Praktikos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/evagrius-ponticus" aria-label="More works by Evagrius Ponticus">
—
⋯
Original / primary: Textus receptus
99.1
Ἄλλος δὲ πάλιν τῶν μοναχῶν· διὰ τοῦτο περιαιρῶ τὰς ἡδονάς, εἶπεν, ἵνα τὰς τοῦ θυμοῦ περικόψω προφάσεις· οἶδα γὰρ αὐτὸν ἀεὶ μαχόμενον ὑπὲρ τῶν ἡδονῶν καὶ ἐκταράσσοντά μου τὸν νοῦν καὶ τὴν γνῶσιν ἀποδιώκοντα. Ἔλεγε δέ τις τῶν γερόντων ὅτι ἡ ἀγάπη παραθήκας βρωμάτων ἢ χρημάτων τηρεῖν οὐκ ἐπίσταται. Ὁ δ’ αὐτός· οὐκ οἶδα, φησίν, εἰς τὸ αὐτὸ δὶς ὑπὸ δαιμόνων ἀπατηθείς.