Expositio in Proverbia Salomonis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/evagrius-ponticus" aria-label="More works by Evagrius Ponticus">
—
⋯
Original / primary: Pg Scrape Grc
98.1
Τὸ δὲ στόμα αὐτοῦ τὸ θρασὺ θάνατον ἐπικαλεῖται: Εἰ ὁ θάνατος γεννᾶται ἀπὸ θρασύτητος, ὁ δὲ θάνατος χωρίζει ψυχὴν ἀπὸ τῆς ὄντως ζωῆς, ἡ θρασύτης ἡμᾶς ἀποχωρίζει ἀπὸ τοῦ εἰπόντος· Ἐγώ εἰμι ἡ ζωή, καὶ ὥσπερ ἐκ τῆς θρασύτητος γεννᾶται ὁ θάνατος, οὕτως ἐκ τῆς πραΰτητος ἡ ζωή· ἀντίκειται γὰρ πρὸς τὴν θρασύτητα ἡ πραΰτης. Ὀκνηρὸν καταβάλλει φόβος: Ὀκνηροὺς καταβάλλει φόβος, ἤτοι ὁ ἐχθρὸς φόβος, ἢ ὁ τοῦ κυρίου, χωρίζων αὐτοὺς τοῦ ὄκνου διὰ ἔργων ἀγαθῶν. Ψυχαὶ δὲ ἀνδρογύνων πεινάσουσιν: Ἀνδρόγυνός ἐστιν ὁ μήτε διδάσκειν ἄλλον δυνάμενος μήτε μανθάνειν ὑφ' ἑτέρου βουλόμενος. Ὁ μὴ ἰώμενος ἑαυτὸν ἐν τοῖς ἔργοις ἐαυτοῦ ἀδελφός ἐστιν τοῦ λυμαινομένου ἑαυτόν: Καὶ ὁ Παῦλος φησίν· Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτόν, ἔσται σκεῦος χρήσιμον τῷ δεσπότῃ. Ἐκ μεγαλωσύνης ἰσχύος ὄνομα κυρίου: Τὸ ὄνομα τοῦ κυρίου τὴν τοῦ θεοῦ γνῶσιν σημαίνει· καὶ διὰ μὲν τοῦ ὀρθοῦ βίου προστρέχουσιν αὐτῷ οἱ δίκαιοι, διὰ δὲ τῆς θεωρίας ὑψοῦνται. Πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρός: Ὥσπερ τῇ ὑπερηφανίᾳ ἕπεται συντριβή, οὕτως τῇ ταπεινώσει δόξα. Ὃς ἀποκρίνεται λόγον πρὶν ἀκοῦσαι, ἀφροσύνη ἐστὶν αὐτῷ καὶ ὄνειδος: Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς μὴ λαβόντας μὲν γνῶσιν παρὰ θεοῦ, διδάσκειν δὲ ἄλλους ἐπιχειροῦντας. καὶ ὁ Δαυὶδ φησίν· Τοῦ ἀκοῦσαι φωνὴν αἰνέσεώς σου, καὶ τότε διηγήσασθαι καὶ ἄλλοις τὰ θαυμάσιά σου. καὶ πάλιν ὁ Σολομὼν φησίν· Ἃ εἶδον οἱ ὀφθαλμοί σου, λέγε. Ὀλιγόψυχον δὲ ἄνδρα τίς ὑποίσει: Ὥσπερ ὁ κύριος ἡμῶν πάρδαλις ἀπορουμένη λέγεται γίνεσθαι πρὸς τοὺς πλημμελοῦντας, καὶ πέτρα σκανδάλου πρὸς τοὺς ἀπειθοῦντας, οὕτω καὶ ὀλιγόψυχος ἐπὶ τοῖς ἁμαρτάνουσιν· δύναται δὲ ὀλιγόψυχον λέγειν καὶ τὸν πονηρὸν καὶ πάντας δαίμονας ἀρετῆς ἐκπεπτωκότας καὶ γνώσεως. Δόμα ἀνθρώπου ἐμπλατύνει αὐτόν: Τὸν βίον τὸν ὀρθὸν νῦν εἶπεν δόμα ἀνθρώπου, ὅστις αὐτὸν παρέχει καὶ πλατύνει καὶ παρέχει τοῦ πληρώματος ἄξιον τοῦ θεοῦ· ὅπερ καθέδραν τῶν ἁγίων δυνάμεων ὀνομάζει· νοῦ γὰρ καθέδρα ἐστὶν ἕξις ἀρίστη, δυσκίνητον ἢ ἀκίνητον διατηροῦσα τὸν καθεζόμενον. Ἀντιλογίαν παύει κλῆρος: Ἄνοιαν παύει γνῶσις· αὕτη γάρ ἐστιν ὁ κλῆρος τῆς φύσεως τῆς λογικῆς. 99 Θάνατος καὶ ζωὴ ἐν χερσὶ (LXX χειρὶ) γλώσσης: Ἐνταῦθα λέγει τὴν ψυχὴν εἶναι θανάτου καὶ ζωῆς δεκτικήν, ἀφ' ὧν τὸ αὐτεξούσιον αὐτῆς γεγονέναι κατασκευάζομεν. Ὃς εὗρεν γυναῖκα χρηστήν, εὗρεν χάριτας: Ὃς εὗρεν σοφίαν ἀγαθήν, εὗρεν χάριτας. Ὁ δὲ κατέχων μοιχαλίδα, ἄφρων καὶ ἀσεβής: Ὁ δὲ κατέχων κακίαν, ἄφρων καὶ ἀσεβής. Πλοῦτος προστίθησι φίλους πολλούς: Πλοῦτος γνώσεως καὶ σοφίας προστίθησιν ἡμῖν ἀγγέλους φίλους πολλούς· ὁ δὲ ἀκάθαρτος ἀπὸ τοῦ δοθέντος αὐτῷ ἐκ παιδὸς ἀγγέλου χωρίζεται· ἡ γὰρ πνευματικὴ φιλία ἐστὶν ἀρετὴ καὶ γνῶσις θεοῦ, δι' ὧν συναπτόμεθα πρὸς φιλίαν ταῖς ἁγίαις ἀγγελικαῖς δυνάμεσιν, εἴγε οἱ μετανοοῦντες ἄνθρωποι χαρᾶς αἴτιοι γίνονται τοῖς ἀγγέλοις. οὕτως καὶ ὁ σωτὴρ φίλους καλεῖ τοὺς δούλους ποτέ, τῆς μείζονος αὐτοὺς θεωρίας καταξιώσας. οὕτω καὶ Ἀβραὰμ πλουτήσας ἐν γνώσει τὴν μυστικὴν ἐκείνην παρατίθησι τράπεζαν τοῖς κατὰ τὴν μεσημβρίαν φίλοις φανεῖσιν αὐτῷ. Σαοὺλ δὲ καὶ ἀπὸ τοῦ ὑπάρχοντος φίλου διὰ τὴν κακίαν χωρίζεται· γέγραπται γάρ· Καὶ ἀπέστη πνεῦμα θεοῦ ἀπὸ Σαούλ, καὶ πνεῦμα πονηρὸν παρὰ κυρίου ἔπνιγεν τὸν Σαούλ· πνεῦμα κυρίου λέγων τὸν ἄγγελον· Ὁ ποιῶν γάρ φησιν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον. ὅτι δὲ καὶ ἄγγελοι τοὺς ἀνθρώπους πεπίστευνται, διδάσκει ἐν τοῖς εὐαγγελίοις ὁ κύριος, Ὁρᾶτε, λέγων, μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων, ὅτι οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. καὶ πάλιν ὁ Ἰακώβ· Ὁ ἄγγελος ὁ ῥυόμενός με ἀπὸ πάντων τῶν κακῶν. καὶ ὁ Ζαχαρίας· Καὶ εἶπεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί. Ὁ δὲ ἐγκαλῶν ἀδίκως οὐ μὴ διαφύγῃ: Ὅσοι τοὺς περὶ κρίσεως καὶ προνοίας ἀγνοοῦντες λόγους τὸν δημιουργὸν βλασφημοῦσιν, οὗτοι ἐγκαλοῦσιν ἀδίκως· καὶ ὅσοι πάλιν ὑπὸ τῶν ἰδίων παθῶν ἐνοχλούμενοι νομίζουσιν ἀκατόρθωτον εἶναι τὴν ἀρετήν, οὗτοι τῷ δεδωκότι τὸν νόμον ἐγκαλοῦσιν ἀδίκως. Ἔννοια ἀγαθὴ τοῖς εἰδόσιν αὐτὴν ἐγγιεῖ: Τὴν τοῦ θεοῦ γνῶσιν νῦν ὠνόμασεν ἔννοιαν, καὶ τοὺς εἰδότας αὐτὴν τοὺς καθαροὺς τῇ καρδίᾳ. Ὃς δὲ ἐρεθίζει λόγους οὐ σωθήσεται: Οἱ ἐμπαθεῖς λογισμοὶ ἐρεθίζουσι τὴν ψυχὴν πρὸς κακίαν. Οὐ συμφέρει ἄφρονι τρυφή: Οὔτε ἡ νοητὴ τρυφὴ οὔτε ἡ αἰσθητὴ συμφέρει τῷ ἄφρονι· τὴν μὲν γὰρ καταπατήσει τοῖς ποσί, χοῖρος φιλήδονος ὤν· ὑπὸ δὲ τῆς αἰσθητῆς τρυφῆς ἡ σὰρξ αὐτοῦ κινηθήσεται. Ἐλεήμων ἀνὴρ μακροθυμεῖ, τὸ δὲ καύχημα αὐτοῦ ἐπέρχεται παρανόμοις: Εἰ ὁ καυχώμενος ὀρθῶς ἐν κυρίῳ καυχᾶται, ὁ δὲ κύριος ἡμῶν σοφία ἐστίν, ὁ καυχώμενος ἄρα ὀρθῶς ἐν σοφίᾳ καυχᾶται· τὸ καύχημα 100 τοίνυν τοῦ μακροθύμου καὶ ἐλεήμονος, ὅπερ ἐστὶν ἡ σοφία καὶ ἡ γνῶσις αὐτοῦ, ἐπέρχεται τοῖς παρανόμοις, ἀπαλλάττον αὐτοὺς τῆς κακίας, νῦν μὲν ἐνδεχομένως, ἀναγκαίως δὲ ἐν τῷ αἰῶνι τῷ μέλλοντι. Βασιλέως ἀπειλὴ ὁμοία βρυγμῷ λέοντος: Ὁ κύριος ἡμῶν πῦρ μὲν καταναλίσκον καὶ λέων ὀργιζόμενος γίνεται πρὸς τοὺς ἁμαρτάνοντας, κατακαίων ξύλα χόρτον καλάμην, καὶ τὴν σάρκα τὴν στρατευομένην κατὰ τοῦ πνεύματος ἀναλίσκων· φῶς δὲ καὶ δρόσος πρὸς τοὺς κατορθοῦντας, δεικνὺς αὐτοῖς τῶν γεγονότων τοὺς λόγους, καὶ κατασβεννύων τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ, καὶ περιψύχων τὸν ἐκ τῆς πρακτικῆς συμβαίνοντα καύσωνα. Οὐχ ἁγναὶ εὐχαὶ ἀπὸ μισθώματος ἑταίρας: Τὴν ἀκάθαρτον ψυχὴν ἑταίραν ὠνόμασεν· καὶ ταύτης τὸ μίσθωμα τὴν κατάστασιν εἴρηκεν, ἀφ' ἧς οὐ καθαραὶ γίνονται προσευχαί. Οἶκον καὶ ὕπαρξιν μεριοῦσι πατέρες: Τὸ μὲν διδάσκειν τοὺς υἱοὺς περὶ ἀρετῆς καὶ γνώσεως θεοῦ, πατέρων ἐστίν· τὸ δὲ σοφίαν δοῦναι τοῖς παισί, τοῦ κυρίου ἐστίν· γυναῖκα γὰρ ἐνταῦθα τὴν σοφίαν λέγει· Ἐράσθητι γάρ φησι τῆς σοφίας, καὶ τηρήσει σε· τίμησον αὐτήν, ἵνα σε περιλάβῃ. Ὃς φυλάσσει ἐντολήν, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν: Αἱ ἐντολαὶ ὡς πρὸς μὲν τὸν ἐντειλάμενον θεὸν καλοῦνται ἐντολαί· ὡς δὲ πρὸς τὸν ὁδεύοντα νοῦν ἐν αὐταῖς καλοῦνται ὁδοί· καὶ πάλιν ἐπειδὴ ἐπὶ μαρτύρων οὐρανοῦ καὶ γῆς ἐδόθησαν αἱ ἐντολαί, λέγονται μαρτύρια· διὸ καὶ ὁ δεξάμενος αὐτὰ νοῦς ὀνομάζεται μάρτυς, ὅστις ψευσάμενος αὐτὰ οὐκ ἀτιμώρητος ἔσται. Κατὰ δὲ τὸ δόμα αὐτοῦ ἀνταποδώσει αὐτῷ: Δόμα νῦν τὴν καθαρότητα τῆς καρδίας ὠνόμασεν· κατ' ἀναλογίαν γὰρ τῆς ἀπαθείας ἡμῶν καταξιούμεθα γνώσεως. Κακόφρων ἀνὴρ πολλὰ ζημιωθήσεται: Ἐγὼ νομίζω τὴν μὲν πολλὴν ζημίαν στέρησιν περιέχειν τῆς θεωρίας τῶν γεγονότων, τὴν δὲ προσθήκην τῆς ψυχῆς ἀφανισμὸν τῶν φυσικῶν περὶ θεοῦ ἐννοιῶν, παντάπασιν αὐτῆς εἰς ἀλογίαν περιπεσούσης. καὶ ὁ σωτὴρ δὲ ἐν τοῖς εὐαγγελίοις φησίν· Τί ὠφεληθήσεται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ἀπολέσῃ καὶ ζημιωθῇ; ἀλλ' ἐνταῦθα μὲν ἡ ἀπώλεια τὴν ἄγνοιαν σωμάτων καὶ ἀσωμάτων ἐμφαίνει· ἡ δὲ ζημία τὴν ἐσχάτην ἀλογίαν παρίστησιν. Ἵνα σοφὸς γένῃ ἐπὶ γήρως: Μετὰ τὴν ὀρθὴν πολιτείαν ἐστὶν ἡ γνῶσις· τὸ γὰρ Ἐπ' ἐσχάτων ἐνταῦθα οὐ τὸν χρόνον σημαίνει, ἀλλὰ τὴν μετὰ τὰς πρακτικὰς ἀρετὰς καθαρότητα. Φόβος κυρίου εἰς ζωὴν ἀνδρί, ὁ δὲ πλανώμενος αὐλισθήσεται ἐν τόποις οἷς οὐκ ἐπισκοπεῖται ὁ αἰώνιος: Εἰ φόβος κυρίου εἰς ζωὴν ἀνδρί, φόβος δὲ κυρίου παιδεία καὶ σοφία, ζωὴ τοῦ ἀνδρὸς παιδεία ἐστὶν καὶ σοφία. ἀλλὰ Χριστὸς λέγει· Ἐγώ εἰμι ἡ ζωή· ὁ Χριστὸς ἄρα ἐστὶν παιδεία καὶ σοφία. τὸ οὖν γνῶναι παιδείαν καὶ σοφίαν γνῶναί ἐστιν τὸν Χριστόν· ὁ οὖν ἄφοβος ἔσται ἐν κακίᾳ καὶ ἀγνωσίᾳ, ἐν αἷς οὐκ ἔστιν Χριστός.