Praktikos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/evagrius-ponticus" aria-label="More works by Evagrius Ponticus">
—
⋯
Original / primary: Textus receptus
101.1
Ἀλλὰ νῦν μέν μοι τοσαῦτα λελέχθω πρὸς σὲ περὶ πρακτικῆς, ποθεινότατε ἀδελφὲ Ἀνατόλιε, ὅσα χάριτι τοῦ ἁγίου Πνεύματος ἐν τῷ σπόρῳ περκαζούσης ἡμῶν τῆς σταφυλῆς ἐπιρωγολογούμενοι εὑρήκαμεν· εἰ δὲ σταθερὸς ἡμῖν ἐπιλάμψει τῆς δικαιοσύνης ὁ ἥλιος καὶ ὁ βότρυς πέπειρος γένηται, τότε καὶ τὸν οἶνον πιόμεθα αὐτοῦ τὸν εὐφραίνοντα καρδίαν ἀνθρώπου, εὐχαῖς καὶ πρεσβείαις τοῦ δικαίου Γρηγορίου τοῦ φυτεύσαντός με καὶ τῶν νῦν ὁσίων Πατέρων τῶν ποτιζόντων με, καὶ δυνάμει τῇ τοῦ αὐξάνοντός με Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.