Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Institutio sive Paraenesis ad monachos
Evagrius PonticusMona 1 · pg-scrape-grcMore by Evagrius Ponticus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/evagrius-ponticus" aria-label="More works by Evagrius Ponticus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
Institutio sive Paraenesis ad monachos (recensio brevior) Ἀκρασίαν βρωμάτων περικόπτει νηστεία, ἀκολασίαν δὲ πορνείας περιαιρεῖ ἐγκράτεια μετὰ προσευχῆς. Φιλαργυρίαν τὴν τῆς εἰδωλολατρίας μητέρα συστέλλει ἀκτημοσύνη, μέριμναν δὲ σωματικὴν περικόπτει ἐλπὶς ἡ εἰς Θεόν. Πλανώμενον νοῦν συστέλλει ἀνάγνωσις λογίων Θεοῦ, καὶ ἀγρυπνία μετὰ προσευχῆς. Θυμοῦ δὲ καταδρομὴν, καταπραΰνει μακροθυμία, καὶ ψαλμῳδία. Ἀκηδίαν καταστέλλει ὑπομονὴ, καὶ δάκρυα, λύπην δὲ κοσμικὴν κατασιγάζει τὸ πρὸς τὰς ἡδονὰς μῖσος. Φιλοξενίαν κτᾶται ταπεινοφροσύνη, καὶ φιλαρχίας, καὶ ὑπεροχῆς ἀποστροφὴ, ὑπερηφανίαν δὲ, τὸ ἀρχαῖον κακὸν, τὸ βδελυκτὸν ἐνώπιον Κυρίου, ᾗ ἀνθίσταται καὶ ὁ Θεὸς, καταπαύει ταπεινοφροσύνη ἀμέτρητος, ἡ λέγουσα· «Ἐγὼ εἰμὶ γῆ καὶ σποδός.» Καὶ πάλιν· «Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασεν ὁ οἰκοδομῶν,» καὶ φυλάττειν πειρώμενος. Ὡς οὐκ ἔστι τεθολωμένον ὕδωρ καθαρεῦσαι μὴ μεῖναν ἀσάλευτον, οὕτως οὐκ ἔστι μοναχοῦ κατάστασιν ἐπιγνῶναι, ἄνευ ἡσυχίας. Ὡς ἀδύνατόν ἐστιν ἀθλητὴν στεφανωθῆναι μὴ παλαίσαντα, οὕτως οὐκ ἔστι γενέσθαι Χριστιανὸν ἄνευ ἀγώνων. Ὡς οὐκ ἔστιν ἴσος ὁ ζυγὸς, βαροῦντος τοῦ ἑνὸς μέρους, οὕτως οὐκ ἔστι κατορθῶσαι ἐντολὴν Θεοῦ, κατακρατοῦντος τοῦ σαρκικοῦ φρονήματος Ὥσπερ οὐκ ἔστι μαθεῖν τέχνην, μὴ σχολάσαντα ἐπιμελῶς, οὕτως οὐκ ἔστι κτήσασθαι προσευχὴν μὴ προσκαρτερήσαντα τῷ Θεῷ ἐν εὐθείᾳ καρδίᾳ. Ὁ μὴ κεκτημένος προσευχὴν καθαρὰν, οὐκ ἔχει ὅπλον εἰς πόλεμον. Ὁ κεκοσμημένος, καὶ σεσαρωμένος ἀπὸ ἀρετῶν Θεοῦ, κατοικητήριον ἔσται δαιμόνων. Ὡς οὐκ ἔστι κατοικῆσαι βασιλέα ἐν οἴκῳ πένητος, οὕτως οὐ κατοικήσει Χριστὸς ἐν ψυχῇ ῥερυπωμένῃ ἀπὸ ἁμαρτίας. Ὥσπερ ἀνήμερος τόπος ἡμεροῦται δι' ἐπιμελοῦς φιλεργίας, οὕτως ψυχὴ ἀγριωθεῖσα ταῖς ἁμαρτίαις ἠμεροῦται, εἰ νόμῳ Θεοῦ πολιτεύσεται. Ὥσπερ πέτρα οὖσα ἐν θαλάσσῃ ἑδραία μένει, καὶ ἀσάλευτος κατακρουομένη ὑπὸ κυμάτων, οὕτω καὶ ὁ τὰς ἀρετὰς κατορθώσας, καὶ ταύταις ὅλως ἀνακραθεὶς, οὐ μὴ σαλευθῇ ὑπὸ τοῦ διαβόλου. Ὥσπερ ἰατρὸς πρὸς τὴν τοῦ πάθους θεραπείαν ἐπινοεῖ τὸ φάρμακον, οὕτως καὶ ἡ γνῶσις τοῦ Θεοῦ συντηρουμένη διδάσκει τὸν μετέχοντα αὐτῆς, ὅπως ἂν διαφυλαχθῇ, καὶ ἐπὶ μείζονα προέλθοι. Ὥσπερ χαράδρα ἑαυτῆς ἐμποιεῖται τὴν διόδον οὕτω καὶ ἁμαρτία παραδεχθεῖσα κατεργάζεται τοῦ κεκτημένου αὐτῆς τὴν ἀπώλειαν. Ὡς οὐκ ἔστιν εἰς λίνα ἐμπεσόντα ἔλαφον εὐχερῶς ἐκφυγεῖν, οὕτως οὐ μὴ φύγῃ ἁμαρτίαν ὁ τὰς ἐπιθυμίας ἐκτελῶν, καὶ ἐν τῷ κόσμῳ τούτῳ ἀναστρεφόμενος· ἐπιθυμίαι γὰρ πονηραὶ, καὶ ἡδοναὶ, σειραὶ δύσλυτοι. Ὥσπερ ἄμπελος, μὴ ποιοῦσα καρποὺς καλοὺς, ἐκκόπτεται ἵνα μὴ τὸν τόπον καταργῇ, οὕτως καὶ ἀπὸ τοῦ Κυρίου ἐκριζωθήσεται πᾶς ὁ μὴ ποιῶν καρποὺς Πνεύματος ἁγίου. Ὡς ἀμήχανον, μὴ βλαβῆναι ἄνθρωπον κρουσθέντα ὑπὸ βέλους, οὕτως ἀδύνατόν ἐστι, μοναχὸν καταδεξάμενον λογισμὸν πονηρὸν μὴ τρωθῆναι. Ὥσπερ ὁ ἐξελθὼν ὁδοῦ εὐθείας, πλανᾶται ἐν ἀλλοδαπῇ χώρᾳ, μὴ ἐπιστάμενος ποῦ πορεύεται, οὕτω καὶ ἄνθρωπος πλανᾶται μὴ πιστεύων εἰς ὁμοούσιον Τριάδα. Ὥσπερ τις εἰς πολλὰ διαιρούμενος ἕν ἐστι τῇ φύσει, οὕτως καὶ ἡ ἁγία Τριὰς, εἰ καὶ τοῖς ὀνόμασι καὶ ταῖς ὑποστάσεσι διῄρηται, τῇ φύσει μία ἐστί. Θεοῦ φύσιν οὐ καταλάβοις, οὐδ' εἰ πτεροῖς πετόμενος, ὁ Θεὸς ἀκατάληπτός ἐστι, διὸ καὶ κτίστης ἡμῶν ἐστιν. Ὥσπερ τὸ κατασκευαζόμενον σκεῦος ἀγνοεῖ τοῦ κατασκευάσαντος τὴν ἀρχὴν καὶ τὴν φύσιν, οὕτω καὶ ἄνθρωπος οὐ δυνήσεται ἐξευρεῖν Θεοῦ φύσιν ἢ ἀρχήν. Τριάδα μὴ περιεργάζου, ἀλλὰ μόνον πίστευε, καὶ προσκύνει· ὁ γὰρ περιεργαζόμενος οὐ πιστεύει. Κτήσασθε σοφίαν καὶ μὴ ἀργύριον, ποιήσατε φωτεινὸν ἔνδυμα Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ὑπὲρ πᾶσαν στολὴν βυσσίνην, ὅτι οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θανάτου. Ὥσπερ πῦρ καταναλίσκει δρυμὸν, οὕτω καταναλωθήσεται πᾶς ἁμαρτωλὸς ὑπὸ τοῦ αἰωνίου πυρὸς, καὶ οὐ δύναται τελευτῆσαι· ἀθάνατα γὰρ βασανισθήσεται. Οὐδὲν μέγα, εἰ γινόμεθα δίκαιοι, ὃ γὰρ ἐκτίσθημεν ὑπὸ τοῦ Θεοῦ πρῶτον, καλοὶ λίαν, τοῦτο γενησόμεθαὉ παρὰ φύσιν βιῶν, οὐ τηρεῖ ἐντολὰς Θεοῦ. Πᾶσα σοφία φοβεῖσθαι τὸν Κύριον, πᾶσα δὲ παιδεία ἡ μὴ διδάσκουσα νόμον Κυρίου, μωρία ἐστὶ καὶ ἀφροσύνη. Οὐ ῥύσεται πίστις καὶ βάπτισμα τοῦ αἰωνίου πυρὸς, χωρὶς ἔργων δικαιοσύνης. Εἰ γὰρ συνετάξω τῷ Χριστῷ, τήρει τὰς ἐντολὰς αὐτοῦ, καὶ εἰ πιστεύεις τὰ μέλλοντα, ἀντιποιοῦ τῆς δόξης τῆς αἰωνίου, καὶ φοβήθητι τὴν φλογίνην ῥομφαίαν· εἰ δὲ οὐ κατορθοῖς τὰ προστάγματα τοῦ Θεοῦ, μὴ λέγε πιστὸν σεαυτόν. Πᾶσα ἡ κτίσις τῷ προστάγματι τοῦ Θεοῦ πειθαρχεῖ, ὁ δὲ ἄνθρωπος μόνος ἀπειθεῖ, δι' ὃν γέγονε τὰ πάντα. Οὐδὲν παρέξομεν Θεῷ εἰ τηρήσομεν ἑαυτοὺς ἁγνοὺς, ἀλλ' ἑαυτοῖς ζωὴν προξενήσομεν, καὶ ἀπόλαυσιν ἀνεκλάλητον τῶν αἰωνίων ἀγαθῶν. Μὴ εἴπῃς, ὅτι Οὐ δύναμαι τηρῆσαι ἢ διὰ πατέρα, ἢ διὰ μητέρα, ἢ διὰ γυναῖκα, ἢ διὰ τέκνα, ἢ δι' ἕτερόν τινα, τὴν τοῦ Θεοῦ ἐντολὴν, οὐ γὰρ ἐκεῖνοί σε ῥύσονται τῆς ἐπικειμένης ὀργῆς, καὶ τοῦ ἀτελευτήτου σκώληκος. Ἔστω δέ σοι πᾶς ὁ ἐναντιούμενος πρὸς κατόρθωσιν Θεοῦ, καὶ ἀρετῶν, βδελυκτὸς καὶ μισητὸς, τῷ τοιούτῳ μηδὲ συνεσθίειν καλόν.

Intertext edge

Open linked passage

Note