶ κατατρίβουσι τὰς σάρκας τοῦ Χριστοῦ, καὶ τὸ αἷμα καταναλίσκουσιν, κοινὸν αὐτὸ ἡγησάμενοι· ὁ τρώγων γάρ μου, φησί, τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ. Ἦν ὅτε οὐκ ἦν κακία, καὶ ἔσται ὅτε οὐκ ἔσται· οὐκ ἦν δὲ ὅτε οὐκ ἦν ἀρετή, οὐδὲ ἔσται ὅτε οὐκ ἔσται· ἀνεξάλειπτα γὰρ τὰ σπέρματα τῆς ἀρετῆς. πείθει δέ με καὶ οὗτος παρ' ὀλίγον καὶ οὐ τελείως ἐν παντὶ κακῷ γεγονῶς, καὶ ὁ πλούσιος ἐν τῷ ᾅδῃ διὰ κακίαν γενόμενος καὶ οἰκτείρων τοὺς ἀδελφούς· τὸ δὲ ἐλεεῖν σπέρμα τυγχάνει τὸ κάλλιστον τῆς ἀρετῆς. Ἡ γνῶσις καὶ φρέαρ ἐστὶ καὶ πηγή· τοῖς μὲν γὰρ προσελθοῦσι τὴν ἀρετὴν βαθὺ φρέαρ εἶναι δοκεῖ, 84 τοῖς δὲ ἀπαθέσι καὶ καθαροῖς πηγή· οὕτω καὶ ὁ σωτὴρ ἐκαθέζετο ἐπὶ τῇ πηγῇ, ὥρα ἦν ὡσεὶ ἕκτη· ἡ δὲ Σαμαρεῖτις φρέαρ αὐτὴν ὀνομάζει· Κύριε γάρ φησιν, οὔτε ἄντλημα ἔχεις καὶ τὸ φρέαρ ἐστὶ βαθύ. Ἡ γυνὴ ἐνταῦθα τὴν τοῦ θεοῦ γνῶσιν σημαίνει· αὕτη δὲ ἐκ νεότητος ἡμῖν ἐδόθη, ἥντινα ἀνωτέρω διδασκαλίαν ὁ Σολομὼν νεότητος λέγει· Υἱέ φησι, μή σε καταλάβῃ βουλὴ κακή, τὸν διάβολον λέγων ὡς κακῶς βουλευσάμενον, ἡ ἀπολιποῦσα διδασκαλίαν νεότητος καὶ διαθήκην θείαν ἐπιλελησμένη. λήθη δὲ καὶ ἀπόλειψις γνώσεως καὶ κτήσεως δεύτεραι· ὥσπερ καὶ ὑγείας νόσος ἐσχάτη, καὶ ζωῆς θάνατος δεύτερος. ἅμα δὲ καὶ τοῦτο ἰστέον, ὅτι περ' ἡ αὐτὴ γνῶσις καὶ μήτηρ λέγεται καὶ γυνὴ καὶ ἀδελφή· μήτηρ μὲν ἐπειδὴ ὁ διδάξας με δι' αὐτῆς με γεγέννηκεν, ὡς Παῦλος διὰ τοῦ εὐαγγελίου Γαλάτας· γυνὴ δὲ ὅτι συνοῦσά μοι τίκτει τὰς ἀρετὰς καὶ δόγματα ὀρθά, εἴγε ἡ σοφία ἀνδρὶ τίκτει φρόνησιν· ἀδελφὴ δὲ ὅτι ἐγώ τε καὶ αὐτὴ ἐκ τοῦ ἑνὸς γεγόναμεν θεοῦ καὶ πατρός· Εἶπον γάρ φησι τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι. Εἰ χάρις καὶ φιλία ἐλευθεροῖ, ἀρετὴ δὲ καὶ γνῶσις ἐλευθεροῖ ψυχὴν λογικήν, ἡ χάρις καὶ ἡ φιλία ἀρετὴ καὶ γνῶσις ἐστίν. εἰ δὲ ἡ ἔλαφος ἐκ τῆς φιλίας, ὁ δὲ πῶλος ἐκ τῆς χάριτος γεννᾶται, ἡ μὲν ἔλαφός ἐστι θεωρίας σύμβολον, ὁ δὲ πῶλος τῆς ἀπαθείας· ἡ μὲν γὰρ ἐξ ἀρετῶν, ἡ δὲ ἐκ τῆς γνώσεως γίνεσθαι πέφυκεν. Ἰδία τῆς λογικῆς φύσεώς ἐστιν ἡ ἀρετὴ καὶ ἡ γνῶσις ἡ τοῦ θεοῦ. Τὸ πολλοστὸν εἶναι τὸ πλῆθός ἐστιν ἔχειν θεωρημάτων· πλῆθος δέ ἐστιν τῶν ὠφελουμένων. Τὸ Μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν, τινὲς μὲν περὶ τῆς ἔξωθεν σοφίας νομίσουσι λέγεσθαι, πρὸς ἣν χρονίζειν οὐκ ἀναγκαῖον διὰ τὰς ἐγκεκρυμμένας ἀπάτας· τινὲς δὲ περὶ τῆς κακίας ἐκλήψονται, καὶ τὸ μὴ πολὺν εἶναι πρὸς αὐτὴν ἑρμηνεύσουσιν οὕτως, ὅτι οὐ δυνατὸν ἄνθρωπον ὄντα παντάπασιν ἀπέχεσθαι πονηρῶν λογισμῶν, μὴ χρονίζειν μέντοιγε ἐν αὐτοῖς δυνατόν· καὶ ὅτι ἀγκάλας τὰς ἀλλοτρίας τοὺς πονηροὺς λογισμοὺς ὀνομάζει, τοὺς συνέχοντας τὴν ψυχὴν καὶ μὴ λανθάνοντας τὸν καρδιογνώστην θεόν. Πᾶς ὁ τὸν φίλον τῶν ἀποστόλων Χριστὸν ἐγγυώμενος, ὡς δικαιοσύνην καὶ ἀλήθειαν, παραδίδωσι τὴν ἑαυτοῦ ψυχὴν τοῖς ἐχθροῖς τοῖς εἰωθόσι πολεμεῖν τοῖς ἀνθρώποις διὰ τὴν πρὸς τὸν σωτῆρα φιλίαν· φιλία γάρ ἐστιν πνευματική, γνῶσις θεοῦ, καθ' ἣν καὶ οἱ ἅγιοι φίλοι χρηματίζουσι τοῦ θεοῦ· οὕτω καὶ Ἰωάννης ὁ βαπτιστὴς φίλος ἦν τοῦ νυμφίου, καὶ Μωσῆς καὶ οἱ ἀπόστολοι· Οὐκέτι γάρ φησιν ὑμᾶς καλῶ δούλους. Παρό85 ξυνε δέ φησιν διὰ προσευχῶν καὶ δεήσεων καὶ τὸν φίλον σου ὃν ἐνηγγυήσω, λέγων· Φύλαξόν με κύριε ἐκ χειρὸς ἁμαρτωλοῦ, καὶ ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με, καὶ ἕνεκα τῶν ἐχθρῶν μου μὴ παράδος με εἰς χεῖρας θλιβόντων με· ὅτι ἕνεκέν σου θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Ὕπνος μέν ἐστι ψυχῆς ἡ κατ' ἐνέργειαν ἁμαρτία· νυσταγμὸς δὲ τὸ πρῶτον ἐν τῇ ψυχῇ συνιστάμενον ἀκάθαρτον νόημα· διὸ καὶ πρὸ τοῦ νυσταγμοῦ ὁ λόγος τὸν ὕπνον καλεῖ. Ἐρρέθη γάρ φησι τοῖς ἀρχαίοις· Οὐ φονεύσεις, ἐγὼ δὲ λέγω Οὐκ ὀργισθήσῃ. καὶ ἐνταῦθα γὰρ φαίνεταί μοι τὸν ὕπνον κωλύων ὁ νόμος· τὸν δὲ νυσταγμὸν τὸ εὐαγγέλιον τοῦ Χριστοῦ· εἴγε ὁ μὲν περικόπτει τὴν κατ' ἐνέργειαν ἁμαρτίαν, τὸ δὲ τὴν κατὰ διάνοιαν πρῶτον συνισταμένην κακίαν. Σημειωτέον ἐνταῦθα ὅτι τὴν τοῦ μύρμηκος φυσικὴν ἐναρμόνιον κίνησιν σοφίαν καλεῖ· καὶ γὰρ ὁ σοφώτερος σοφοῦ σοφώτερος λέγεται. πῶς δὲ καὶ οὐκ ἔστιν ὑπὸ δεσπότην, εἴγε τὰ σύμπαντα δοῦλα τοῦ θεοῦ; ἢ μή ποτε ὁ θεὸς δεσπότης λέγεται διχῶς, ὡς δημιουργὸς καὶ ὡς γινωσκόμενος; διὸ καὶ ὁ Παῦλος γράφει· Νυνὶ δὲ ἐλευθερωθέντες μὲν ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ θεῷ (δηλονότι κατ' ἀρετὴν καὶ γνῶσιν), ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. εἰ δὲ τοῦ τοιούτου τέλους ἄμοιρός ἐστιν ὁ μύρμηξ ἄλογος ὤν, δῆλον ὅτι καὶ τῆς τοιαύτης δουλείας ἐλεύθερος. καλῶς οὖν λέγεται μὴ εἶναι ὑπὸ δεσπότην ὁ μύρμηξ, κατὰ ταύτην τὴν δεσποτείαν· καὶ εἶναι πάλιν ὑπὸ δεσπότην, ὡς δημιουργὸν ἔχων τὸν θεόν. Διὰ μὲν τοῦ μύρμηκος ἔοικεν ὁ Σολομὼν τὴν πρακτικὴν ὁδὸν ἡμῖν ὑπογράφειν, διὰ δὲ τῆς μελίσσης τὴν θεωρίαν τῶν γεγονότων σημαίνειν καὶ αὐτοῦ τοῦ ποιήσαντος, ἥντινα καὶ καθαροὶ καὶ ἀκάθαρτοι καὶ σοφοὶ καὶ ἀνόητοι πρὸς τὴν τῆς ψυχῆς ὑγείαν προσφέρονται. καὶ φαίνεται μέν μοι ὁ κηρὸς αὐτῶν τῶν πραγμάτων λόγον ἐπέχειν, τὸ δ' ἐναποκείμενον αὐτῷ μέλι σύμβολον εἶναι τῆς θεωρίας αὐτῶν. καὶ ὁ μὲν κηρὸς παρελεύσεται· ὁ οὐρανὸς γάρ φησιν καὶ ἡ γῆ παρελεύσεται· τὸ δὲ μέλι οὐ παρελεύσεται· οὐδὲ γὰρ οἱ λόγοι παρελεύσονται τοῦ σωτῆρος ἡμῶν Χριστοῦ. περὶ ὧν λέγει ὁ Σολομών· Κηρία μέλιτος λόγοι καλοί, γλύκασμα δὲ αὐτῶν ἴασις ψυχῆς· καὶ ὁ Δαυίδ· Ὡς γλυκέα φησὶ τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου. Τὸ ἀποτέλεσμα τοῦ πόνου πόνους ὠνόμασεν. Ὁ ὕπνος οὗτος μόνῃ πέφυκεν ἐπισυμβαίνειν ψυχῇ λογικῇ· σημαίνει γὰρ ἐνταῦθα κακίαν καὶ ἀγνωσίαν· ὧν ἡ ἀγρυπνία ποιεῖ τινά. Πενία ἐστὶ στέρησις γνώσεως· ἔνδεια δὲ σπάνις τῶν ἀρετῶν. Προσεκτέον ἐνταῦθα, μή ποτε ἄρα διὰ τῶν τοιούτων κινημάτων τοῦ σώματος γινώσκουσιν οἱ ἀντικείμενοι τοὺς ἑαυτῶν λογισμοὺς ἐν ἡμῖν τρεφομένους· ἐπειδὴ καρδιογνώστην μόνον τὸν θεὸν πεπιστεύκαμεν εἶναι. Πᾶς ὁ τρώγων τὰς σάρκας τοῦ Χριστοῦ καὶ πίνων τὸ αἷμα αὐτοῦ κτᾶται αἷμα δίκαιον, οὗ στερισκομένη λέγεται ἀποθνήσκειν ψυχὴ λογική· Ψυχὴ γάρ φησιν ἡ ἁμαρτάνουσα, αὐτὴ ἀποθανεῖται. εἰ δὲ ἔστιν αἷμα δίκαιον, ἔστιν δηλονότι καὶ αἷμα ἄδικον· ὅπερ συνάγουσιν ἐν ἑαυτοῖς οἱ κατεσθίοντες τὸν δεδομένον βρῶμα λαοῖς τοῖς Αἰθίοψιν, καὶ τρεφόμενοι τῷ ἄρτῳ τοῦ ψεύδους. καὶ οἱ μὲν θύοντες θεοῖς ἀλλοτρίοις τὸ δίκαιον 86 ἑαυτῶν αἷμα καταναλίσκουσιν, οἱ δὲ ἑαυτοὺς θυσίαν προσάγοντες τῷ μόνῳ θεῷ τὸ ἄδικον διαφθείρουσιν αἷμα. ἀκολουθήσει δὲ πάντως τῇ μὲν φθορᾷ τοῦ ἀδίκου αἵματος ἡ γένεσις τοῦ δικαίου αἵματος, καὶ τῇ φθορᾷ τοῦ δικαίου αἵματος ἡ γένεσις τοῦ ἀδίκου αἵματος. ἀλλὰ τοῦτο μὲν νῦν γίνεσθαι πέφυκεν, ἀπ' ἀρχῆς δὲ οὐχ οὕτως· οὐ γὰρ κατὰ φθορὰν κακίας ὑπέστη δικαιοσύνη, ὡς οὐδὲ κατὰ φθορὰν νόσου ὑγεία, τῶν παίδων μετὰ τῆς ὑγείας ἀπ' ἀρχῆς τικτομένων. Ἀδελφοί εἰσιν οἱ τῆς υἱοθεσίας ἔχοντες χάρισμα καὶ ὑπὸ τὸν αὐτὸν ὄντες πατέρα Χριστόν, οὓς χωρίζειν ἐπιχειρεῖ ὁ μάρτυς τῆς ἀδικίας, ταραχὰς ἐν αὐτοῖς ἐμβάλλων καὶ κρίσεις. τὸ δὲ Ἐκκαίει, ὡς οἶμαι, προστέθειται διὰ τοὺς ἐμπαθεῖς λογισμούς, ἀνάπτοντας θυμὸν μὲν πρὸς ὀργὴν καὶ μῖσος, ἐπιθυμίαν δὲ πρὸς αἰσχρὰς ἐργασίας. τούτους τοὺς λογισμοὺς καὶ ὁ ἅγιος Παῦλος ὠνόμασεν τοῦ πονηροῦ βέλη πεπυρωμένα, τιτρώσκοντα τὴν ψυχὴν καὶ θάνατον ἐργαζόμενα. Τὴν μητέρα προστάσσει ἐπάγεσθαι, ἥτις ἐστὶν ἡ σοφία γεννῶσα ἡμᾶς κατὰ θεόν. καίτοι ἐχρῆν αὐτὸν εἰπεῖν τὸν πατέρα· οὗτος γὰρ πρὸς τὸ συνεῖναι τῷ υἱῷ μᾶλλον ἐπιτηδειότερος. ἀλλ' ἐπειδὴ οὐ δυνατὸν αὐτὸν γνῶναι τὸν θεὸν πρὸ τῆς τῶν γεγονότων θεωρίας, τούτου χάριν τὴν μητέρα καὶ οὐ τὸν πατέρα προστάσσει ἐπάγεσθαι, ἵνα διὰ τῆς μητρὸς ὁ υἱὸς ἴδῃ τὸν πατέρα· ἐὰν γὰρ αὐτὴ μὴ γεννήσῃ αὐτόν, οὐ βλέπει τὸ φῶς, ὅπερ ἐστὶν ἡ γνῶσις αὐτοῦ τοῦ θεοῦ. Ὅτι ἡ ἐντολὴ τοῦ νόμου λύχνος ἐστὶ καὶ φῶς, καὶ τάχα λύχνος ἐστὶν ἡ παλαιὰ διαθήκη· ἐκεῖνος γὰρ ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων· φῶς δὲ ἡ νέα διαθήκη· Ἐγὼ γάρ φησιν εἰμὶ τὸ φῶς τοῦ κόσμου. Τοσαύτη γάρ ἐστιν ἡ ἡδονὴ τῆς κακίας, ὅση καὶ ἑνὸς ἄρτου. Οὗτος ἀποδεσμεῖ τὸ πῦρ ἐν τῷ κόλπῳ, ὁ συγχωρῶν τὸν ἀκάθαρτον λογισμὸν ἐν τῇ καρδίᾳ χρονίζοντα διαφθείρειν τοὺς ὀρθοὺς λογισμούς. καὶ οὗτος ἐπὶ τῶν ἀνθράκων περιπατεῖ, ὁ διὰ τῆς κατ' ἐνέργειαν ἁμαρτίας τὴν ἑαυτοῦ ψυχὴν ἀπολλύων. Γυναῖκα ὕπανδρον τὴν κακίαν λέγει· ταύτης γὰρ ἀνὴρ ὁ διάβολος, γεννῶν μετ' αὐτῆς τοὺς παρανόμους υἱούς. καὶ ὁ σωτὴρ δὲ ἐν τοῖς εὐαγγελίοις πρὸς τοὺς Ἰουδαίους Ὑμεῖς, φησίν, ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ. Ἐὰν δὲ ἁλῷ ὑπὸ γνώσεως ἀληθοῦς, ἀποθήσεται πᾶσαν γνῶσιν ψευδῆ, ὁ πρότερον δι' ἔνδειαν γνώσεως κλέπτων ἀπὸ τῆς μωρανθείσης ὑπὸ τοῦ σωτῆρος ἡμῶν σοφίας. Πᾶς ὁ κοινωνήσας τῇ κακίᾳ μοιχός ἐστιν τοῦ διαβόλου, τοῦ πρώτου γήμαντος τὴν κακίαν καὶ ἀπ' ἀρχῆς γεγονότος ἀνθρωποκτόνου.