Praktikos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/evagrius-ponticus" aria-label="More works by Evagrius Ponticus">
—
⋯
Original / primary: Pg Scrape Grc
98.1
Ἔστι δέ τις παρὰ τὴν Ἀλεξάνδρειαν νῆσος κατ' αὐτὸ τὸ βόρειον μέρος τῆς λίμνης κειμένη τῆς καλουμένης Μαρίας, προσοικεῖ δὲ αὐτῇ μοναχὸς τῆς παρεμβολῆς τῶν γνωστικῶν ὁ δοκιμώτατος· ὅστις ἀπεφήνατο πάντα τὰ πραττόμενα ὑπὸ τῶν μοναχῶν πράττεσθαι δι' αἰτίας πέντε· διὰ Θεόν, διὰ φύσιν, διὰ ἔθος, διὰ ἀνάγκην, διὰ τὰ ἔργα τῶν χειρῶν. Ὁ δ' αὐτὸς ἔλεγε πάλιν μίαν μὲν εἶναι τῇ φύσει τὴν ἀρετήν, εἰδοποιεῖσθαι δὲ αὐτὴν ἐν ταῖς δυνάμεσι τῆς ψυχῆς· καὶ γὰρ τὸ φῶς τὸ ἡλιακὸν ἀσχημάτιστον μέν ἐστι, φησί, ταῖς δὲ δι' ὧν εἰσβάλλει θυρίσι συσχηματίζεσθαι πέφυκεν.