Praktikos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/evagrius-ponticus" aria-label="More works by Evagrius Ponticus">
—
⋯
Original / primary: Pg Scrape Grc
91.1
Ἀναγκαῖον δὲ καὶ τὰς ὁδοὺς τῶν προοδευσάντων ὀρθῶς διερωτᾶν μοναχῶν καὶ πρὸς αὐτὰς κατορθοῦσθαι· πολλὰ γὰρ ἔστιν εὑρεῖν ὑπ' αὐτῶν ῥηθέντα τε καὶ πραχθέντα καλῶς· ἐν οἷς καὶ τοῦτό φησί τις αὐτῶν, τὴν ξηροτέραν καὶ μὴ ἀνώμαλον δίαιταν ἀγάπῃ συζευχθεῖσαν θᾶττον εἰσάγειν τὸν μοναχὸν εἰς τὸν τῆς ἀπαθείας λιμένα. Ὁ δ' αὐτὸς ταρασσόμενόν τινα νύκτωρ τῶν ἀδελφῶν τῶν φασμάτων ἀπήλλαξεν, ἀσθενοῦσι μετὰ νηστείας ὑπηρετῆσαι προστάξας· οὐδενὶ γὰρ οὕτως, ἐρωτηθεὶς ἔφη, ὡς ἐλέῳ τὰ τοιαῦτα κατασβέννυται πάθη.