Praktikos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/evagrius-ponticus" aria-label="More works by Evagrius Ponticus">
—
⋯
Original / primary: Textus receptus
11.1
Ἡ ὀργὴ πάθος ἐστὶν ὀξύτατον· θυμοῦ γὰρ λέγεται ζέσις καὶ κίνησις κατὰ τοῦ ἠδικηκότος ἢ δοκοῦντος ἠδικηκέναι· ἥτις πανημέριον μὲν ἐξαγριοῖ τὴν ψυχὴν, μάλιστα δὲ ἐν ταῖς προσευχαῖς συναρπάζει τὸν νοῦν, τὸ τοῦ λελυπηκότος πρόσωπον ἐσοπτρίζουσα. Ἔστι δὲ ὅτε χρονίζουσα καὶ μεταβαλλομένη εἰς μῆνιν, ταραχὰς νύκτωρ παρέχει, τῆξίν τε τοῦ σώματος καὶ ὠχρότητα, καὶ θηρίων ἰοβόλων ἐπιδρομάς. Ταῦτα δὲ τὰ τέσσαρα μετὰ τὴν μῆνιν συμβαίνοντα, εὕροι ἄν τις παρακολουθοῦντα πλείοσι λογισμοῖς.