Expositio in Proverbia Salomonis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/evagrius-ponticus" aria-label="More works by Evagrius Ponticus">
—
⋯
Original / primary: Pg Scrape Grc
87.1
Ἐνταῦθα δείκνυσιν ὅτι τὸν διάβολον ἕξομεν τῶν πεπραγμένων ἡμῖν κατήγορον ἐν ἡμέρᾳ τῆς κρίσεως· τοῦτο δὲ καὶ ὁ ἅγιος Παῦλος φησίν· Ἵν' ὁ ἐξ ἐναντίας ἐντραπῇ, μηδὲν ἔχων τι λέγειν περὶ ἡμῶν φαῦλον. Εἰ διὰ τῆς παραβάσεως τοῦ νόμου τις τὸν θεὸν ἀτιμάζει, διὰ τοῦ ποιεῖν δηλονότι τὸν νόμον τιμᾷ τὸν θεόν. Ἀδελφὴ ἡμῶν ἡ σοφία ἐστίν, διότι ὁ ποιήσας τὴν ἀσώματον φύσιν πατὴρ καὶ ταύτην πεποίηκεν· σοφίαν δὲ ἐνταῦθα λέγει οὐ τὸν υἱὸν τοῦ θεοῦ, ἀλλὰ τὴν θεωρίαν σωμάτων καὶ ἀσωμάτων καὶ τῆς ἐν αὐτοῖς κρίσεως καὶ προνοίας· ἧς εἶδός ἐστιν καὶ ἡ φρόνησις καὶ ἡ γνῶσις, καὶ ἡ παιδεία καὶ ἡ σύνεσις. Οἱ πρὸς χάριν ἐμβαλλόμενοι λόγοι οἱ ἐμπαθεῖς εἰσὶ λογισμοί. Τὴν σάρκα τοῦ ἀνθρώπου θυρίδα νῦν ὀνομάζει· διὰ γὰρ ταύτης ὁ πονηρὸς τὰς ἀπάτας τοῖς ἀνθρώποις ἐργάζεται, τοῖς βουλομένοις ὁδεύειν τὴν πλατείαν ὁδὸν καὶ εὐρύχωρον καὶ ἀπάγουσαν ἐπὶ τὴν ἀπώλειαν. ἀλλ' ἐνταῦθα προσεκτέον τί φησὶν (sic cod.) ὁ Σολομὼν περὶ τῆς κακίας, ὅτι οὐχ αὕτη τὸν ἄνθρωπον ἐν ἀρχαῖς ἐπὶ τὴν κακίαν ἀπάγει, οὐδ' ἀναγκάζει πορεύεσθαι ἐν διόδοις οἴκων αὐτῆς, ἢ προσεγγίζειν γωνίᾳ, ἢ λαλεῖν ἐν σκότει ἑσπερινῷ· ἀλλ' ἐὰν ἴδῃ τινὰ ἑαυτὸν ἐπιδιδόντα ταῖς ἡδοναῖς, εὐθὺς συναντᾷ αὐτῷ, εἶδος ἔχουσα πορνικόν, ἣ ποιεῖ νέων ἐξαπατᾶσθαι καρδίας. Ἡσυχίαν νυκτερινὴν καὶ γνοφώδη τὴν ἀκάθαρτον κατάστασιν ὠνόμασε τῆς ψυχῆς, καθ' ἣν ἀναπτομένη τὴν ἁμαρτίαν διὰ τοῦ σώματος κατεργάζεται. Οἱ μὲν ἐν ταῖς πλατείαις ῥεμβόμενοι μοιχείας καὶ πορνείας καὶ κλοπῆς λαμβάνουσι λογισμούς· οἱ δὲ ἔξω τούτων ῥεμβόμενοι παρὰ φύσιν κινοῦνται ἀρρένων κοίτην ἐπιζητοῦντες, καὶ ἄλλων τινῶν ἀπειρημένων πραγμάτων φαντασίας λαμβάνοντες. Εἰ τῶν λογισμῶν οἱ μὲν καθαροί εἰσιν, οἱ δὲ ἀκάθαρτοι· καὶ εἰ μὲν τῶν γραμμῶν αἱ μὲν εὐθεῖαι καλοῦνται, αἱ δὲ κεκλασμέναι εὐθεῖαι· γωνία δέ ἐστιν κεκλασμένη εὐθεῖα· γωνία ἄρα νοητή ἐστιν ἀκάθαρτος λογισμός. τὸ οὖν παρὰ πᾶσαν γωνίαν ἐνεδρεύειν τὴν κακίαν δηλοῖ τὸ διὰ πάντων τῶν ἀκαθάρτων λογισμῶν αὐτὴν ἐξαπατᾶν τὴν ψυχήν· φέλημα δὲ δαιμονιῶδές ἐστιν νόημα ἐμπαθές, πρὸς αἰσχρὰν ἐργασίαν τὴν ψυχὴν ἐκκαλούμενον. Ἡ κακία ζητεῖ τὸ πρόσωπον τῆς ψυχῆς ἡμῶν καταισχύναι (hoc acc. cod.), διὰ τῶν κειριῶν καὶ τῆς κλίνης καὶ τῶν ἀμφιτάπων καὶ τοῦ κρόκου καὶ τοῦ κινναμώμου· ἅπερ κακὰ καὶ διάφορα πάθη σημαίνει παρὰ τοῖς ἐφευρεταῖς γινόμενα τῶν κακῶν. 88 Εἰ δι' ἡμερῶν πολλῶν ἐπανήξει εἰς τὸν οἶκον αὐτοῦ, πάνυ πνευματικῶς ἐνατενίσας τῇ οἰκονομίᾳ ὁ Παῦλος ἔσχατον ἐχθρὸν γράφει καταργεῖσθαι τὸν θάνατον. Τῶν ἐρωδιῶν τρία γένη εἰσίν, ὅ τε κέπφος καὶ ὁ λευκὸς καὶ ὁ ἀστερίας καλούμενος. τούτων ὁ κέπφος χαλεπῶς εὐνάζεται καὶ ὀχεύει· κράζει τε γὰρ καὶ ὀχεύων αἷμα, ὥς φασιν, ἀφίησιν ἐκ τῶν ὀφθαλμῶν καὶ τίκτει φαύλως καὶ ὀδυνηρῶς. ταῦτα μὲν οὖν ἀπὸ τῶν τοῦ Ἀριστοτέλους ἐκ τῶν περὶ τὰ ζῶα ἱστοριῶν παρεθήκαμεν. ἔοικε δὲ ἡ γραφὴ ἀπὸ τῆς ἱστορίας τοῦ ζώου τοῦ κέπφου τὴν λέξιν πεποιηκέναι τοῦ πειθομένου τῇ πόρνῃ γυναικὶ κεπφουμένου καὶ ἐξομοιουμένου τῷ ὀρνέῳ δι' ἀκολασίαν οἷον διακινηθέντος. Τιτρώσκει μὲν ἡμᾶς τοῖς λογισμοῖς, φονεύει δὲ ταῖς ἁμαρτίαις. Μεταξὺ θρασύτητος καὶ δειλίας ἡ ἀνδρεία ἕστηκεν. Τὴν σοφίαν ποτὲ μὲν ἐν ἐξόδοις, ποτὲ δὲ ἐν εἰσόδοις ὑμνεῖσθαι φησίν, τοῦτ' ἔστιν παρὰ τοῖς ἐξερχομένοις ἀπὸ τῆς κακίας καὶ εἰσερχομένοις εἰς τὴν ἀρετήν. ἔξοδον γὰρ καὶ εἴσοδον τὸν ἐξερχόμενον καὶ εἰσερχόμενον ὀνομάζει· πολλάκις δὲ ἐσημειωσάμεθα τὴν συνήθειαν αὐτοῦ ταύτην, ὅτι ἀπὸ τῶν ἕξεων ὀνομάζει τοὺς κεκτημένους τὰς ἕξεις ἤτοι τὰς ἀρίστας καὶ τὰς χειρίστας. Καρδίαν ἐνταῦθα τὴν ἀρετὴν εἴρηκεν, τὴν ἐπισυμβαίνουσαν τῇ καρδίᾳ. Τὴν σοφίαν ἐνταῦθα ὡς γένος ἔλαβεν τῆς παιδείας καὶ τῆς γνώσεως· παιδείαν γὰρ καὶ γνῶσιν προτάξας ἐπάγει· Κρεῖσσον γὰρ σοφία λίθων πολυτελῶν, ὡς τῆς παιδείας καὶ τῆς γνώσεως περιεχομένης ἐν τῇ σοφίᾳ, ἥτις ἐστὶν πρῶτον χάρισμα τοῦ πνεύματος τοῦ ἁγίου, εἴπερ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας. τὸ δ' αὐτὸ τοῦτο λέγεται καὶ πνεῦμα υἱοθεσίας. Σημειωτέον ὅτι ἀδικίαν καὶ ὕβριν καὶ ὑπερηφανίαν τὸν ἄδικον καὶ ὑβριστὴν καὶ ὑπερήφανον λέγει, ἀπὸ τῆς χειρίστης ἕξεως ὀνομάζων αὐτόν. Ἡ αὐτὴ τροφὴ καὶ κρέας ὀνομάζεται καὶ ἄρτος καὶ γάλα καὶ λάχανα καὶ οἷνος· πλὴν οἱ ἄφρονες 89 ὡς ἄρτον αὐτοὺς λέγονται μεταλαμβάνειν καὶ ὡς οἶνος κεκερασμένος. εἰ δὲ τοῦτο, πῶς νοήσωμεν τὸ Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος. Κρατήρ ἐστιν γνῶσις πνευματικὴ τοὺς περὶ ἀσωμάτων καὶ σωμάτων καὶ κρίσεως καὶ προνοίας περιέχουσα λόγους. Εἰ Παῦλος ὁ ἀπόστολος δοῦλός ἐστιν Χριστοῦ, ὁ δὲ Χριστὸς σοφία ἐστίν, Παῦλος ἄρα ὁ ἀπόστολος δοῦλος σοφίας ἐστίν. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν λοιπῶν ἀποστόλων καὶ τῶν προφητῶν τὸν λόγον συνάξωμεν, δούλους τῆς σοφίας αὐτοὺς ἀποδείξαντες. Τοῦτο τὸ κήρυγμα μόνον ἐστὶν ὑψηλόν, τόπους γνώσεως κηρῦσσον θεοῦ. Οὐκ εἶπεν τῶν ἐμῶν κρεῶν, τελείων γάρ ἐστιν ἡ στερεὰ τροφή. Οὐ δεῖ ἁμαρτάνοντας ἐλέγχειν τοὺς κακούς· μᾶλλον δὲ περὶ φόβου θεοῦ αὐτοῖς διαλέγεσθαι, ὅστις πείθει αὐτοὺς ἀποστῆναι κακίας. 90 Εἰ τὸ γνῶναι τὸν νόμον διανοίας ἐστὶν ἀγαθῆς, καὶ τὸ ποιῆσαι τὴν ἐντολὴν διανοίας ἐστὶν ἀγαθῆς· πλὴν πρότερον τὸ ποιῆσαι τὴν ἐντολὴν τοῦ γνῶναι τὸν νόμον, εἴπερ ἡ γνῶσις μετὰ τὴν κάθαρσιν προσγίνεσθαι πέφυκεν. Ὃς ἐρείδεται ἐπὶ ψεύδεσιν: σχό. Παντὶ ἀνέμῳ τῆς διδασκαλίας περιφερόμενος καὶ ναυαγήσας περὶ τὴν πίστιν. Ἀπέλειπεν γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος: σχό. Ἀπέλειπεν γὰρ τὴν ἄμπελον τὴν εἰποῦσαν· Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα, καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστιν. Συνάγει δὲ χερσὶν ἀκαρπίαν: Ἀκαρπία ἐστὶν κακία καὶ ἄγνοια. Ἣ οὐκ ἐπίσταται αἰσχύνην: σχό. Ὡς διδακτῆς οὔσης τῆς αἰσχύνης εἴρηται τὸ Οὐκ ἐπίσταται αἰσχύνην. καὶ ὁ Δαυὶδ τὸν τοῦ θεοῦ φόβον διδακτὸν εἶναι [λέγει?]· Δεῦτε γάρ φησιν τέκνα, ἀκούσατέ μου, φόβον κυρίου διδάξω ὑμᾶς. εἰ δὲ ὁ φόβος καὶ ἡ αἰσχύνη πάθη ψυχῆς εἰσὶ φυσικά, πῶς διδακτικά ἐστιν; ἢ τάχα φόβον λέγει κυρίου τὴν διδασκαλίαν τὴν περὶ φόβου κυρίου, τὴν διδάσκουσαν ἡμᾶς ὅπως δεῖ ἀπὸ κακίας ἐκκλίνειν· εἴγε τῷ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. καὶ πάλιν αἰσχύνην ὀνομάζει τοὺς περὶ μετανοίας καὶ αἰσχύνης λόγους τοὺς ἄγοντας ἡμᾶς εἰς συναίσθησιν τῶν οἰκείων ἁμαρτημάτων· οὕτω καὶ ὁ Λαυὶδ φησίν· Ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, ἃς σὺ ἐθεμελίωσας· τοῦτ' ἔστιν, ὄψομαι τοὺς λόγους τοὺς περὶ οὐρανῶν καὶ σελήνης καὶ ἀστέρων. Ἄρτων κρυφίων ἡδέως ἅψασθε: σχό. Ἡδύνθη αὐτοῖς ἄρτος ψεύδους· καὶ μετὰ τοῦτο πλησθήσεται τὸ στόμα αὐτῶν ψηφῖδος. Ἀλλὰ ἀποπήδησον, μὴ ἐγχρονίσῃς: Οὐ δεῖ τὸν νοῦν ἐγχρονίζειν τοῖς φαύλοις νοήμασιν· οὐδεὶς γὰρ ἀποδήσει πῦρ ἐν κόλπῳ, καὶ τὰ ἱμάτια οὐ κατακαύσει. Καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃς: Ὥσπερ παρὰ τῷ θεῷ ἐστὶν πηγὴ ζωῆς, οὕτως καὶ παρὰ τῷ διαβόλῳ πηγὴ θανάτου· εἰ δὲ ἡ τοῦ θεοῦ πηγὴ ἀρετῆς καὶ γνώσεώς ἐστιν πηγή, ἡ τοῦ διαβόλου πηγὴ δηλονότι κακίας καὶ ἀγνωσίας ἐστὶν πηγή· ὡσαύτως δὲ καὶ ἐπὶ ποταμῶν καὶ φρεάτων καὶ ὑδάτων καὶ ὑετῶν νοητέον. Οὐκ ὠφελήσουσι θησαυροὶ ἀνόμους: Οὐκ ὠφελήσουσι θησαυροὶ ἀνόμους, οὓς ἐπὶ γῆς ἐθησαύρισαν, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσιν. Ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει: Εἰ ἡ ζωὴ τῶν ἀσεβῶν ἡ κακία ἐστίν, ταύτην δὲ ἀνατρέψει ὁ κύριος, 91 ἔσονται δηλονότι ποτὲ οἱ ἀσεβεῖς οὐκ ἀσεβεῖς· μετὰ γὰρ ταύτην τὴν ἀνατροπὴν ὁ κύριος παραδώσει τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ἵνα γένηται ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν. Παιδεία ἀνεξέλεγκτος πλανᾶται: Παιδείαν ἀνεξέλεγκτον ὀνομάζει τὴν κακὴν τῆς ψυχῆς πολιτείαν, ἥτις καὶ πλάνης αὐτῇ γίνεται πρόξενος. Καλύπτουσιν ἔχθραν χείλη ἄδικα: Ἔχθραν τὴν κακίαν λέγει, διὰ γὰρ ταύτης ἐχθροὶ γινόμεθα τοῦ θεοῦ. Εἰ γὰρ ἐχθροὶ ὄντες, φησὶν ὁ Παῦλος, κατηλλάγημεν τῷ θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ. εἰ δὲ ἡ ἔχθρα ἡ κακία ἐστίν, ἡ φιλία ἡ ἀρετή ἐστιν καὶ ἡ γνῶσις ἡ τοῦ θεοῦ, δι' ἧς φίλοι γινόμεθα τοῦ θεοῦ καὶ τῶν ἁγίων δυνάμεων· ἐπὶ γὰρ ταύτης τῆς φιλίας οἱ τοῦ αὐτοῦ φίλοι καὶ ἀλλήλων εἰσὶ φίλοι. Ἐπιθυμία δὲ δικαίου δεκτή: Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, φησὶν ὁ Δαυίδ. Φόβος κυρίου προστίθησιν ἡμέρας: Εἰ φόβος κυρίου προστίθησιν ἡμέρας, ἀρχὴ δὲ σοφίας φόβος κυρίου, αἱ ἡμέραι αὗται μέρη τῆς σοφίας εἰσὶν ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης γινόμεναι· ὑπὲρ ὧν εὔχεται καὶ ὁ Δαυὶδ λέγων· Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν· ταύτας δὲ τὰς ἡμέρας καὶ Ἀβραὰμ πληρώσας ἀπέθανεν, περὶ οὗ εἴρηται· Καὶ Ἀβραὰμ ἀπέθανεν πρεσβύτερος καὶ πλήρης ἡμερῶν. Δίκαιος τὸν αἰῶνα οὐκ ἐνδώσει: Τὸν αἰῶνα ἀντὶ τοῦ διὰ βίου· καὶ ὁ Παῦλος Οὐ μὴ φάγω, φησίν, κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω, αἰῶνα τὸ συμπαρεκτεινόμενον τῇ συστάσει τῆς ζωῆς αὐτοῦ διάστημα ὀνομάζων. Στόμα δὲ ἀσεβῶν ἀποστρέφεται: Στόμα νῦν τὸν νοῦν εἴρηκεν. Οἷς μὴ ὑπάρχει κυβέρνησις: Παντὶ ἀνέμῳ τῆς διδασκαλίας περιφερόμενοι καὶ ναυαγοῦντες περὶ τὴν πίστιν. 92 Μισεῖ δὲ ἦχον ἀσφαλείας: Ἦχον ἀσφαλείας τοὺς περὶ σωτηρίας λόγους ὠνόμασεν. Ἐξολλύει δὲ τὸ ἑαυτοῦ σῶμα ὁ ἀνελεήμων: Ἐνταῦθα τὴν ψυχὴν ἄντικρυς προσεῖπεν σῶμα. καὶ ὁ Χριστὸς δὲ ἐν τοῖς εὐαγγελίοις σῶμα τὴν ψυχὴν ὀνομάζει, Ὁ λύχνος, λέγων, τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· λύχνον μὲν εἰπὼν τὸν νοῦν, αὐτὸς γάρ ἐστιν γνώσεως δεκτικός. σῶμα δὲ τὸ θυμικὸν καὶ ἐπιθυμητικὸν μέρος τῆς ψυχῆς, ὅπερ τινὲς μὲν ἄλογον, τινὲς δὲ παθητικὸν μέρος καλοῦσιν. Χειρὶ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ α6θ6: Οὗτος χειρὶ χεῖρας ἐμβάλλει ἀδίκως, ὁ κακῶν γινόμενος πραγμάτων καὶ δογμάτων διδάσκαλος· καὶ οὗτος σπείρει δικαιοσύνην, ὁ περὶ ἀρετῶν καὶ θεοῦ γνώσεως προϊέμενος λόγους. Εἰσὶν οἱ τὰ ἴδια σπείροντες πλείονα ποιοῦσιν: Τοῖς τὰ ἴδια σπείρουσιν καὶ πλείονα ποιοῦσιν ἀντίκεινται οἱ συνάγοντες καὶ ἐλαττονούμενοι· εἰ δὲ οἱ τὰ ἴδια σπείροντές εἰσιν οἱ εἰς τὸ πνεῦμα σπείροντες καὶ ζωὴν θερίζοντες, οἱ συνάγοντές εἰσιν οἱ εἰς τὴν σάρκα σπείροντες καὶ φθορὰν συνάγοντες ἑαυτοῖς. Ὁ συνέχων σῖτον δημοκατάρατος. Ὅμοιόν ἐστιν τοῦτο τὸ ὑπὸ τοῦ σωτῆρος ἡμῶν ἐν τοῖς εὐαγγελίοις λεγόμενον· Οὐδεὶς λύχνον ἅψας τίθησιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ' ἐπὶ τὴν λυχνίαν, καὶ φαίνει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. Τεκταινόμενος ἀγαθὰ ζητεῖ δεκτόν: Εἰ τεκτονική ἐστιν ἐργασία ἀγαθῶν καὶ πρακτική ἐστιν ἐργασία ἀγαθῶν, ἡ πρακτική ἐστιν ἡ τεκτονική. Ἐκ καρποῦ δικαιοσύνης φύεται δένδρον ζωῆς: Τοῦτο τὸ δένδρον τῆς ζωῆς ἐστὶν τὸ φυτευθὲν ἐν μέσῳ τοῦ παραδείσου, οὗ ἅψασθαι μετὰ τὴν ἁμαρτίαν κωλύεται ὁ Ἀδάμ, τὰ σπέρματα τῆς δικαιοσύνης ἀποβαλών, ἀφ' ὧν φύεται τὸ δένδρον τῆς ζωῆς. Ἀνὴρ δὲ παράνομος παρασιωπηθήσεται: Μή ποτε παρασιωπήσῃς ἀπ' ἐμοῦ, φησὶν ὁ Δαυίδ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. 93 Θησαυρίζεται δὲ δικαίοις πλοῦτος ἁμαρτανόντων: Πλοῦτος ἀσεβῶν κακία. οἱ δὲ δίκαιοι ἐξαναλώσουσιν αὐτόν, δηλονότι διὰ τῆς ἀγαθῆς διδασκαλίας, ἤτοι νῦν ἢ καὶ ἐν τῷ αἰῶνι τῷ μέλλοντι, γενόμενοι ἐπάνω πεντεκαίδεκα πόλεων. καὶ ὁ Παῦλος φησίν· Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ θεοῦ. Ὅπλα δὲ αἰσθήσεως χείλη σοφά: Οὐκ ἀντιτάσσεται γὰρ τῇ σοφίᾳ οὐδὲν πονηρόν, διότι ὅπλον ἐστὶν ἀκαταμάχητον· μόνον γὰρ πρὸς αὐτὴν ἀδυνατοῦσιν οἱ δαίμονες. Οἰκίαι παρανόμων ὀφειλήσουσι καθαρισμόν: Ἵνα καθαροὶ γενόμενοι ὄψωνται τὸν θεόν· τοῦτο γάρ ἐστι τὸ μακάριον τέλος, ὅπερ πάσῃ λογικῇ φύσει τετήρηται. Ἀπὸ δὲ τῶν διανοημάτων αὐτοῦ ἀνὴρ ἀγαθός: Διανοήματα νῦν εἶπεν τὰς ἕξεις τῶν ἀρετῶν, ὥσπερ ταῖς ὁδοῖς τοῦ θρασυκαρδίου ἀντέθηκεν. Οἱ δὲ πανοῦργοι κρατήσουσιν αἰσθήσεως Ἀντέθηκεν τὴν κακίαν τῇ αἰσθήσει· εἰ δὲ ἡ κακία τῇ ἀρετῇ ἀντίκειται, ἡ αἴσθησις νῦν σημαίνει τὴν ἀρετήν. Ἐν πλεοναζούσῃ δικαιοσύνῃ ἰσχὺς πολλή: Ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν φαρισαίων καὶ γραμματέων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Οἱ δὲ μισοῦντες ἐλέγχους τελευτῶσιν αἰσχρῶς: Ἐλέγχους νῦν τὰς ἐντολὰς εἶπεν· αὗται γὰρ ἡμᾶς ἐλέγχουσιν ἁμαρτάνοντας. Οἱ δὲ ἀγαθοὶ ἡσυχάζουσι διὰ παντός: Ἡσυχία ἐστὶν ἀποχὴ κακίας. Ὁδοὶ ζωῆς διανοήματα συνετοῦ: Ὁδὸς ζωῆς λέγει τὰς πρακτικὰς ἀρετὰς τὰς φερούσας ἐπὶ τὴν γνῶσιν. Διὰ δὲ αὐτῶν καὶ οἱ ἐχθροὶ φίλοι γίνονται: Παύλου κηρύξαντος· Οἱ ποτὲ ὄντες ἐχθροὶ κατηλλάγησαν 94 τῷ θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ. πλὴν προσεκτέον εἰ πάντες οἱ ἐχθροὶ διὰ τῶν δικαίων φίλοι γίνονται, ἵνα καὶ πᾶσιν εἴπῃ ὁ Χριστός· Οὐκέτι ὑμᾶς καλῶ δούλους, ἀλλὰ φίλους. Μαντεῖον ἐπὶ χείλεσι βασιλέως: Καρδιογνώστης ἐστὶν ὁ Χριστός, καὶ κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Θυμὸς βασιλέως ἄγγελος θανάτου: Ὁ ἄγγελος ὁ τοὺς περὶ κολάσεως ἐπιστάμενος λόγους θυμὸς τοῦ θεοῦ καλεῖται. Νοσσιαὶ σοφίας αἱρετώτεραι (cod. τότεραι) χρυσίου: Γνῶσις σοφίας ὑπὲρ χρυσίον, γνῶσις δὲ φρονήσεως ὑπὲρ ἀργύριον. Ὁ δὲ φυλάσσων ἐλέγχους σοφισθήσεται: Ἐλέγχους λέγει τὰς ἐντολὰς τοῦ θεοῦ· αὗται γὰρ ἡμᾶς ἐλέγχουσιν ἁμαρτάνοντας. Παιδεία δὲ ἀφρόνων κακή: Τὴν παιδείαν τὴν ἀνεξέλεγκτον νῦν παιδείαν ἀφρόνων ὠνόμασεν· εἰ δὲ παιδεία ἀφρόνων ἡ κακία ἐστίν, ἡ ἀνεξέλεγκτος παιδεία ἡ ἀφροσύνη ἐστίν. Ἐπὶ χείλεσι δὲ φορέσει ἐπιγνωμοσύνην: Τὴν γνῶσιν ἐπιγνωμοσύνην εἶπεν παρὰ τὸ πάντα αὐτὴν ἐπιγινώσκειν τὰ πράγματα. Ἀνὴρ σκολιὸς διαπέμπεται κακά: Λόγος τοὺς δαίμονας παρὰ τοῦ διαβόλου μανθάνοντας ἐπιχειρεῖν τοῖς ἁγίοις καὶ πειρᾶσθαι χωρίζειν αὐτοὺς ἀπὸ τῆς γνώσεως, ἥτις πέφυκεν συνάπτειν αὐτοὺς πρὸς φιλίαν ταῖς ἐπουρανίοις δυνάμεσι. τὸ δ' αὐτὸ τοῦτο καὶ ὁ Σολομὼν ὡς οἶμαι διὰ ταύτης τῆς παροιμίας δεδήλωκεν, σκολιὸν μὲν ἄνδρα λέγων τὸν σατανᾶν, πορευομένους δὲ δόλους τοὺς κακοὺς δαίμονας ἀντὶ τοὺς διδασκομένους, καὶ φίλους τοὺς ἁγίους τοὺς διὰ τῆς γνώσεως συναπτομένους ἀλλήλοις. Οὗτος κάμινός ἐστιν κακίας: Ταύτης τῆς καμίνου ἐκτινάσσει τὴν φλόγα πνεῦμα δρόσου διασυρίζον. Εἰς κόλπον ἐπέρχεται πάντα τοῖς ἀδίκοις: Σημειωτέον ὅτι κόλπον ἐνταῦθα τὰς καρδίας εἴρηκε τῶν 95 ἀδίκων· οἶμαι δὲ ὅτι καὶ πανταχοῦ ὁ κόλπος ἤτοι τὸν νοῦν ἢ τὴν γνῶσιν σημαίνει· εἰ δ' ἔστιν καὶ κόλπος ψεκτός, τὴν ἀγνωσίαν δηλονότι δηλώσει. Οἰκέτης νοήμων κρατήσει δεσπότων ἀφρόνων: Εἰ πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας, πᾶς ὁ ἀποστὰς τῆς κακίας καὶ διὰ τῶν ἀρετῶν κρατήσας δαιμόνων ἀφρόνων κεκράτηκε δεσπότων· ὁ δὲ τοιοῦτος γενήσεται καὶ οἰκονόμος μυστηρίων θεοῦ, κατ' ἀναλογίαν τῆς καταστάσεως ἑκάστῳ τῶν ἀδελφῶν διδοὺς γνῶσιν πνευματικήν, καὶ τὸν μὲν Κορίνθιον γάλα ποτίζων, τὸν δὲ Ἐφέσιον τρέφων στερεωτέρᾳ τροφῇ, περὶ ὕψους καὶ μήκους καὶ πλάτους καὶ βάθους διαλεγόμενος· καὶ διὰ τούτων τῶν διαστημάτων τὴν τῆς λογικῆς φύσεως σημαίνων διαίρεσιν, ἥτις τοὺς περὶ κρίσεως καὶ προνοίας τοῦ θεοῦ λόγους ἐμπεριέχει, πάνυ βαθυτάτους ὑπάρχοντας καὶ ἐκφεύγοντας τὴν ἀνθρωπίνην κατάστασιν. οὕτω καὶ Ἰησοῦς ὁ τοῦ Ναυὴ τὴν γῆν τῆς ἐπαγγελείας (sic) ἐμέρισεν ταῖς δώδεκα φυλαῖς, ἥτις ἐστὶν τῆς τοῦ θεοῦ καὶ τῶν ὑπ' αὐτοῦ γεγονότων γνώσεως σύμβολον. πλὴν τοῦτο ἰστέον, ὅτι οἱ περὶ τῆς σαρκώσεως τοῦ Χριστοῦ λόγοι καὶ τῆς ἐπιδημίας αὐτοῦ ἐν γῇ Ἰούδα γνώσει ἐναπόκεινται· ἐν γὰρ τῷ τούτου κλήρῳ γεννᾶται Χριστός· οἶμαι δὲ τοὺς περὶ προνοίας λόγους εἶναι ἁρμόζοντας τῇ καταστάσει τοῦ κρυπτοῦ Ἰούδα καὶ Βενιαμίν· ἅτινα ὀνόματα διαφόρων καὶ καθαρῶν καταστάσεων ἡγοῦμαι διαγνωρίσματα, εἴγε Ἰούδας μὲν ἐξομολογούμενος ἑρμηνεύεται, Βενιαμὶν δὲ υἱὸς ἡμερῶν ἢ υἱὸς δεξιᾶς. Κακὸς ὑπακούει γλώσσῃ παρανόμων, δίκαιος δὲ οὔ: Οὗτος ὑπακούει ταῖς γλώσσαις τῶν παρανόμων, ὁ τοὺς ἀδίκους δεχόμενος παρ' αὐτῶν λογισμοὺς καὶ σπεύδων ἐνεργεῖν κατ' αὐτούς· οἷς ὁ δίκαιος λέγεται μὴ προσέχειν, τοῦτ' ἔστιν μὴ ἐπὶ πλέον τρέφειν ἐν ἑαυτῷ. Τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων: Ὁ πιστός, φησίν, ὄψεται τοὺς λόγους τοῦ κόσμου τούτου, οὕστινας χρήματα τοῦ νοῦ τροπικῶς προσηγόρευσεν· ὁ δὲ ἄπιστος οὐδὲ τοῦ τυχόντος πράγματος γνώσεται τὸν λόγον διὰ τὴν ἀκαθαρσίαν τῆς ψυχῆς αὐτοῦ. ὅτι δὲ πλοῦτος ψυχῆς ἡ γνῶσίς ἐστιν ἡ τοῦ θεοῦ, ὁ Παῦλος διδάσκει δι' ὧν γράφει τὸ Ἐν παντὶ ἐπλουτίσθητε, ἐν πάσῃ γνώσει καὶ πάσῃ σοφίᾳ. εἰ δέ τις βούλοιτο δεῖξαι μὴ ταύτην τὴν ἔννοιαν εἶναι ταύτης τῆς παροιμίας, λεγέτω ποῦ ηὐπόρησαν χρημάτων οἱ περιελθόντες ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, κακουχούμενοι, θλιβόμενοι, ὑστερούμενοι· πῶς δὲ καὶ ὁ ἄπιστος οὐκ (sic) ἕξει ὀβολόν, πολλῶν ἀπίστων περιβεβλημένων πλοῦτον· πολλῶν λέγω δὴ βασιλέων καὶ ἀρχόντων τοῦ κόσμου τούτου. Οὐχ ἁρμόσει ἄφρονι χείλη πιστά: Τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀδικίᾳ; ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; Ὃς κρύπτει ἀδίκημα ζητεῖ φιλίαν: Διὰ μὲν τῆς δικαιοσύνης τὴν ἀδικίαν κρύπτομεν, διὰ δὲ σωφροσύνης τὴν ἀκολασίαν, καὶ πάλιν διὰ τῆς ἀγάπης τὸ μῖσος, καὶ διὰ τῆς ἀφιλαργυρίας τὴν πλεονεξίαν· κρύπτομεν 96 δὲ καὶ διὰ τῆς ταπεινοφροσύνης τὴν ὑπερηφανίαν καὶ διὰ τῆς πραΰτητος τὴν θρασύτητα, ζητοῦντες τὴν πνευματικὴν φιλίαν, ἥτις τὴν ἁγίαν γνῶσιν σημαίνει. καὶ παρὰ τῷ Παύλῳ δὲ συμπολίται (hoc acc.) τινὲς τῶν ἁγίων λέγονται γεγονέναι καὶ οἰκεῖοι τῆς Ἱερουσαλήμ, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν. Ὃς ἀποδίδωσι πονηρὰ ἀντὶ ἀγαθῶν: Εἰ ὁ κακὰ ἀντὶ κακῶν ἀποδιδοὺς παράνομος, πόσῳ μᾶλλον ὁ κακὰ ἀντὶ ἀγαθῶν ἀποδιδοὺς παρανομώτερος· τοιοῦτος δὲ ἐγίνετο κατὰ τὴν ἔρημον πρὸς τὸν θεὸν ὁ Ἰσραήλ, πρὸς ὃν Μωσῆς ἐν τῷ δευτερονομίῳ φησίν· Γενεὰ σκολιὰ καὶ διεστραμμένη, ταῦτα κυρίῳ ἀνταποδίδοτε; Ἐξουσίαν δίδωσιν ἀρχὴ δικαιοσύνης: Δικαιοσύνῃ ἕπεται γνῶσις· προηγεῖται δὲ τῆς ἀγνοίας κακία. Ὃς δίκαιον κρίνει τὸν ἄδικον, καὶ ἄδικον δὲ τὸν δίκαιον: Ὅμοιός ἐστιν τούτῳ ὁ λέγων τὸ πικρὸν γλυκὺ καὶ τὸ γλυκὺ πικρόν, καὶ τὸ μὲν φῶς ὀνομάζων σκότος, τὸ δὲ σκότος φῶς. Ἵνα τί ὑπῆρξε χρήματα ἄφρονι: Χρήματα ἄφρονός ἐστιν αἱ περὶ τὰ καθ' ἕκαστον αὐτοῦ πράγματα ἀφροσύναι· διὰ ταύτας γὰρ καὶ ἀκάρδιος γεγονὼς κτήσασθαι σοφίαν ἀδυνατεῖ. Ὁ δὲ σκολιάζων τοῦ μαθεῖν: Ὁ δὲ σκολιάζων τοῦ μαθεῖν ὅτι κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ἐμπεσεῖται εἰς κακά. Ἀδελφοὶ δὲ ἐν ἀνάγκαις ἔστωσαν χρήσιμοι: Εἰ οἱ τοῦ Χριστοῦ υἱοὶ ἀλλήλων εἰσὶν ἀδελφοί, οἱ ἄγγελοι δὲ καὶ οἱ δίκαιοι ἄνθρωποι Χριστοῦ εἰσὶν υἱοί, οἱ ἄγγελοι ἄρα καὶ οἱ ἅγιοι ἄνθρωποι ἀλλήλων εἰσὶν ἀδελφοί, τῷ τῆς υἱοθεσίας γεννώμενοι πνεύματι. Τούτου γὰρ χάριν γεννῶνται: Τούτου γὰρ χάριν γεννῶνται ὑπὸ τῆς σοφίας, ἵνα ἀνθρώπους ὁδηγήσωσιν ἀπὸ κακίας ἐπ' ἀρετήν, καὶ ἀπὸ ἀγνωσίας ἐπὶ γνῶσιν θεοῦ· εἴγε καὶ αὐτὴ ἡ κτίσις στενάζει καὶ συνωδίνει ἡμῖν, καὶ ὑπετάγη τῇ ματαιότητι οὐχ ἑκοῦσα. Ἀνὴρ εὐμετάβολος γλώσσης ἐμπεσεῖται εἰς κακά: Οὗτός ἐστιν εὐμετάβολος, ὁ ῥᾳδίως ἀπὸ ἀρετῆς ἐπὶ κακίαν μεταβαλλόμενος. Λαμβάνων δῶρα ἐν κόλπῳ ἀσεβῆς: Ἐν καρδίᾳ νοήματα λαμβάνοντος ἄδικα οὐ κατευοδοῦνται ὁδοί· τὰ 97 γὰρ ἐμπαθῆ νοήματα ὠνόμασε δῶρα παρὰ τῶν δαιμόνων ἡμῖν προσφερόμενα ἢ δῶρα ἐν κόλπῳ ἀσεβὴς λήψεται τοῦ ἐκκλῖναι ὁδοὺς κρίσεως. Υἱὸς δὲ φρόνιμος εὐφραίνει μητέρα αὐτοῦ: Ὁ μὲν φρόνιμος εὐφραίνει τὴν μητέρα, ὁ δὲ ἄφρων ὀδυνᾶται τὴν τεκοῦσαν αὐτόν. Οἱ δὲ ὀφθαλμοὶ τοῦ ἄφρονος ἐπ' ἄκρα γῆς: Καρδία δὲ ἄφρονος ἐν ἄκρᾳ κακίᾳ, καὶ ὀδύνη τῇ τεκούσῃ αὐτόν. Ὁ μὲν φρόνιμος υἱὸς καὶ τεκοῦσαν ἔχει καὶ μητέρα, ὁ δὲ ἄφρων υἱὸς μόνον τεκοῦσαν· ἡ γὰρ μήτηρ καὶ τεκοῦσά ἐστιν, ἡ δὲ τεκοῦσα οὐ πάντως ἐστὶν καὶ μήτηρ· ἐὰν γὰρ ἀποθάνῃ τὸ τεχθὲν ἐν κακίᾳ καὶ ἀγνωσίᾳ, τεκοῦσα μέν ἐστιν, μήτηρ δὲ οὐκ ἔστιν, ὅτι μηδὲ τοῦ τῆς υἱοθεσίας πνεύματος μετέσχηκε τὸ τεχθέν. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν αἰσθητῶν μητέρων νοηθήσεται, καὶ ἐπὶ τοῦ θανάτου τοῦ αἰσθητοῦ· τὴν γὰρ μητέρα ἐροῦμεν καὶ τεκοῦσαν, τὴν δὲ τεκοῦσαν οὐκέτι μητέρα τοῦ παιδίου ἀποθανόντος. Ζημιοῦν ἄνδρα δίκαιον οὐ καλόν: Οὐ γὰρ ζητοῦσι τὰ ἡμῶν ἀλλ' ἡμᾶς. Ὃς φείδεται ῥῆμα προέσθαι σκληρὸν ἐπιστήμων: Τὸν λογισμὸν τὸν κινοῦντα θυμὸν ὠνόμασεν ῥῆμα σκληρόν· ἢ τὸν λόγον τὸν κινοῦντα τοῦ πλησίον αὐτοῦ θυμὸν ὠνόμασεν ῥῆμα σκληρόν. Ἀνοήτῳ ἐπερωτήσαντι σοφίαν σοφία λογισθήσεται: Εἰ οὗτος ἐρωτᾷ περὶ σοφίας ὁ βουλόμενός τι περὶ σοφίας μαθεῖν, οὗτος σιωπᾷ ἀπὸ σοφίας, ὁ μηθὲν θέλων γνῶναι περὶ σοφίας διὸ καὶ φρονιμώτερος λέγεται εἶναι ὁ πρότερος τοῦ δευτέρου. Προφάσεις ζητεῖ ἀνὴρ βουλόμενος χωρίζεσθαι: Προφάσεις λέγει τὰς ἁμαρτίας· Τοῦ προφασίζεσθαι γάρ φησιν προφάσεις ἐν ἁμαρτίαις· φίλους δὲ πάντας τοὺς ἁγίους τοὺς οἷς δι' ἀρετῆς συνήπτετο. Οὐ χρείαν ἔχει σοφίας ἐνδεὴς φρενῶν: Ἠγάπησεν γὰρ τὸ σκότος μᾶλλον ἢ τὸ φῶς. Θαυμάσαι (cod. ᾶ) πρόσωπον ἀσεβοῦς οὐ καλόν: Ὁ τὴν ἐνυπάρχουσαν κακίαν τῷ διαβόλῳ ἀποδεχόμενος καὶ κατ' αὐτὴν ἐνεργῶν, οὗτος θαυμάζει τὸ πρόσωπον τοῦ ἀσεβοῦς.