Praktikos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/evagrius-ponticus" aria-label="More works by Evagrius Ponticus">
—
⋯
Original / primary: Pg Scrape Grc
72.1
Εἰ οἱ παλαίοντες ἐν τῷ θλίβεσθαι καὶ ἀντιθλίβειν εἰσί, παλαίουσι δὲ ἡμῖν οἱ δαίμονες, καὶ αὐτοὶ ἄρα θλίβοντες ἡμᾶς ὑφ' ἡμῶν ἀντιθλίβονται. Ἐκθλίψω γὰρ αὐτούς, φησί, καὶ οὐ μὴ δύνωνται στῆναι. Καὶ πάλιν· οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσον.