Praktikos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/evagrius-ponticus" aria-label="More works by Evagrius Ponticus">
—
⋯
Original / primary: Pg Scrape Grc
40.1
Οὐκ ἐν παντὶ καιρῷ δυνατὸν ἐκτελεῖν τὸν συνήθη κανόνα, προσέχειν δὲ δεῖ τῷ καιρῷ καὶ τὰς ἐνδεχομένας ἐντολὰς ὡς ἕνι μάλιστα πειρᾶσθαι ποιεῖν· τοὺς γὰρ καιροὺς καὶ αὐτοὶ τοὺς τοιούτους οὐκ ἀγνοοῦσιν οἱ δαίμονες. Ὅθεν κινούμενοι καθ' ἡμῶν, τὰ μὲν δυνατὰ γενέσθαι κωλύουσι, τὰ δὲ μὴ δυνατὰ γενέσθαι πράττειν ἡμᾶς καταναγκάζουσι· καὶ γὰρ τοὺς ἀσθενοῦντας εὐχαριστεῖν μὲν ἐπὶ ταῖς ἀλγηδόσι καὶ μακροθυμεῖν ἐπὶ τοῖς ὑπηρετοῦσιν ἀποκωλύουσιν· ἀτονοῦντας δὲ πάλιν ἐγκρατεύεσθαι καὶ βεβαρημένους ἑστῶτας ψάλλειν προτρέπονται.