Gnosticus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/evagrius-ponticus" aria-label="More works by Evagrius Ponticus">
—
⋯
Original / primary: Pg Scrape Grc
45.1
Τῆς ἀληθείας ὁ στύλος ὁ καππαδόκης Βασίλειος· τὴν μὲν ἀπὸ ἀνθρώπων, φησίν, ἐπισυμβαίνουσαν γνῶσιν, προσεχὴς μελέτη καὶ γυμνασία κρατύνει· τὴν δὲ ἐκ Θεοῦ χάριτος ἐγγινομένην, δικαιοσύνη καὶ ἀοργησία καὶ ἔλεος· καὶ τὴν μὲν προτέραν, δυνατὸν καὶ τοὺς ἐμπαθεῖς ὑποδέξασθαι· τῆς δὲ δευτέρας οἱ ἀπαθεῖς μόνοι εἰσὶ δεκτικοί· οἳ καὶ παρὰ τὸν καιρὸν τῆς προσευχῆς τὸ οἰκεῖον φέγγος τοῦ νοῦ περιλάμπον αὐτοὺς θεωροῦσιν.