Praktikos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/evagrius-ponticus" aria-label="More works by Evagrius Ponticus">
—
⋯
Original / primary: Pg Scrape Grc
59.1
Ὅσῳ προκόπτει ψυχή, τοσούτῳ μείζονες αὐτὴν ἀνταγωνισταὶ διαδέχονται· τοὺς γὰρ αὐτοὺς ἀεὶ δαίμονας αὐτῇ παραμένειν οὐ πείθομαι· καὶ τοῦτο ἴσασι μάλιστα οἱ ὀξύτερον τοῖς πειρασμοῖς ἐπιβάλλοντες, καὶ τὴν προσοῦσαν αὐτοῖς ἀπάθειαν ἐκμοχλευομένην ὑπὸ τῶν διαδεξαμένων ὁρῶντες. 60 Ἡ μὲν τελεία τῇ ψυχῇ ἀπάθεια μετὰ τὴν νίκην τὴν κατὰ πάντων τῶν ἀντικειμένων τῇ πρακτικῇ δαιμόνων ἐγγίνεται· ἡ δὲ ἀτελὴς ἀπάθεια ὡς πρὸς τὴν δύναμιν τέως τοῦ παλαίοντος αὐτῇ λέγεται δαίμονος.