Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
On Vitiis
Evagrius PonticusOn Vitiis 1 · textus-receptusMore by Evagrius Ponticus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/evagrius-ponticus" aria-label="More works by Evagrius Ponticus"> —
⋯
More
Original / primary: Textus receptus
1.0.1
[ 79. 1140] Ἀναγκαῖον ἡγοῦμαι καὶ τὰς ἀντιζύγους τῶν ἀρετῶν κακίας δι' ἐπιτόμου ὑποτάξαι τῇ σῇ φιλοπονίᾳ· ἕως μὲν ὧδε τὴν διάνοιαν ἀροτριάσαντες, τὰς τῶν λογισμῶν ἀκάνθας ἐκ τῆς σπορίμου χώρας ἀνεβάλομεν· οὐκ ἐξ ἔργων δὲ, ἃ ἐποιήσαμεν ἡμεῖς εἰς τοῦτο παρεφθάσαμεν, ἀλλ' ὑποτύπωσιν ἔχοντες ὑγιαινόντων λόγων, ὧν ἠκούσαμεν, παρὰ τῶν Πατέρων, καί τινων τῶν πράξεων συνίστορες γεγενήμεθα. Τὸ δὲ πᾶν ἡ χάρις ἄνωθεν, ἡ καὶ τοῖς ἀμαρτωλοῖς ὑποδεικνύουσα τὰς τῶν φρεναπατῶν ἐπιβουλὰς, ἡ καὶ ἀσφαλιζομένη, καὶ λέγουσα·« Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες;» ἵνα διὰ τοῦ λαβεῖν εὐχαριστῶμεν τῷ δεδωκότι, ὅτι μὴ ἑαυτοῖς ἀποδιδόαμεν καύχημά τι δόξης, τὴν δόσιν ἀρνούμενοι. διόπερ φησὶν,« Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾷ, ὡς μὴ λαβών;»« Ἥδη, φησὶν, ἐπλουτήσατε» οἱ τοῖς ἔργοις πενόμενοι, ἤδη οἱ τοῦ διδάσκεσθαι ἀρξάμενοι, ἐκορέσθητε, ὧνπερ ἀρτίως ἡ πλάνη μεταβέβηκεν εἰς ἐμέ· δι' ἧς μὲν δεδάνεισμαι λογιστείας, τὴν τῶν ἔργων πενίαν παρακαλύπτων, δι' ἧς δὲ παρῄνεσα γνώμης τὴν τοῦ διδάσκεσθαι μαθητείαν ἀντιπεριτρέπων. Ἀλλ' ὅμως[ 79. 1141] εἴ τις κεκράτηται παρ' ὑμῶν συγγνώμη, κἀμοὶ ταύτην ἀπονείματε, ἵνα καὶ τὰς ἀντιζύγους τῶν ἀρετῶν κακίας δι' ἐπιτόμου ὑποτάξωμεν σημαίνοντες· τί μέν ἐστι γαστριμαργία, καθ' ἧς ἐγκράτεια· τί δὲ πορνεία, καὶ σωφροσύνη· φιλαργυρία δὲ τί, καὶ ἀκτημοσύνη· λύπη, καθ' ἧς ἡ χαρά· ὀργὴ δὲ τί, καὶ μακροθυμία· καὶ ἀκηδία, καὶ ὑπομονή· τί δὲ κενοδοξία, καὶ ἀκενοδοξία, φθόνος, καὶ ἀφθονία, ὑπερηφανία, καὶ ταπείνωσις· ταῦτα ἀντίζυγα, καὶ ἀντίπαλα, καὶ ἀντίθετα ἀλλήλων ὅντα, δι' ἐπιτόμου οὕτως ὑπετάξαμεν.
1.0.2
Ἔστιν οὖν γαστριμαργία, πορνείας μήτηρ, τροφὸς λογισμῶν, νηστείας ἀτονία, ἀσκήσεως φίμωτρον, στοχασμοῦ φόβητρον, ἐξεικονισμὸς βρωμάτων, σκιαγράφος ἀρτυμάτων, ἀνειμένος πῶλος, ἀχαλίνωτος μανία, δοχεῖον νόσου, ὑγείας φθόνος, φραγμὸς συρίγγων, στεναγμὸς ἐντέρων, ὕβρεων πέρας, πορνείας σύμμιστος, διανοίας ῥύπος, σώματος ἀσθένεια, φορτικὸς ὕπνος, ἀμειδὴς θάνατος. Ἐγκράτεια, γαστρὸς χαλινὸς, ἀπληστείας δὲ μάστιξ, συμμετρίας δὲ σταθμὸς, ἀδηφαγίας δὲ κημὸς, ἀναπαύσεως ἀποταγὴ, σκληρουχίας συνταγὴ, λογισμῶν δαμαστήριον ἀγρυπνίας ὄμμα, πυρώσεως ῥύσις, σώματος παιδαγωγὸς, πόνων πύργος, καὶ τρόπων τεῖχος, ἠθῶν καταστολὴ, καὶ παθῶν ἀναστολὴ, νέκρωσις μελῶν, ἀναβίωσις ψυχῶν, ἀναστάσεως μίμημα, ἁγιασμοῦ πολίτευμα. Πορνεία, λαιμαργίας κύημα, προμαλακτὴρ καρδίας, πυρώσεως κάμινος, νυμφαγωγὸς εἰδώλων, ἀσυγγενὴς πρᾶξις, σκιαζομένη μορφὴ, φανταζομένη συμπλοκὴ, ἐνυπνίων κλίνη, ἀναίσθητος συνουσία, ὀφθαλμῶν δόλος, βλέμματος ἀναίδεια, εὐχῆς ἐντροπὴ, καρδίας αἰσχύνη, ἀγνωσίας ὁδηγός. Σωφροσύνη, ἀληθείας στολὴ, ἀσελγείας πέλυξ, ὀφθαλμῶν ἡνίοχος, ἐπίσκοπος λογισμῶν, ἐννοίας περιτομὴ, ἀκολασίας δὲ ἐκτομὴ, φύσεως ἀντίφυτος, καὶ πυρώσεως ἀντίθετος, ἔργων ἐπεργὸς, καὶ ἐγκρατείας συνεργὸς, καρδίας λαμπτὴρ, εὐχῆς γνώμων. Επιτρέπετα
1.0.3
Φιλαργυρία εἰδώλων φειδωλεῖον, δήμου προφητεία, σφιγγίας ψῆφος, ἐναποθέτων λογιστεία, αἰχμαλωσίας πλοῦτος, ἀδικίας γένος, νοσημάτων πιότης, πολυετίας μάντις, φιλεργίας ἐπῳδὸς, ἀγρυπνίας σύμβουλος, γαστρὸς πενία, βρωμάτων εὐτέλεια, ἀκόρεστος μανία. πολυμέριμνος κακία. Ἀκτημοσύνη, φιλαργυρίας ἐκρίζωμα, ἀφιλαργυρίας δὲ ῥίζωμα, καρπὸς ἀγάπης, καὶ σταυρὸς ζωῆς, ἀνώδυνος βίος, ἀνεπίφθονος θησαυρὸς, ἀμέριμνος οὐρανὸς, ἀπερίσπαστος ἥλιος, ἀμέτρητος ὕλη, ἀκατάληπτος πλοῦτος, μερίμνης δρέπανον, Εὐαγγελίων πρᾶξις, ἄλυτος κόσμος. ὀξύδρομος ἀγωνιστής. Λύπη, ζημίας ἔνοικος, ἀποτυχίας συνόμιλος, ξενιτείας πρόδρομος, συγγενείας μνήμη, στενώσεως πάρεδρος, ἀκηδίας σύμφοιτος, παροξυσμοῦ ἔγκλημα, ὕβρεως ὑπόμνημα, καὶ ψυχῆς σκότισμα, ἠθῶν κατήφεια, φρονήσεως μέθη, ὑπνω[ 79. 1144] τικὸν ἀντίδοτον, μορφῆς νέφος, σαρκὸς σκώληξ, λογισμῶν λύπη, αἰχμαλωσίας δῆμος. Χαρὰ, λύπης ὄλεθρος, καὶ συμφορῶν εὐχαριστία, εὐχῶν ὀπτασία. καὶ πόνων εὐφρασία, εὐποιΐας ἱλαρότης, ἀποταγῆς ἔνθεμα, φιλοξενίας δοχεῖον, ἐλπίδων καταφυγὴ, ἀσκούντων τροφὴ, πενθούντων παραίνεσις, δακρύων παρηγορία, θλίψεως ἀντίληψις, ἀγάπης ἔμψηφος, καὶ μακροθυμίας σύμψηφος. Ὀργὴ, φρονήσεως διαρπαγὴ, καταστάσεως ἀνασκευὴ, φύσεως σύγχυσις, ἠγριωμένη μορφὴ, κάμινος καρδίας, ἐρευγομένη φλὸξ, θυμοῦ νόμος, ὕβρεων μῆνις, μήτηρ θηρίων, σιωπῶσα μάχη, εὐχῆς σκῶλον. Μακροθυμία, φρονήσεως ὅπλον, ὀργῆς δικαστήριον καρδίας, ἰατρεῖον, θρασυνομένων νουθεσία, ταρασσομένων γαλήνη, ἀχείμαστος λιμὴν, λυποῦσιν εὐποιΐα, πρὸς πάντας ἠπιότης, βλασφημουμένη εὐλογεῖ, ὑβριζομένη ἀγάλλεται, στενουμένων παραμύθιον, ἐλπιζομένων ἔσοπτρον, κακουχουμένων βραβεῖον. ΚΕΦΑΛ.∆ ʹ. Ἀκηδία, φιλία ἀερικὴ, βημάτων περιαγωγὸς, φιλεργίας μῖσος, ἡσυχίας μάχη, ψαλμῳδίας ζάλη, εὐχῆς ὄκνος, ἀσκήσεως χαύνωσις, ἄωρος νυσταγμὸς, περιστρεφόμενος ὕπνος, μανίας βάρος, κέλλης μῖσος, πόνων ἀντίπαλος, καρτερίας ἀντίζυγος, μελέτης κήμωτρον, Γραφῶν ἀμαθία, λύπης μέτοχος, ὁρωλόγιον πείνης. Ὑπομονὴ, ἀκηδίας διακοπὴ, λογισμῶν κατακοπὴ, θανάτου μέριμνα, σταυροῦ μελέτη, καθηλωμένος φόβος, τυπτόμενος χρυσὸς, θλίψεων νομοθήκη, βίβλος εὐχαριστίας, θώραξ ἡσυχίας, πόνων ὅπλον, ἀναζέουσα καλλιπονία, ἀρετῶν ὑπογραφή. Κενοδοξία, συντυχίας φαντασία, σχημάτισμα φιλοπονίας, ἀληθείας ἐναντία, αἱρέσεων ἀρχηγέτις, ὄρεξις προεδρίας, ἐσχάτη προσηγορίας, ἐπαίνων δουλεία, πολυσχημάτιστον πνεῦμα, μυριόδοντον θηρίον, κενοδοξίας μέση ὑπερηφανίᾳ πέπλεκται καὶ φθόνῳ, ἐν ἀλλήλοις ὄντα, καὶ δι' ἀλλήλων πολεμοῦντα, ἡ τρίσυρος ἅλυσις τῶν κακῶν, τὸ τριφάρμακον κέρασμα τῶν παθῶν, ἡ τριττὴ γλῶττα τῶν αἱρετικῶν. Ἀκενοδοξία, ταπεινοφροσύνης ἐργασία, ἀρεσκείας ἀποστασία, ἐπαίνων ἀβλεψία, γνώσεως θεωρία, κόσμου ἐναντία, ψυχῆς εὐαισθησία, εὐτελείας δόγμα, πόνων κρυπτηρία, εὐφημίας πολεμία, ἐν φθαρτῷ σώματι ἀπόκρυφος θησαυρός. Φθόνος, ὑπερηφανίας ἔνδυμα, ταπεινοφροσύνης ἀπόδυμα, καταλαλιᾶς ῥίζα, εὐθυμίας ὀφθαλμία, φιλίας ὑπόκρισις, παῤῥησίας δόλος, ἀγάπης ἔχθρα, εὐδοκιμούντων ζῆλος, εὐσταθούντων τύρβη, εὐφημουμένων σκῶμμα, ὀφθαλμῶν ἀλλοίωμα. Τίς ἐστιν ὁ καθαρὸς τῇ καρδίᾳ, ὁ μὴ λαμβανόμενος ἑαυτοῦ ἐπὶ ἐντολῆς Θεοῦ ἀθετήσει, ἢ ἐλλείψει, ἢ ἐν ἀμελείᾳ; Χριστὸς δὲ ἡμῶν ἔστω παντὶ ἔργῳ θελήματος αὐτοῦ εὔοδος. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Intertext edge

Open linked passage

Note