Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Praktikos
Evagrius PonticusPraktikos 58 · textus-receptusMore by Evagrius Ponticus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/evagrius-ponticus" aria-label="More works by Evagrius Ponticus"> —
⋯
More
Original / primary: Textus receptus
58.1
Ὁ τῆς κενοδοξίας δαίμων ἀντίκειται τῷ δαίμονι τῆς πορνείας, καὶ τούτους ἅμα προσβαλεῖν ψυχῇ τῶν οὐκ ἐνδεχομένων ἐστίν· εἴπερ ὁ μὲν τιμὰς ἐπαγγέλλεται, ὁ δὲ ἀτιμίας πρόξενος γίνεται· ὁπότερος τοίνυν τούτων ἐὰν προσεγγίσας πιέζῃ σε, τοὺς τοῦ ἀντικειμένου δαίμονος πλάττε δῆθεν ἐν σεαυτῷ λογισμούς· κἂν δυνηθῇς τὸ δὴ λεγόμενον ἥλῳ τὸν ἧλον ἐκκρούειν, γίνωσκε σεαυτὸν πλησίον ὄντα τῶν ὅρων τῆς ἀπαθείας· ἴσχυσε γάρ σου ὁ νοῦς λογισμοῖς ἀνθρωπίνοις λογισμοὺς ἀφανίσαι δαιμόνων. Τὸ δὲ διὰ ταπεινοφροσύνης ἀπώσασθαι τὸν τῆς κενοδοξίας λογισμόν, ἢ διὰ σωφροσύνης τὸν τῆς πορνείας, βαθυτάτης ἂν εἴη τεκμήριον ἀπαθείας. Καὶ τοῦτο ἐπὶ πάντων τῶν ἀντικειμένων ἀλλήλοις δαιμόνων πράττειν πειράθητι· ἅμα γὰρ καὶ γνώσῃ ποίῳ πάθει μᾶλλον πεποίωσαι. Πλὴν ὅση δύναμις αἴτει παρὰ Θεοῦ τῷ δευτέρῳ τρόπῳ τοὺς πολεμίους ἀμύνασθαι.

Intertext edge

Open linked passage

Note