Rgdeoratione
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/evagrius-ponticus" aria-label="More works by Evagrius Ponticus">
—
⋯
Original / primary: Textus receptus
1.0.ΠΡΟΟΙΜΙΟΝ
Πυρέττοντά με τῷ φλογμῷ τῶν ἀκαθάρτων παθῶν, συνήθως ἀνεκτήσω, τῇ τῶν θεοφιλῶν σου γραμμάτων ἐπαφῇ, τὸν κάμνοντά μου νοῦν ἐν τοῖς ἐσχάτοις παραμυθησάμενος, καὶ τὸν μέγαν μιμησάμενος καθηγητὴν, καὶ διδάσκαλον μακαρίως· καὶ οὐ θαυμαστόν· σὴ γὰρ ἀεὶ μερὶς γέγονε τὰ ἐπίσημα, ὡς καὶ τοῦ εὐλογημένου Ἰακώβ· καλῶς γὰρ δουλεύσας τῆς Ῥαχὴλ χάριν, καὶ λαβὼν τὴν Λείαν, ζητεῖς καὶ τὴν ποθουμένην, ὡς καὶ ταύτης δήπου πληρώσας τὰ ἕβδομα. Ἐγὼ δὲ οὐκ ἀρνηθείην, ὡς ὅλην τὴν νύκτα κοπιάσας, πεπίακα οὐδὲν, πλὴν ἀλλ' ἐπὶ τῷ σῷ λόγῳ χαλάσας τὸ δίκτυον, ἤγρευσα ἰχθύων πληθὺν, οὐκ οἶμαι μὲν μεγάλων, ἑκατὸν δὲ ὅμως καὶ πεντήκοντα τριῶν, καὶ τούτους ἀπέστειλα ἐν τῇ σπυρίδι τῆς ἀγάπης διὰ τῶν ἰσαρίθμων κεφαλαίων, τὴν πρόσταξίν σου πεπληρωκώς· θαυμάζω δέ σε, καὶ λίαν ζηλῶ τῆς ἀρίστης προθέσεως τῶν περὶ προσευχῆς ἐρῶντα κεφαλαίων. Οὐ γὰρ ἁπλῶς τούτων ἐρᾷς τῶν ὑπὸ χειρῶν, καὶ ἐν χάρτῃ διὰ μέλανος τὸ εἶναι ἐχόντων, ἀλλὰ τῶν ἐν νῷ ἱδρυμένων δι' ἀγάπης, καὶ ἀμνησικακίας. Ἀλλ' ἐπεὶ πάντα δισσὰ, ἓν κατ' ἔναντι τοῦ ἑνὸς, κατὰ τὸν σοφὸν Ἰησοῦν, δέχου πρὸς τῷ γράμματι καὶ τῷ πνεύματι· καὶ σύνες, ὡς πάντως τοῦ γράμματος νοῦς προηγεῖται· οὐκ ὄντος γὰρ τούτου, οὐδὲ γράμμα ἔσται. Οὐκοῦν καὶ προσευχῆς διττὸς ὁ τρόπος, ὁ μέν τις πρακτικὸς, ὁ δὲ θεωρητικὸς, οὕτω καὶ ἀριθμοῦ, τὸ μὲν πρόχειρός ἐστι ποσότης, τὸ δὲ σημαινόμενον ποιότης· εἰς ἑκατὸν οὖν πεντήκοντα τριῶν τὸν περὶ προσευχῆς λόγον διειληφότες, εὐαγγελικὸν ὀψώνιόν σοι πεπόμφαμεν, ἵνα εὕρῃς συμβολικοῦ ἀριθμοῦ τερπνότητα καὶ σχῆμα τρίγωνον, καὶ ἑξάγωνον, ὁμοῦ μὲν εὐσεβῆ γνῶσιν Τριάδος, ὁμοῦ δὲ καὶ τῆσδε τῆς διακοσμήσεως τὴν περιγραφὴν ὑποφαῖνον. Ἀλλ' ὁ ἑκατὸν ἀριθμὸς καθ' ἑαυτὸν τετράγωνός ἐστιν, ὁ δὲ πεντήκοντα τρὶς, τρίγωνος, καὶ σφαιρικός· ὁ γὰρ εἰκοστὸς ὄγδοος μὲν τρίγωνος. Σφαιρικὸς δὲ ὁ εἰκοστὸς πέμπτος· πεντάκις γὰρ πέντε κεφάλαια. Οὐκοῦν ἔχεις τὸ τετράγωνον σχῆμα, οὐ μόνον διὰ τῆς τετρακτύος τῶν ἀρετῶν, ἀλλὰ καὶ τοῦδε τοῦ αἰῶνος τὴν ἔνσοφον γνῶσιν τῷ εἰκοστῷ πέμπτῳ ἐοικυῖαν, διὰ τὸ[ 79. 1168] σφαιρικὸν τῶν χρόνων. Ἑβδομὰς γὰρ ἐπὶ ἑβδομάδα, καὶ μὴν ἐπὶ μῆνα κινεῖται, καὶ ἐξ ἐνιαυτοῦ εἰς ἐνιαυτὸν ὁ χρόνος κυλινδεῖται καὶ καιρὸς ἐπὶ καιρὸν, ὡς ἐπὶ κινήσεως ἡλίου, καὶ σελήνης, ἔαρος, καὶ τῶν ἑξῆς ὁρῶμεν. Τὸ δὲ τρίγωνον, σημαίνει ἄν σοι τὴν τῆς ἁγίας Τριάδος γνῶσιν. Ἄλλως· εἰ δὲ διὰ τῆς πληθύος τῶν ἀριθμῶν κομίζῃ τὸν ἑκατοστὸν τρίτον τρίγωνον ὄντα, νοεῖν προσήκει πρακτικὴν, φυσικὴν, θεολογικὴν, ἢ καὶ πίστεως, ἐλπίδος, καὶ ἀγάπης, χρυσὸν, ἄργυρον, λίθους τιμίου. Ἀλλ' ὁ μὲν ἀριθμὸς τοιοῦτος, τῶν δὲ κεφαλαίων τὸ ταπεινὸν οὐ περιυβρίσειας, ὡς εἰδὼς καὶ χορτάζεσθαι, καὶ ὑστερεῖσθαι, ναὶ μὴν καὶ ὡς μεμνημένος τοῦ τὰ δύο τῆς χήρας λεπτὰ μὴ ἀποβεβληκότος, ἀλλὰ καὶ ὑπὲρ πλοῦτον πολλῶν ἑτέρων ἀποδεξαμένου· οὐκοῦν εὐνοίας, καὶ ἀγάπης καρπὸν εἰδὼς, φυλάξεις σοῖς γνησίοις ἀδελφοῖς ἐπιτρέπων προσεύχεσθαι ὑπὲρ τοῦ ἀῤῥωστοῦντος, ὅπως ὑγιαίνῃ, καὶ ἑαυτοῦ τὸν κράββατον ἄρας, λοιπὸν πατήσῃ, χάριτι Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
1.0.1
Εἴ τις βούλοιτο εὐῶδες θυμίαμα σκευάσαι, τὸν διαφανῆ λίβανον, καὶ τὴν κασσίαν καὶ τὸν ὄνυχα, καὶ τὴν στάκτην ἐξίσου συνθήσει κατὰ τὸν νόμον. Ταῦτα δέ ἐστιν ἡ τετρὰς τῶν ἀρετῶν· ἐὰν γὰρ πληρέσταται, καὶ ἴσαι τυγχάνωσιν, οὐ προδοθήσεται ὁ νοῦς.
1.0.2
Καθαρθεῖσα ψυχὴ διὰ τῆς τῶν ἀρετῶν πληρότητος ἀκλόνητον τὴν τάξιν τοῦ νοῦ κατασκευάζει, δεκτικὸν αὐτὸν ποιοῦσα τῆς ζητουμένης καταστάσεως.
1.0.3
Ἡ προσευχὴ, ὁμιλία ἐστὶ νοῦ πρὸς Θεόν· ποίας οὖν δεῖται καταστάσεως ὁ νοῦς, ἵνα ἡσυχάσῃ ἀμεταστρόφως ἐκσταθῆναι πρὸς τὸν οἰκεῖον∆ εσπότην, καὶ συνομιλεῖν αὐτῷ μηδενὸς μεσιτεύοντος; ΚΕΦΑΛ.∆ ʹ. Εἰ τῇ ἐπὶ γῆς βάτῳ φλεγομένῃ προσεγγίσαι πειράσας Μωϋσῆς κωλύεται, ἄχρις οὗ λύσει τὸ ὑπόδημα τῶν ποδῶν, πῶς αὐτὸς τὸν ὑπὲρ πᾶσαν ἔννοιαν καὶ αἴσθησιν ἰδεῖν βουλόμενος, καὶ συνόμιλος αὐτῷ γενέσθαι, οὐ λύεις ἐκ σοῦ πᾶν νόημα ἐμπαθές;
1.0.Ε
Πρότερον περὶ λήψεως δακρύων προσεύχου, ἵνα διὰ τοῦ πένθους μαλάξῃς τὴν ὑπάρχουσαν ἐν τῇ ψυχῇ σου ἀγριότητα, καὶ ἐξαγορεύσας κατὰ σοῦ τὴν ἀνομίαν σου τῷ Κυρίῳ, παρ' αὐτοῦ ἀφέσεως τεύξῃ. 79. 1169
1.0.ς
Κέχρησο τοῖς δάκρυσι πρὸς παντὸς αἰτήματος κατόρθωσιν· λίαν γὰρ χαίρει σου ὁ∆ εσπότης ἐν δάκρυσι προσευχὴν δεχόμενος.
1.0.Ζ
Ἐὰν πηγὰς δακρύων ἐκχέῃς ἐν τῇ προσευχῇ σου, μηδαμῶς ἐπαίρου ἐν σεαυτῷ, ὡς ὑπὲρ τοὺς πολλοὺς ὤν· βοήθειαν γὰρ προσείληφεν ἡ προσευχή σου, ἵνα δυνηθῇς προθύμως ἐξαγορεύειν σου τὰς ἁμαρτίας, καὶ ἐξευμενίσασθαι τὸν∆ εσπότην διὰ τῶν δακρύων.
1.0.Η
Μὴ οὖν εἰς πάθος τρέψῃ τὸ τῶν παθῶν ἀλέξημα, ἵνα μὴ πλέον παροργίσῃς τὸν δεδωκότα τὴν χάριν· πολλοὶ δακρύοντες ὑπὲρ ἁμαρτιῶν, ἐπιλαθόμενοι τοῦ τῶν δακρύων σκοποῦ, μανέντες ἐξεπλάγησαν.
1.0.Θ
Στῆθι ἐμπόνως, καὶ προσεύχου εὐτόνως, καὶ ἀποστρέφου τὰς τῶν φροντίδων καὶ διαλογισμῶν ἐπιτεύξεις· ταράττουσι γὰρ καὶ θορυβοῦσί σε, ἵνα ἐκλύσωσι τοῦ τόνου.
1.0.Ι
Ὅταν ἴδωσιν οἱ δαίμονες προθυμούμενόν σε ἀληθῶς προσεύξασθαι, τότε ὑποτίθενται νοήματά τινων πραγμάτων δῆθεν ἀναγκαίων, καὶ μετὰ βραχὺ ἐπαίρουσι τὴν περὶ αὐτῶν μνήμην, κινοῦντες τὸν νοῦν πρὸς ζήτησιν αὐτῶν, καὶ ὡς μὴ εὑρίσκων σφόδρα λυπεῖται, καὶ ἀθυμεῖ· ἡνίκα δὲ στῇ εἰς προσευχὴν, ὑπομιμνήσκουσιν αὐτὸν τῶν ζητηθέντων, καὶ μνημονευθέντων, ἵνα χαυνωθεὶς ὁ νοῦς πρὸς γνῶσιν αὐτῶν ἀπολέσῃ τὴν εὔκαρπον προσευχήν.
1.0.ΙΑ
Ἀγωνίζου στῆσαι τὸν νοῦν σου, κατὰ τὸν καιρὸν τῆς προσευχῆς κωφὸν, καὶ ἄλαλον, καὶ δυνήσῃ προσεύξασθαι.
1.0.ΙΒ
Ἡνίκα ἀπαντήσει σοι πειρασμὸς, ἢ ἀντιλογία, ἢ ἐρεθίσῃ, ἢ πρὸς τὴν δι' ἐναντίας ἄμυναν κινῆσαι θυμὸν, ἢ ῥῆξαι φωνήν τινα, μνήσθητι τῆς προσευχῆς καὶ τοῦ κατ' αὐτὴν κρίματος· καὶ εὐθέως ἡ ἔν σοι ἄτακτος κίνησις ἠρεμήσει.
1.0.ΙΓ
Ὅσα ἂν ποιήσῃς πρὸς ἄμυναν ἀδελφοῦ ἠδικηκότος σε, ἅπαντα εἰς σκάνδαλόν σοι γενήσεται ἐν καιρῷ προσευχῆς. ΚΕΦΑΛ. Ι∆ ʹ. Προσευχή ἐστι πραότητος καὶ ἀοργησίας βλάστημα.
1.0.ΙΕ
Προσευχή ἐστι χαρᾶς καὶ εὐχαριστίας πρόβλημα. 79. 1172 ΕΦΑΛ. Ιςʹ. Προσευχή ἐστι λύπης καὶ ἀθυμίας ἀλέξημα.
1.0.ΙΖ
Ἀπελθὼν πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ λαβὼν τὸν σταυρὸν, ἀπάρνησαι ἑαυτὸν, ἵνα δυνηθῇς ἀπερισπάστως προσεύχεσθαι.
1.0.ΙΗ
Εἰ βούλει ἐπαινετῶς προσεύχεσθαι, ἄρνησαι ἑαυτὸν καθ' ὥραν, καὶ πάμπολα δεινὰ πάμπολα ὑπὲρ προσευχῆς φιλοσόφει.
1.0.ΙΘ
Ὅπερ ἂν χαλεπὸν ὑπομένων φιλοσοφήσῃς, τούτου τὸν καρπὸν κατὰ τὸν καιρὸν τῆς προσευχῆς εὑρήσεις.
1.0.Κ
Ἐπιθυμῶν προσεύξασθαι ὡς δεῖ, μὴ λυπήσῃς ψυχὴν, εἰ δὲ μήγε, εἰς μάτην τρέχεις. ΕΦΑΛ. ΚΑʹ. Ἄφες σου τὸ δῶρον, φησὶν, ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ἀπελθὼν πρότερον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε προσεύξῃ ἀταράχως· ἡ γὰρ μνησικακία ἀμαυροῖ τὸ ἡγεμονικὸν τοῦ προσευχομένου, καὶ σκοτίζει τούτου τὰς προσευχάς.
1.0.ΚΒ
Οἱ λύπας καὶ μνησικακίας ἑαυτοῖς σωρεύοντες, καὶ προσεύχεσθαι δοκοῦντες, ὅμοιοί εἰσι τοῖς ὕδωρ ἀντλοῦσι, καὶ εἰς τετρημένον πίθον βάλλουσιν.
1.0.ΚΓ
Ἐὰν ὑπομονητικὸς ᾖς, ἀεὶ μετὰ χαρᾶς προσεύξῃ. ΚΕΦΑΛ. Κ∆ ʹ. Προσευχομένου σου δεόντως, τοιαῦτά σοι ἀπαντήσει πράγματα, ἵνα δόξῃς δίκαιον εἶναι πάντως τῷ θυμῷ χρήσασθαι· οὐκ ἔστι δὲ δίκαιος θυμὸς κατὰ τοῦ πέλας τὸ σύνολον· ἐὰν γὰρ ζητήσῃς, εὑρήσεις, ὅτι δυνατὸν, καὶ δίχα θυμοῦ καλῶς διατεθῆναι τὸ πρᾶγμα· πάσῃ οὖν μηχανῇ χρῆσαι πρὸς τὸ μὴ ῥῆξαι θυμόν.
1.0.ΚΕ
Ὅρα μὴ δοκῶν ἕτερον ἰᾶσθαι, αὐτὸς ἀνίατος ἔσῃ, καὶ δῷς ἐκκοπὴν τῇ προσευχῇ σου.
1.0.Κς
Φειδόμενος θυμοῦ, φειδὼ εὑρήσεις, καὶ φρόνιμον ἑαυτὸν ἀναδείξεις πρὸς τὸ εἰς οἴησιν, καὶ ἐν τοῖς προσευχομένοις ἔσῃ.
1.0.ΚΖ
Κατὰ θυμοῦ ὁπλιζόμενος, ἐπιθυμίας οὐκ ἀνέξῃ ποτέ· αὕτη γὰρ ὕλας δίδωσι τῷ θυμῷ, καὶ οὗτος[ 79. 1173] ταράττει τὸν νοερὸν ὀφθαλμὸν, λυμαινόμενος τὴν κατάστασιν τῆς προσευχῆς.
1.0.ΚΗ
Μὴ ἐν μόνοις τοῖς ἐκτὸς σχήμασι προσεύχου, ἀλλὰ τρέπε τὸν νοῦν σου εἰς συναίσθησιν πνευματικῆς προσευχῆς μετὰ πολλοῦ φόβου.
1.0.ΚΘ
Ποτὲ μὲν ἀθρόως στὰς εἰς προσευχὴν οὐ προσεύξῃ, ποτὲ δὲ λίαν πονήσας, οὐκ ἐπιτεύξῃ τοῦ σκοποῦ, ἵνα ἔτι μᾶλλον ζητήσας, καὶ λαβὼν, ἕξεις ἄσυλον τὸ κατόρθωμα.
1.0.Λ
Ἐπιστάντος ἀγγέλου ἀθρόον ἅπαντες ἀφίστανται οἱ ἐνοχλοῦντες ἡμῖν, καὶ εὑρίσκεται ὁ νοῦς ἐν πολλῇ ἀνέσει, ὑγιῶς προσευχόμενος· ποτὲ δὲ τοῦ συνήθους πολέμου ἡμῖν ἐπικειμένου, πυκτεύει ὁ νοῦς, καὶ οὐ συγχωρεῖται ἀνανεῦσαι, προπεποίωται γὰρ τοῖς ποικίλοις πάθεσιν, ὅμως ἐπὶ πλέον ζητῶν εὑρήσει, καὶ κρούοντι αὐτῷ εὐτόνως, ἀνοιγήσεται.
1.0.ΛΑ
Μὴ προσεύχου τὰ σὰ θελήματα γενέσθαι· οὐδὲ γὰρ πάντως συμφωνοῦσι τῷ θελήματι τοῦ Θεοῦ, ἀλλὰ μᾶλλον καθὼς ἐδιδάχθης, προσεύχου λέγων· Γενηθήτω τὸ θέλημά σου ἐν ἐμοί· καὶ ἐπὶ παντὶ δὲ πράγματι οὕτως αὐτὸν αἴτει τὸ ἀγαθὸν, καὶ συμφέρον τῇ ψυχῇ, σὺ δὲ οὐ πάντως τοῦτο ζητεῖς.
1.0.ΛΒ
Πολλάκις προσευχόμενος ᾐτησάμην γενέσθαι μοι ὃ ἔδοξα καλὸν εἶναί μοι, καὶ ἐπέμενον τῷ αἰτήματι, ἀλόγως βιαζόμενος τὸ θέλημα τοῦ Θεοῦ, καὶ μὴ ἀποδιδοὺς αὐτῷ, ἵνα ὃ οἶδε συμφέρον αὐτὸς μᾶλλον οἰκονομήσῃ, καὶ μέντοι λαβὼν, ὕστερον ἠχθέσθην λίαν, διότι μᾶλλον τὸ βούλημα ἑαυτοῦ ᾐτησάμην γενέσθαι· οὐ γὰρ τοιοῦτόν μοι ἀπήντησε τὸ πρᾶγμα, οἷον ἐνόμιζον.
1.0.ΑΙ
Τί ἄλλο ἀγαθὸν, ἀλλ' ἢ Θεός; Οὐκοῦν αὐτῷ ἀποδῶμεν πάντα τὰ καθ' ἡμᾶς, καὶ εὖ ἡμῖν ἔσται· ὁ γὰρ ἀγαθὸς πάντως, καὶ ἀγαθῶν ἐστι παροχεὺς δωρεῶν. ΚΕΦΑΛ. Λ∆ ʹ. Μὴ ὡς ἐν δυνάμει κομιζόμενος, εὐθέως τὸ αἴτημα ζήτει· βούλεται γάρ σε ἐπὶ πλέον εὐεργετῆσαι προσκαρτεροῦντα αὐτῷ ἐν τῇ προσευχῇ· τί γὰρ ἀνώτερον τοῦ τῷ Θεῷ προσομιλεῖν, καὶ τῇ πρὸ αὐτὸν συνουσίᾳ περισπᾶσθαι;
1.0.ΛΕ
Προσευχή ἐστιν ἀνάβασις νοῦ πρὸς Θεόν. 79. 1176
1.0.Λς
Εἰ προσεύξασθαι ποθεῖς, ἀπόταξαι τοῖς σύμπασιν, ἵνα τὸ πᾶν κληρονομήσῃς.
1.0.ΛΖ
Προσεύχου πρότερον περὶ τοῦ καθαρθῆναι τῶν παθῶν, καὶ δεύτερον περὶ τοῦ ῥυσθῆναι ἀπὸ τῆς ἀγνωσίας, καὶ τρίτον ἀπὸ παντὸς πειρασμοῦ καὶ ἐγκαταλείψεως.
1.0.ΛΗ
Μόνην ζήτει ἐν τῇ προσευχῇ σου τὴν δικαιοσύνην, καὶ τὴν βασιλείαν, τουτέστι τὴν ἀρετὴν, καὶ τὴν γνῶσιν, καὶ τὰ λοιπὰ πάντα προστεθήσεταί σοι.
1.0.ΛΘ
∆ ίκαιον, μὴ μόνον περὶ οἰκείας καθάρσεως προσεύχεσθαι, ἀλλὰ καὶ περὶ παντὸς ὁμοφύλου, ἵνα ἀγγελικὸν μιμήσῃ τρόπον.
1.0.Μ
Ὅρα, ἐὰν ἀληθῶς Θεῷ παρέστηκας ἐν τῇ προσευχῇ σου, ἢ ἐπαίνῳ ἀνθρώπων ἡττᾶσαι, καὶ τούτων θηρᾷν ἐπείγῃ, ὥσπερ ἐπικαλύμματι κεχρημένος τῇ παραστάσει τῆς προσευχῆς.
1.0.ΜΑ
Εἴτε μετὰ ἀδελφῶν προσεύχῃ, εἴτε κατὰ μόνας, ἀγώνισαι, μὴ ἔθει, ἀλλὰ αἰσθήσει προσεύχεσθαι.
1.0.ΜΒ
Ἦθος ἐστὶ προσευχῆς σύννοια μετ' εὐλαβείας, καὶ κατανύξεως, καὶ ὀδύνης ψυχῆς ἐν ἐξαγορεύσει πταισμάτων μετὰ στεναγμῶν ἀφώνων.
1.0.ΜΓ
Ἐὰν περιβλέπηται ὁ νοῦς σου ἀκμὴν ἐν τῷ καιρῷ τῆς προσευχῆς, οὐδέπω ὡς μοναχὸς προσεύχεται, ἀλλ' ἔτι κοσμικός ἐστι, τὴν ἔξωθεν σκηνὴν καλλωπίζων. ΚΕΦΑΛ. Μ∆ ʹ. Προσευχόμενος, τὴν μνήμην σου δυνάμει φύλαττε, ἵνα μὴ τὰ οἰκεῖα παράθηταί σοι, ἀλλὰ πρὸς τὴν γνῶσιν τῆς παρατάσεώς σε κινῇ· λίαν γὰρ πέφυκε συλᾶσθαι ὁ νοῦς ὑπὸ τῆς μνήμης κατὰ τὸν καιρὸν τῆς προσευχῆς.
1.0.ΜΕ
Ἢ παλαιῶν πραγμάτων ἄγει σοι φαντασίας ἡ μνήμη προσευχομένῳ, ἢ νέας φροντίδας, ἢ πρόσωπον λελυπηκότος.
1.0.Μς
Λίαν βασκαίνει ὁ δαίμων ἀνθρώπῳ προσευχομένῳ, καὶ πάσῃ χρᾶται μηχανῇ, λυμήνασθαι τὸν τούτου σκοπόν· οὐ παύεται οὖν τὰ νοήματα κινῶν τῶν πραγμάτων διὰ τῆς μνήμης, καὶ ὅλα τὰ πάθη ἀναμοχλεύων διὰ τῆς σαρκὸς, ἵνα ἐμποδίσαι δυνηθῇ τῷ ἀρίστῳ αὐτοῦ δρόμῳ, καὶ τῇ πρὸς Θεὸν ἐκδημίᾳ.
1.0.ΜΖ
Ὅταν πολλὰ ποιήσας ὁ πονηρότατος δαίμων, μὴ δυνηθῆ ἐμποδίσαι τὴν τοῦ σπουδαίου προσευχὴν,[ 79. 1177] μικρὸν ὑποχαλᾷ, καὶ μετέπειτα ἀμύνεται αὐτὸν προσευξάμενον· ἢ γὰρ εἰς ὀργὴν ἐξάψας ἀφανίζει τὴν ἐκ τῆς εὐχῆς συγκροτουμένην ἀρίστην κατάστασιν ἐν ἑαυτῷ, ἢ πρὸς ἡδονήν τινα ἄλογον ἐρεθίσας ὑβρίζει τὸν νοῦν.
1.0.ΜΗ
Προσευξάμενος ὡς δεῖ, προσδόκα ἃ μὴ δεῖ, καὶ στῆθι ἀνδρείως φυλάττων τὸν καρπόν σου· εἰς τοῦτο γὰρ ἐξ ἀρχῆς ἐτάχθης, ἐργάζεσθαι, καὶ φυλάττειν· μὴ οὖν ἐργασάμενος ἐάσῃς ἀφύλακτον τὸ πονηθέν· εἰ δὲ μήγε, οὐδὲν ὠφέλησας προσευχόμενος.
1.0.ΜΘ
Πᾶς ὁ συγκροτούμενος πόλεμος μεταξὺ ἡμῶν τε, καὶ τῶν ἀκαθάρτων πνευμάτων, οὐ περὶ ἑτέρου γίνεται, ἢ περὶ πνευματικῆς προσευχῆς· λίαν γὰρ πολέμιος αὐτοῖς ἐστι, καὶ ἐπαχθεστάτη, ἡμῖν δὲ σωτήριος, καὶ προσηνεστάτη.
1.0.Ν
Τί βούλεται τοῖς δαίμοσι ἐνεργεῖν ἐν ἡμῖν γαστριμαργίαν, πορνείαν, φιλαργυρίαν, ὀργήν τε καὶ μνησικακίαν, καὶ τὰ λοιπὰ πάθη; ἵνα παχυνθεὶς ὁ νοῦς ἐξ αὐτῶν, μὴ δυνηθῇ ὡς δεῖ προσεύξασθαι· τὰ γὰρ τοῦ ἀλόγου μέρους πάθη ἄρξαντα οὐκ ἐᾷ αὐτὸν λογικῶς κινεῖσθαι καὶ τὸν Θεοῦ Λόγον ἐπιζητεῖν.
1.0.ΝΑ
Τὰς ἀρετὰς μετερχόμεθα διὰ τοὺς λόγους τῶν γεγονότων, καὶ τούτους διὰ τὸν οὐσιώσαντα Κύριον, οὗτος δὲ ἐν τῇ καταστάσει τῆς προσευχῆς ἀναφαίνεσθαι εἴωθε.
1.0.ΝΒ
Κατάστασίς ἐστι προσευχῆς ἕξις ἀπαθὴς, ἔρωτι ἀκροτάτῳ εἰς ὕψος νοητὸν ἁρπάζουσα τὸν φιλόσοφον, καὶ πνευματικὸν νοῦν.
1.0.ΝΓ
Οὐ μόνον θυμοῦ, καὶ ἐπιθυμίας δεῖ ἄρχειν τὸν ἀληθῶς προσεύξασθαι ἐπειγόμενον, ἄλλα καὶ ἐκτὸς ἐμπαθοῦς νοήματος γενέσθαι. ΚΕΦΑΛ. Ν∆ ʹ. Ὁ ἀγαπῶν τὸν Θεὸν, τούτῳ ὡς Πατρὶ ἀεὶ συνομιλεῖ, ἀποστρεφόμενος πᾶν νόημα ἐμπαθές.
1.0.ΝΕ
Οὐχ ὁ ἀπαθείας τετυχηκὼς, ἤδη καὶ προσεύχεται ἀληθῶς· δύναται γὰρ ἐν τοῖς ψιλοῖς νοήμασι εἶναι καὶ ἐν ταῖς ἱστορίαις αὐτῶν περισπᾶσθαι, καὶ μακρὰν ἀπέχειν ἀπὸ Θεοῦ.
1.0.Νς
Οὐκ ἂν ὅτε μὴ ἐγχρονίζῃ ὁ νοῦς ἐν τοῖς ψιλοῖς νοήμασι τῶν πραγμάτων, ἤδη καὶ προσευχῆς κατείληφε τόπον· δύναται γὰρ ἐν τῇ θεωρίᾳ εἶναι τῶν πραγμάτων, καὶ ἐν τοῖς λόγοις αὐτῶν ἀδολεσχεῖν,[ 79. 1180] ἅπερ, καὶ εἰ ψιλὰ ῥήματά εἰσιν, ἀλλ' ὡς πραγμάτων ὄντα θεωρήματα, τυποῦσι τὸν νοῦν, καὶ μακρὰν ἀπάγουσιν ἀπὸ Θεοῦ.
1.0.ΝΖ
Κἂν ὑπὲρ τὴν θεωρίαν τῆς σωματικῆς φύσεως ὁ νοῦς γένηται, οὔπω τέλεον τὸν τοῦ Θεοῦ τόπον ἐθεάσατο· δύναται γὰρ ἐν τῇ τῶν νοητῶν εἶναι γνώσει, καὶ ποικίλλεσθαι πρὸς αὐτήν.
1.0.ΝΗ
Εἰ προσεύξασθαι βούλει, Θεοῦ χρεία τοῦ διδόντος εὐχὴν τῷ εὐχομένῳ· οὐκοῦν ἐπικαλοῦ αὐτὸν λέγων,« Ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου,» τουτέστι τὸ ἅγιον Πνεῦμα, καὶ ὁ μονογενής σου Υἱός· οὕτω γὰρ ἐδίδαξε, λέγων, ἐν Πνεύματι καὶ ἀληθείᾳ προσκυνεῖσθαι τὸν Θεὸν, τουτέστι τὸν Πατέρα, ἐπεὶ καὶ τὰ τρία Θεός.
1.0.ΝΘ
Ο ἐν Πνεύματι καὶ ἀληθείᾳ προσευχόμενος οὐκέτι ἐκ τῶν κτισμάτων τὸν∆ ημιουργὸν γεραίρει, ἀλλ' ἐξ αὑτοῦ αὐτὸν ἀνυμνεῖ.
1.0.Ξ
Εἰ θεολόγος εἶ, προσεύξῃ ἀληθῶς, καὶ εἰ ἀληθῶς προσεύξῃ, θεολόγος εἶ.
1.0.ΞΑ
Ὅταν ὁ νοῦς σου τῷ πολλῷ πρὸς τὸν Θεὸν πόθῳ κατὰ μικρὸν οἷον ὑπαναχωρεῖ τῆς σαρκὸς, καὶ πάντα τὰ ἐξ ἐνθυμήσεως, ἢ κράσεως νοήματα ἀποστρέφηται, εὐλαβείας ὁμοῦ, καὶ χαρᾶς ἔμπλεως γενόμενος, τότε νόμιζε ἠγγικέναι ὅροις προσευχῆς.
1.0.ΞΒ
Τὸ ἅγιον Πνεύμα συμπάσχον τῇ ἡμετέρᾳ ἀσθενείᾳ, καὶ ἀκαθάρτοις οὖσιν ἐπιφοιτᾷ ἡμῖν, καὶ εἰ εὕροι τὸν νοῦν ἡμῶν φιλαλήθως αὐτῷ προσευχόμενον, ἐπιβαίνει αὐτῷ, καὶ ἅπασαν τὴν κυκλοῦσαν αὐτὸν τῶν λογισμῶν, ἢ τῶν νοημάτων φάλαγγα, ἐξαφανίζει, προτρεπόμενον αὐτὸν εἰς ἔργα πνευματικῆς προσευχῆς.
1.0.ΞΓ
Οἱ μὲν λοιποὶ διὰ τῆς ἀλλοιώσεως τοῦ σώματος ἐμποιοῦσι τῷ νῷ λογισμοὺς, ἢ νοήματα, καὶ θεωρήματα. Ὁ δέ γε Θεὸς τοὐναντίον δρᾷ, αὐτῷ τῷ νῷ ἐπιβαίνει, καὶ ἐντιθεὶς αὐτῷ γνῶσιν, ὡς βούλεται, καὶ διὰ τοῦ νοῦ τὴν τοῦ σώματος ἀκρασίαν κατευνάζων. ΚΕΦΑΛ. Ξ∆ ʹ. Οὐδεὶς ἐρῶν ἀληθοῦς προσευχῆς, καὶ ὀργιζόμενος, ἢ μνησικακῶν ἐκτός ἐστι παραπληξίας· ὅμοιος γάρ ἐστι τῷ ὀξυωπεῖν θέλοντι, καὶ τοὺς οἰκείους ὀφθαλμοὺς ἐκταράσσοντι. 79. 1181
1.0.ΞΕ
Εἰ προσεύξασθαι ποθεῖς, μηδὲν τῶν ἐναντιουμένων τῇ προσευχῇ πρᾶττε, ἵνα ὁ Θεὸς ἐγγίσας συμπορεύσηταί σοι.
1.0.Ξς
Μὴ σχηματίζῃς τὸ Θεῖον ἐν ἑαυτῷ προσευχόμενος, μηδὲ πρὸς μορφήν τινα συγχωρήσῃς τυπωθῆναί σου τὸν νοῦν· ἀλλ' ἄϋλος τῷ ἀΰλῳ πρόσιθι, καὶ συνίσεις.
1.0.ΞΖ
Φυλάττου τὰς παγίδας τῶν ἐναντίων. Γίνεται γὰρ ἐν τῷ προσεύχεσθαί σε καθαρῶς, καὶ ἀταράχως, ἀθρόως ἐπιστῆναί σοι μορφὴν ξένην, καὶ ἀλλόφυλον, πρὸς τὸ εἰς οἴησιν ἀπαγαγεῖν σε τοπάζοντα τὸ Θεῖον ἐκεῖ. ἵνα τὸ ἀθρόως ἐκκαλυφθέν σοι, ποσὸν τὸ θεῖον εἶναι πείσῃ· ἄποσον δὲ τὸ Θεῖον, καὶ ἀσχημάτιστον.
1.0.ΞΗ
Ὅταν μὴ δυνηθῇ τὴν μνήμην κινῆσαι ἐν τῇ προσευχῇ ὁ φθονερὸς δαίμων, τότε τὴν κρᾶσιν τοῦ σώματος ἐκβιάζεται εἰς τὸ ποιῆσαι ξένην τινὰ φαντασίαν τῷ νῷ, καὶ μορφῶσαι αὐτόν· ὁ δὲ ἔχων ἔθος ἐν νοήμασιν, εὐχερῶς κάμπτεται, καὶ πρὸς ἄϋλον, καὶ ἀνείδεον γνῶσιν ἐπειγόμενος ἀπατᾶται, καπνὸν ἀντὶ φωτὸς κατέχων.
1.0.ΞΘ
Στῆθι ἐπὶ τῆς φυλακῆς σου φυλάττων τὸν νοῦν σου ἀπὸ νοημάτων κατὰ τὸν καιρὸν τῆς προσευχῆς, στῆναι ἐπὶ τῇ οἰκείᾳ ἠρεμίᾳ, ἵνα ὁ συμπάσχων τοῖς ἀγνοοῦσι, καὶ σοὶ ἐπιφοιτήσῃ, καὶ τότε λήψῃ δῶρον προσευχῆς εὐκλεέστατον
1.0.Ο
Οὐ δυνήσῃ προσεύξασθαι καθαρῶς, πράγμασι συμπλεκόμενος ὑλικοῖς, καὶ φροντίσι συνεχέσι δονούμενος· προσευχὴ γάρ ἐστιν ἀπόθεσις νοημάτων.
1.0.ΟΛ
Οὐ δύναται δεδεμένος δραμεῖν, οὐδὲ νοῦς πάθεσι δουλεύων προσευχῆς πνευματικῆς τόπον ἰδεῖν· ἕλκεται γὰρ, καὶ περιφέρεται ἐκ τοῦ ἐμπαθοῦς νοήματος, καὶ οὐχ ἵσταται ἀκλόνητος.
1.0.ΟΒ
Ἐπὰν καθαρῶς λοιπὸν, ἀπλανῶς καὶ ἀληθῶς προσεύχηται ὁ νοῦς τὸ τηνικαῦτα. οὐκ ἔτι ἐκ τῶν ἀριστερῶν ὑπέρχονται οἱ δαίμονες, ἀλλ' ἐκ τῶν δεξιῶν· ὑποτίθενται γὰρ αὐτῷ δόξαν Θεοῦ, καὶ σχηματισμόν τινα τῶν τῇ αἰσθήσει φίλων, ὡς δοκεῖν τελείως τετεῦχθαι αὐτὸν τοῦ περὶ προσευχῆς σκοποῦ. Τοῦτο δὲ, ἔφρασε θαυμαστὸς καὶ γνωστικὸς ἀνὴρ, ὑπὸ τοῦ τῆς κενοδοξίας πάθους γίνεσθαι, καὶ ὑπὸ τοῦ δαίμονος τοῦ ἁπτομένου, τοῦ κατὰ τὸν ἐγκέφαλον τόπου, καὶ φλεψὶ πάλλοντος. 79. 1184
1.0.ΟΓ
Οἶμαι τὸν δαίμονα ἐφαπτόμενον τοῦ εἰρημένου τόπου τὸ περὶ τὸν νοῦν φῶς τρέπειν καθὼς βούλεται, καὶ οὕτω κινεῖσθαι τὸ τῆς κενοδοξίας πάθος, εἰς λογισμὸν μορφοῦντα τὸν νοῦν κοῦφον γνωμόνως πρὸς τὸν ἀναπλασμὸν τῆς θείας καὶ οὐσιώδους γνώσεως, μὴ ὀχλούμενος δὲ ὁ τοιοῦτος ὑπὸ σαρκικῶν, καὶ ἀκαθάρτων παθῶν, ἀλλὰ καθαρῶς δῆθεν παρεστηκὼς, δοκεῖ μηκέτι ἐνέργειάν τινα ἐναντίαν γίνεσθαι ἐν ἑαυτῷ, ὅθεν ὑποπτεύει θεῖαν εἶναι ἐπιφάνειαν τὴν γενομένην αὐτῷ ὑπὸ τοῦ δαίμονος, καὶ μορφοῦντος αὐτὸν, καθῶς προέφαμεν. ΚΕΦΑΛ. Ο∆ ʹ. Ὁ τοῦ Θεοῦ ἄγγελος ἐπιστὰς λόγῳ μόνῳ ἅπασαν τὴν ἀντικειμένην ἐνέργειαν παύει ἐξ ἡμῶν, καὶ κινεῖ τὸ φῶς τοῦ νοῦ ἀπλανῶς ἐνεργεῖν.
1.0.ΟΕ
Τὸ λέγειν ἐν τῇ Ἀποκαλύψει κομίζεσθαι τὸν ἄγγελον θυμίαμα ἵνα δῷ εἰς τὰς προσευχὰς τῶν ἁγίων, οἶμαι τὴν χάριν εἶναι ταύτην διὰ τοῦ ἀγγέλου ἐνεργουμένην· γνῶσιν γὰρ ἐμποιεῖ τῆς ἀληθοῦς προσευχῆς, ὥστε ἑστάναι λοιπὸν ἐκτὸς παντὸς κλόνου, ἀκηδίας τε, καὶ ὀλιγωρίας τὸν νοῦν.
1.0.Ος
Αἱ φιάλαι τῶν θυμιαμάτων αἱ προσευχαὶ εἶναι λέγονται τῶν ἁγίων, ἃς εἰκοσιτέσσαρες πρεσβύτεροι ἐπιφέρονται.
1.0.ΟΖ
Φιάλην δὲ ὑποληπτέον τὴν πρὸς Θεὸν φιλίαν, ἤτοι τὴν τελείαν καὶ πνευματικὴν ἀγάπην, ἐν ᾗ ἡ προσευχὴ ἐνεργεῖται ἐν Πνεύματι καὶ ἀληθείᾳ.
1.0.ΟΗ
Ὅταν δόξῃς μὴ δεῖσθαι δακρύων ἐν τῇ προσευχῇ σου δι' ἁμαρτίας, σκόπει πόσον ἀφέστηκας Θεοῦ, ὀφείλων εἶναι ἐν αὐτῷ διὰ παντὸς, καὶ θερμότερον δακρύσεις.
1.0.ΟΘ
Ναὶ μὴν ἐπιγινώσκων τὰ μέτρα σου, ἡδέως πενθήσεις, ταλανίζων ἑαυτὸν κατὰ τὸν Ἡσαΐαν, ὡς ἀκάθαρτος ὢν, καὶ ἀκάθαρτα χείλη ἔχων, καὶ ἐν μέσῳ λαοῦ τοιούτου ὑπάρχων, τοὐναντίον τολμᾷς Κυρίῳ Σαβαὼθ παρεστάναι.
1.0.Π
Ἐὰν ἀληθῶς προσεύχῃ, πολλὴν πληροφορίαν εὑρήσεις, καὶ ἄγγελοι συνελεύσονταί σοι καὶ τοὺς λόγους τῶν γινομένων φωτιοῦσι. 79. 1185
1.0.ΠΑ
Γίνωσκε, ὅτιπερ οἱ ἅγιοι ἄγγελοι προτρέπονται ἡμᾶς εἰς προσευχὴν, καὶ συμπαρίστανται ἡμῖν χαίροντες ἅμα, καὶ προσευχόμενοι ὑπὲρ ἡμῶν· ἐὰν οὖν ἀμελήσωμεν, καὶ δεξώμεθα λογισμοὺς ἐναντίους λίαν παροξύνομεν αὐτοὺς, ὅτιπερ ὑπὲρ ἡμῶν ἀγωνίζονται τοσοῦτον, ἡμεῖς δὲ οὐδὲ ὑπὲρ ἑαυτῶν βουλόμεθα ἱκετεῦσαι τὸν Θεόν· ἀλλὰ καταφρονοῦντες τῆς αὐτῶν λειτουργίας, καὶ τὸν τούτων Θεὸν, καὶ∆ εσπότην καταλιμπάνοντες δαίμοσιν ἀκαθάρτοις ἐντυγχάνομεν.
1.0.ΠΒ
Προσεύχου ἐπιεικῶς, καὶ ἀταράχως, καὶ ψάλλε συνετῶς καὶ εὐρύθμως, καὶ ἔσῃ ὡς νεοσσὸς ἀετοῦ ἐν ὕψει αἰρόμενος.
1.0.ΠΓ
Ἡ μὲν ψαλμῳδία τὰ πάθη κατευνάζει, καὶ τὴν ἀκρασίαν τοῦ σώματος ἠρεμεῖν ἀπεργάζεται. Ἡ δὲ προσευχὴ ἐνεργεῖν παρασκευάζει τὸν νοῦν τὴν ἰδίαν ἐνέργειαν. ΚΕΦΑΛ. Π∆ ʹ. Προσευχὴ ἐστὶ πρέπουσα ἐνέργεια, τῇ ἀξίᾳ τοῦ νοῦ ἤτοι κρείττων, καὶ εἰλικρινὴς κρίσις αὐτοῦ.
1.0.ΠΕ
Ἡ μὲν ψαλμῳδία τύπος τῆς ποικίλης σοφίας ἐστὶν, ἡ δὲ προσευχὴ, προοίμιόν ἐστι τῆς ἀΰλου, καὶ ποικίλης γνώσεως.
1.0.Πς
Ἡ γνῶσις, καλλίστη ὑπάρχει, συνεργὸς γάρ ἐστι τῆς προσευχῆς, τὴν νοερὰν δύναμιν τοῦ νοῦ διυπνίζουσα πρὸς θεωρίαν τῆς θείας γνώσεως.
1.0.ΠΖ
Εἰ οὐδέπω ἔλαβες χάρισμα προσευχῆς, ἢ ψαλμωδίας, ἐφέδρευσον, καὶ λήψῃ.
1.0.ΠΗ
Ἔλεγε δὲ αὐτοῖς καὶ παραβολὴν πρὸς τὸ δεῖν αὐτοὺς πάντοτε προσεύχεσθαι, καὶ μὴ ἐκκακεῖν· οὐκοῦν μὴ ἐκκάκει τέως, μηδὲ ἀθύμει ὡς μὴ λαβών· λήψῃ γὰρ ὕστερον· καὶ ἐπήγαγε τῇ παραβολῇ, τό·« Εἰ γὰρ καὶ Θεὸν οὐ φοβοῦμαι, καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι, ἀλλά γε διὰ τὸ κόπους παρέχειν μοι τὴν γυναῖκα, ποιήσω τὴν ἐκδίκησιν αὐτῆς·» οὕτως οὖν καὶ ὁ Θεὸς ποιήσει τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας ἐν τάχει. Εὐθύμει τοιγαροῦν προσκαρτερῶν ἐμπόνως τῇ ἁγίᾳ προσευχῇ.
1.0.ΠΘ
Μὴ θελήσῃς ὥς σοι δοκεῖ, ἀλλ' ὡς Θεῷ ἀρέσκει τὰ κατὰ σὲ γενέσθαι, καὶ ἔσῃ ἀτάραχος, καὶ εὐχάριστος ἐν προσευχῇ σου. 79. 1188
1.0.ὰ
Κἂν μετὰ Θεοῦ δοκῇς εἶναι, φυλάττου τῆς πορνείας δαίμονα. Λίαν γάρ ἐστιν ἀπατεὼν, καὶ φθονερώτατος, καὶ βούλεται ὀξύτερος εἶναι τῆς κινήσεως καὶ νήψεως τοῦ νοός σου, καὶ ἀπὸ Θεοῦ ἀποσπᾷν αὐτὸν παρεστῶτα αὐτῷ μετ' εὐλαβείας, καὶ φόβου.
1.0.ὰΑ
Ἑὰν προσευχῆς ἐπιμελῇ, ἑτοιμάζου πρὸς ἐπαγωγὰς δαιμόνων, καὶ καρτερῶς τὰς παρ' αὐτῶν μάστιγας ὑπόμενε· ὡς γὰρ θῆρες ἄγριοι ἐπελεύσονταί σοι, καὶ πᾶν σου κακώσουσι τὸ σῶμα.
1.0.ὰΒ
Παρασκευάζου ὡς ἔμπειρος ἀγωνιστὴς, κἂν ἀθρόως ἴδῃς φαντασίαν, μὴ κλονεῖσθαι, κἂν ῥομφαίαν κατὰ σοῦ ἐσπασμένην, ἢ λαμπάδα κατέχουσάν σου τὴν ὄψιν μὴ ταράττεσθαι, κἂν μορφήν τινα ἀηδῆ, καὶ αἱματώδη, μηδόλως καταπίπτειν σου τὴν ψυχὴν, ἀλλὰ στῆθι ὁμολογῶν τὴν καλήν σου ὁμολογίαν, καὶ ῥᾷον ἐπόψῃ ἐπὶ τοὺς ἐχθρούς σου.
1.0.ὰΓ
Ὁ τὰ λυπηρὰ ὑποφέρων, καὶ τῶν περιχαρῶν τεύξεται, καὶ ὁ ἐν τοῖς ἀηδέσι καρτερῶν, τῶν ἡδέων οὐκ ἀμοιρήσει. ΚΕΦΑΛ. ὰ∆ ʹ. Ὅρα μή σε ἀπατήσωσι διά τινος ὀπτασίας οἱ πονηροὶ δαίμονες· ἀλλὰ γίνου σύννους τρεπόμενος εἰς εὐχὴν, καὶ παρακάλει τὸν Θεὸν, ἵνα, εἰ μὲν ἐξ αὐτοῦ ἐστι τὸ νόημα, αὐτός σε φωτίσῃ, εἰ δὲ μήγε, τὸ τάχος τὸν πλάνον ἀπελάσῃ ἀπὸ σοῦ, καὶ θάρσει, ὡς οὐ στήσονται οἱ κύνες, σοῦ ἐμπύρως τῇ πρὸς Θεὸν ἐντεύξει κεχρημένου· εὐθέως γὰρ ἀοράτως, καὶ ἀφανῶς Θεοῦ δυνάμει μαστιζόμενοι, μακρὰν ἐλασθήσονται.
1.0.ὰΕ
∆ ίκαιόν ἐστι μηδὲ τὸν δόλον τοῦτόν σε ἀγνοεῖν, ὅτι ἐν καιρῷ μερίζονται ἑαυτοὺς οἱ δαίμονες, καὶ εἰ δόξης βοήθειαν ἐπιζητεῖν, εἰσίασιν οἱ λοιποὶ ἐν σχήμασιν ἀγγελικοῖς τοὺς πρώτους ἐξελαύνοντες, πρὸς τό σε ἐξαπατᾶσθαι ὑπ' αὐτῶν, τῇ γνώμῃ, ὡς δῆθεν ἁγίων ὄντων ἀγγέλων.
1.0.ὰς
Ταπεινοφροσύνης πολλῆς ἐπιμέλησαι, καὶ οὐ μή σου δαιμόνων ἐπήρεια καθάψηται τῆς ψυχῆς, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου, ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε, καὶ ἀφανῶς ἅπασαν τὴν ἀντικειμένην ἐνέργειαν ἐκδιώξουσιν ἀπὸ σοῦ.
1.0.ὰΖ
Ψόφους μὲν καὶ κτύπους καὶ φωνὰς καὶ αἰκισμοὺς ἐκ δαιμόνων ἀκούσεται ὁ καθαρᾶς ἐπιμελούμενος προσευχῆς, ἀλλὰ οὐ συμπετεῖται, οὐδὲ προδώσει τὸν[ 79. 1189] λογισμὸν λέγων πρὸς τὸν Θεόν· Οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετ' ἐμοῦ εἶ, καὶ τὰ ὅμοια.
1.0.ὰΗ
Ἐν καιρῷ τῶν τοιούτων πειρασμῶν, βραχείᾳ καὶ ἐπιτεταμένῃ προσευχῇ κέχρησο.
1.0.ὰΘ
Ἐὰν ἀπειλήσωσί σοι οἱ δαίμονες, ἀθρόως ἐκ τοῦ ἀέρος προφαίνεσθαι, καὶ ἐκπλήττειν σε, καὶ διαρπάζειν τὸν νοῦν σου, ἢ ὡς θῆρες ἀδικεῖν τὴν σάρκα σου, μὴ πτοηθῇς, αὐτοὺς, μηδὲ ὅλως φροντίσῃς τῆς τούτων ἀπειλῆς· ἐκφοβοῦσι γάρ σε πειράζοντες, εἰ ὅλως προσέχεις αὐτοῖς, εἰ τέλειον αὐτῶν κατεφρόνησας, εἰ Θεῷ παντοκράτορι, καὶ δημιουργῷ, καὶ προνοητῇ τοῦ παντὸς παρίστασαι ἐν τῇ προσευχῇ.
1.0.Ρ
Τί οὕτως ἀλόγως αὐτῷ παρέστηκας, ὡς παρελθόντα τὸν ἀνυπέρβλητον αὐτοῦ φόβον, καὶ κώνωπας, καὶ κανθάρους δεδίττεσθαι; ἢ οὐκ ἤκουσας τοῦ λέγοντος·« Κύριον τὸν Θεόν σου φοβηθήσῃ;» καὶ πάλιν·« Ὃν φρίττει καὶ τρέμει πάντα ἀπὸ προσώπου τῆς δυνάμεως αὐτοῦ;» καὶ τὰ ἑξῆς.
1.0.ΡΑ
Ὥσπερ ὁ ἄρτος τροφή ἐστι τῷ σώματι, καὶ ἀρετὴ τῇ ψυχῇ, οὕτω καὶ τοῦ νοῦ ἡ πνευματικὴ προσευχὴ τροφὴ ὑπάρχει.
1.0.ΡΒ
Μὴ φαρισαϊκῶς, ἀλλὰ τελωνικῶς προσεύχου ἐν τῷ ἱερῷ τόπῳ τῆς προσευχῆς, ἵνα καὶ σὺ δικαιωθῇς ὑπὸ Κυρίου.
1.0.ΡΓ
Ἀγωνίζου μὴ κατεύξασθαί τινος ἐν τῇ προσευχῇ σου, ἵνα μὴ ἃ οἰκοδομεῖς καταλύσῃς βδελυκτὴν ποιῶν τὴν προσευχήν σου. ΚΕΦΑΛ. Ρ∆ ʹ. Ὁ χρεωφειλέτης τῶν μυρίων ταλάντων παιδευέτω σε, ὡς, εἰ μὴ ἀφήσῃς τῷ ὀφειλέτῃ, οὐδὲ αὐτὸς τεύξῃ τῆς ἀφέσεως· παρέδωκε γὰρ, φησὶν, αὐτὸν τοῖς βασανισταῖς.
1.0.ΡΕ
Παραπέμπου τὰς ἀνάγκας τοῦ σώματος, ἐν τῇ παραστάσει τῆς προσευχῆς, ἵνα μὴ νυττόμενος ὑπὸ ψύλλης, ἢ φθειρὸς, ἢ κώνωπος, ἢ μυίας, ζημιωθῇς τὸ μέγιστον κέρδος τῆς προσευχῆς σου.
1.0.Ρς
Ἦλθεν εἰς ἡμᾶς, ὥς τινι τῶν ἁγίων προσευχομένῳ, τοσοῦτον ἀνθίστατο ὁ πονηρὸς, ὡς ἅμα τῷ ἐκτεῖναι τὰς χεῖρας, ἐκεῖνον εἰς λέοντα μετασχηματίζεσθαι, καὶ ἀνεγείρειν εἰς ὀρθὸν τοὺς ἐμπροσθίους πόδας, καὶ τοὺς οἰκείους ὄνυχας ἑκατέρωθεν ταῖς δυσὶ ψύαις ἐμπείρειν τοῦ ἀγωνιστοῦ, καὶ μὴ ἀφίστασθαι πρὶν τὰς χεῖρας κατάξει. Τὸν δὲ μηδὲ πώποτε ὑποχαλάσαι ταύτας ἄχρις οὗ τὰς συνήθεις εὐχὰς ἐπλήρωσε. 79. 1192
1.0.ΡΖ
Τοιοῦτον ἔγνωμεν γεγονέναι, καὶ τὸν ἐν λάκκῳ ἡσυχάσαντα Ἰωάννην τὸν Μικρὸν, ἤτοι ὑπερμεγέθη μοναχὸν, ὃς ἀκίνητος ἔμεινεν ἐκ τῆς τοῦ Θεοῦ συνουσίας, τοῦ δαίμονος ἐν εἴδει δράκοντος περιειλιχθέντος, καὶ μασσομένου αὐτοῦ τὰς σάρκας, καὶ τῷ προσώπῳ αὐτοῦ ἐπερευγομένου.
1.0.ΡΗ
Ἀνέγνως πάντως καὶ τοὺς βίους τῶν Ταβεννησιωτῶν μοναχῶν, καθά φησιν, ὅτι Λαλοῦντος τοῦ ἀββᾶ λόγον τοῖς ἀδελφοῖς, ἦλθον δύο ἔχιδναι ὑπὸ τοὺς πόδας αὐτοῦ· ὁ δὲ ἀταράχως ποιήσας αὐτὰς ὡσεὶ καμάραν, ὑπέλαβεν αὐτὰς ἔνδοθεν, ἕως ἐπαύσατο λαλῶν τὸν λόγον, καὶ τότε αὐτὰς ὑπεδείκνυ τοῖς ἀδελφοῖς, ἐξηγούμενος τὸ πρᾶγμα.
1.0.ΡΘ
Περὶ ἑτέρου πάλιν ἀνέγνωμεν πνευματικοῦ, ὅτι προσευχομένου αὐτοῦ, ἔχιδνα ἐλθοῦσα, καθήψατο τοῦ ποδὸς αὐτοῦ· ὁ δὲ οὐ πρότερον καθῆκε τὰς χεῖρας, ἄχρις οὗ τὴν συνήθη ἐξετέλεσεν εὐχὴν, καὶ οὐδὲν ἐβλάβη ὁ ἀγαπήσας τὸν Θεὸν ὑπὲρ ἑαυτόν.
1.0.ΡΙ
Ἀμετεώριστον ὄμμα ἔχε ἐν τῇ προσευχῇ σου καὶ ἀρνησάμενός σου τὴν σάρκα, καὶ τὴν ψυχὴν, κατὰ νοῦν ζῆθι. ΦΑΛ. ΡΙΑʹ. Ἑτέρῳ τινὶ εὐτόνως εὐχομένῳ ἁγίῳ ἐν ἐρήμῳ ἡσυχάζοντι, δαίμονες ἐπιστάντες ἐπὶ δύο ἑβδομάδας, τοῦτον ἐσφαίριζον, καὶ ἐτίνασσον εἰς τὸν ἀέρα, δεχόμενοι αὐτὸν ἐν τῷ ψιαθίῳ, καὶ οὐδόλως ἴσχυσαν κατάγειν τὸν νοῦν αὐτοῦ ἐκ τῆς ἐμπύρου προσευχῆς.
1.0.ΡΙΒ
Ἄλλῳ πάλιν φιλοθέῳ καὶ προσευχῆς πρόνοιαν ποιουμένῳ, ἐν ἐρήμῳ βαδίζοντι, ἄγγελοι ἐπέστησαν δύο, καὶ ἐμέσαζον αὐτὸν συνοδοιποροῦντες αὐτῷ· ὁ δὲ οὐδόλως τούτοις προσεῖχεν, ἵνα μὴ τὸ κρεῖττον ζημιωθῇ. Ἐμνημόνευσε γὰρ τοῦ ἀποστολικοῦ ῥητοῦ τοῦ φάσκοντος·« Οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε δυνάμεις δυνήσονται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ.».
1.0.ΡΙΓ
Ἰσάγγελος γίνεται μοναχὸς διὰ τῆς ἀληθοῦς προσευχῆς. ΚΕΦΑΛ. ΡΙ∆ ʹ. Ἐπιποθῶν ἰδεῖν τὸ πρόσωπον τοῦ Πατρὸς τοῦ ἐν οὐρανοῖς, μὴ ζήτει παντελῶς μορφὴν, ἢ σχῆμα δέχεσθαι ἐν τῷ τῆς προσευχῆς καιρῷ·
1.0.ΡΙΕ
Μὴ πόθει ἀγγέλους ἰδεῖν, ἢ δυνάμεις, ἢ Χριστὸν αἰσθητῶς, ἵνα μὴ τέλεον φρενιτικὸς γένῃ, λύκον ἀντὶ[ 79. 1193] ποιμένος δεχόμενος καὶ προσκυνῶν τοῖς ἐχθροῖς δαίμοσιν.
1.0.ΡΙς
Ἀρχὴ πλάνης, νοῦ κενοδοξία, ἐξ ἧς κινούμενος ὁ νοῦς, ἐν σχήματι καὶ μορφαῖς περιγράφειν πειρᾶται τὸ Θεῖον.
1.0.ΡΙΖ
Ἐγὼ τὸ ἐμὸν, τοῦτο ἐρῶ ὃ καὶ νεωτέροις εἴρηκα· Μακάριος ὁ νοῦς, ὃς κατὰ τὸν καιρὸν τῆς προσευχῆς τελείαν ἀμορφίαν ἐκτήσατο.
1.0.ΡΙΗ
Μακάριός ἐστιν ὁ νοῦς, ὃς ἀπερισπάστως εὐχόμενος, πλείονα πόθον ἀεὶ πρὸς Θεὸν προσλαμβάνει. ΕΦΑΛ. ΡΙΘʹ. Μακάριός ἐστιν ὁ νοῦς, ὁ κατὰ τὸν καιρὸν τῆς προσευχῆς ἄϋλος καὶ ἀκτήμων γίνεται.
1.0.ΡΚ
Μακάριός ἐστιν ὁ νοῦς, ὁ κατὰ τὸν καιρὸν τῆς προσευχῆς τελείαν ἀναισθησίαν κτησάμενος.
1.0.ΡΚΑ
Μακάριός ἐστι μοναχὸς, ὁ πάντων περίψημα ἑαυτὸν λογιζόμενος.
1.0.ΡΚΒ
Μακάριός ἐστι μοναχὸς, ὁ πάντων τὴν σωτηρίαν, καὶ προκοπὴν, ὡς οἰκείαν κατὰ πάσης χαρᾶς ὁρῶν.
1.0.ΡΚΓ
Μακάριός ἐστι μοναχὸς, ὁ πάντας ἀνθρώπους ὡς Θεὸν μετὰ Θεὸν λογιζόμενος. ΚΕΦΑΛ. ΡΚ∆ ʹ. Μοναχός ἐστιν, ὁ πάντων χωρισθεὶς, καὶ πᾶσι συνηρμοσμένος.
1.0.ΡΚΕ
Μοναχός ἐστιν, ὁ ἑαυτὸν μετὰ πάντων ἡγούμενος διὰ τὸ ἐν ἑκάστῳ ἑαυτὸν ἀπαραλείπτως δοκεῖν ὁρᾷν.
1.0.ΡΚς
Οὗτος προσευχὴν ἐπιτελεῖ, ὁ ἀεὶ τὴν πρωτόνοιαν ἐαυτοῦ πᾶσαν καρποφορῶν τῷ Θεῷ.
1.0.ΡΚΖ
Πᾶν ψεῦδος, καὶ πάντα ὅρκον περιίστασο ὡς μοναχὸς, καὶ προσεύξασθαι ποθῶν, εἰ δὲ μήγε, εἰς μάτην σχηματίζεις τὸ ἀνοίκειον.
1.0.ΡΚΗ
Εἰ πνεύματι προσεύχεσθαι βούλει, μηδὲν ἀνιμήσῃ ἀπὸ σαρκὸς καὶ οὐχ ἕξεις νέφος ἀντικοτοῦν σοι ἐν τῷ καιρῷ τῆς προσευχῆς.
1.0.ΡΚΘ
Ἐμπίστευσον τῷ Θεῷ τὴν χρείαν τοῦ σώματος, καὶ δῆλος ἔσῃ καὶ τὴν τοῦ πνεύματος πιστεύων αὐτῷ. 79. 1196
1.0.ΡΛ
Ἐὰν ἐπιτεύξῃ τῶν ἐπαγγελιῶν, βασιλεύσεις, οὐκοῦν πρὸς ταῦτα ἀποβλέπων, ἡδέως οἴσεις τὴν παροῦσαν πενίαν.
1.0.ΡΛΑ
Μὴ παραιτοῦ πενίαν καὶ θλῖψιν, τὰς ὕλας τῆς ἀβαροῦς προσευχῆς.
1.0.ΡΛΒ
Ὁμηρευέτωσάν σοι αἱ σωματικαὶ ἀρεταὶ πρὸς τὰς ψυχικὰς, καὶ αἱ ψυχικαὶ πρὸς τὰς πνευματικάς. Καὶ αὗται πρὸς τὴν ἄϋλον γνῶσιν.
1.0.ΡΛΓ
Σκόπει κατευχόμενος λογισμῶν, εἰ ῥᾳδίως λωφήσειεν, ὅθεν τοῦτο γέγονε, μὴ ἔγκρυμμα πάθῃς καὶ πλανηθεὶς ἀποδῷς σεαυτόν. ΚΕΦΑΛ. ΡΛ∆ ʹ. Ἔστιν ὅτε οἱ δαίμονες ὑποβάλλουσί σοι λογισμοὺς, καὶ πάλιν ἐρεθίζουσί σε δῆθεν προσεύξασθαι κατ' αὐτῶν, ἢ ἀντιλέξαι αὐτοῖς καὶ ἑκουσίως ὑποχωροῦσιν, ἵνα ἀπατηθεὶς, οἰηθῇς περὶ σεαυτοῦ, ὅτι ἤρξω νικᾷν τοὺς λογισμοὺς, καὶ φοβεῖν τοὺς δαίμονας.
1.0.ΡΛΕ
Προσευχὴ κατὰ πάθους, ἢ δαίμονος παρενοχλοῦντός σοι, μέμνησο τοῦ λέγοντος·« Καταδιώξω τοὺς ἐχθρούς μου καὶ καταλήψομαι αὐτοὺς, καὶ οὐκ ἀποστραφήσομαι ἕως ἂν ἐκλείπωσιν, ἐκθλίψω αὐτοῦς, καὶ οὐ μὴ δύνωνται στῆναι, πεσοῦνται ὑπὸ τοὺς πόδας μου,» καὶ τὰ ἑξῆς. Ταῦτα δὲ εὐκαίρως λέξεις ταπεινοφροσύνῃ ἑαυτὸν ὁπλίζων κατὰ τῶν ἀντιπάλων.
1.0.ΡΛς
Μὴ νόμιζε κεκτῆσθαι ἀρετὴν, μὴ πρότερον ἕως αἵματος ὑπὲρ αὐτῆς παραταξάμενος, δεῖ γὰρ μέχρι θανάτου ἀντικαθίσασθαι πρὸς τὴν ἁμαρτίαν, ἀγωνιστικῶς, καὶ ἀνεγκλήτως κατὰ τὸν θεῖον Ἀπόστολον.
1.0.ΡΛΖ
Ἐὰν ὠφελήσῃς τινὰ, βλαβήσῃ ὑφ' ἑτέρου, ἵνα ἀδικούμενος εἴκῃς, ἢ δράσῃς τι ἄτοπον, καὶ σκορπίσῃς κακῶς, ἃ καλῶς συνήγαγες. Σκοπὸς γὰρ τοῦτο τῶν πονηρῶν δαιμόνων· διὸ προσεκτέον νουνεχῶς.
1.0.ΡΛΗ
Ὁρμὰς δαιμόνων ἐπαχθείσας ἐκδέχου φροντίζων πῶς ἀποστῇς τῆς δουλείας αὐτῶν.
1.0.ΡΛΘ
Νύκτωρ μὲν ταράττειν δι' ἑαυτῶν ἐξαιτοῦνται τὸν πνευματικὸν διδάσκαλον οἱ δαίμονες. Καὶ μεθ' ἡμέραν δι' ἀνθρώπων περιστάσεσι, καὶ συκοφαντίαις, καὶ κινδύνοις τοῦτον περιβάλλουσι. 79. 1197
1.0.ΡΜ
Μὴ παραιτοῦ τοὺς κναφεῖς· εἰ γὰρ καὶ τύπτουσι πατοῦντες, καὶ τείνοντες ξαίνουσι, ἀλλά γε διὰ τούτων λαμπρὰ ἡ αἴσθησίς σου γίνεται.
1.0.ΡΜΑ
Ἐφ' ὅσον οὐκ ἀπετάξω τοῖς πάθεσιν, ἀλλ' ὁ νοῦς σου ἐναντιοῦται τῇ ἀρετῇ, καὶ τῇ ἀληθείᾳ, οὐχ εὑρήσεις εὐῶδες θυμίαμα ἐν τῷ κόλπῳ σου.
1.0.ΡΜΒ
Προσεύξασθαι ποθεῖς; μεταστὰς τῶν ἐνθένδε, τὸ πολίτευμα, ἔχε ἐν οὐρανοῖς διὰ παντὸς, οὐ λόγῳ ἁπλῶς ψιλῷ, ἀλλὰ πράξει ἀγγελικῇ καὶ γνώσει θειοτέρᾳ.
1.0.ΡΜΓ
Εἰ μόνον δυσπραγῶν μνημονεύεις τοῦ Κριτοῦ, ὡς φοβερὸς, καὶ ἀδέκαστος ὑπάρχει, οὐδέπω μεμάθηκας δουλεύειν Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθαι αὐτῷ ἐν τρόμῳ. Ἴσθι γὰρ, ὅτι κἀν ταῖς πνευματικαῖς ἀνέσεσι, καὶ εὐωχίαις μᾶλλον μετ' εὐλαβείας καὶ αἰδοῦς δεῖ λατρεύειν αὐτῷ. ΚΕΦΑΛ. ΡΜ∆ ʹ. Ἐπιγνώμων ἀνὴρ, ὁ μὴ πρὸ τῆς τελείας μετανοίας ἀνασχόμενος τῆς ἐλλύπου μνείας τῶν οἰκείων ἁμαρτημάτων, καὶ τῆς ἐν πυρὶ αἰωνίῳ δίκης, τῆς τούτων εἰσπράξεως.
1.0.ΡΜΕ
Ὁ ἐν ἁμαρτίαις ἐνεχόμενος, καὶ παροργισμοῖς, καὶ τολμῶν ἀναιδῶς ἐκτείνεσθαι πρὸς γνῶσιν θειοτέρων πραγμάτων, ἢ καὶ ἀΰλου κατεπεμβαίνων προσευχῆς, οὗτος δεχέσθω τὸ ἀποστολικὸν ἐπιτίμιον, ὡς οὐκ ἔστιν ἀκίνδυνον αὐτῷ, τὸ γυμνῇ, καὶ ἀκαλύπτῳ κεφαλῇ προσεύχεσθαι.« Ὀφείλει γὰρ, φησὶν, ἡ τοιαύτη κατὰ κεφαλῆς ἐξουσίαν ἔχειν, διὰ τοὺς ἐφεστῶτας ἀγγέλους,» αἰδὼ, καὶ ταπεινοφροσύνην προσήκουσαν περιβαλλομένη. ΚΕΦΑΛ. ΡΜς. Ὥσπερ ὀφθαλμιῶντα οὐκ ὀνήσει ἡ ἐν σταθηρᾷ μεσημβρίᾳ, καὶ σφοδροτάτῃ φρυκτωρίᾳ ἀκατάληπτος, καὶ ἐπιτεταμένη τοῦ ἡλίου θέα, οὕτως οὐδὲ τὸν ἐμπαθῆ, καὶ ἀκάθαρτον νοῦν, ἡ τῆς ἐν πνεύματι, καὶ ἀληθείᾳ φοβερᾶς, καὶ ὑπερφυοῦς προσευχῆς ἀνατύπωσις παντελῶς ὀνήσειεν, ἀλλὰ καὶ τοὐναντίον πρὸς ἀγανάκτησιν καθ' ἑαυτοῦ ἐγείρει τὸ Θεῖον.
1.0.ΡΜΖ
Εἰ τὸν μετὰ δώρου προσελθόντα ἐπὶ τὸ θυσιαστήριον οὐκ ἐδέξατο, ὁ ἀνενδεὴς, καὶ ἀδέκαστος ἕως τοῦ διαλλαγῆναι τῷ πλησίον λυπουμένῳ πρὸς αὐτὸν, σκόπει πόσης φυλακῆς καὶ διακρίσεως χρεία, ἵνα εὐπρόσδεκτον δῶμεν τῷ Θεῷ θυμίαμα ἐν τῷ νοητῷ θυσιαστηρίῳ. 79. 1200
1.0.ΡΜΗ
Μὴ ἔσο λογοχαρὴς, μηδὲ δοξοχαρὴς, εἰ δὲ μήγε, οὐκ ἔτι ἐν τῷ νώτῳ σου, ἀλλ' ἐν τῷ προσώπῳ σου τεκταίνουσιν οἱ ἁμαρτωλοὶ, καὶ ἔσῃ ἐπίχαρμα αὐτοῖς κατὰ τὸν καιρὸν τῆς προσευχῆς, ἐξελκόμενος, καὶ δελεαζόμενος ὑπ' αὐτῶν ἐν λογισμοῖς ἀλλοκότοις.
1.0.ΡΜΘ
Προσοχὴ προσευχὴν ζητοῦσα, προσευχὴν εὑρήσει· προσευχὴ γὰρ προσοχῇ εἰ καὶ ἄλλο ἔπεται, ἐφ' ἣν σπουδαστέον.
1.0.ΡΝ
Ὥσπερ πασῶν τῶν αἰσθήσεων κρείττων ἡ ὅρασις, οὕτω καὶ πασῶν τῶν ἀρετῶν, προσευχὴ θειοτέρα.
1.0.ΡΝΑ
Προσευχῆς ἔπαινος, οὐχ ἁπλῶς ἡ ποσότης, ἀλλ' ἡ ποιότης, καὶ τοῦτο δηλοῦσιν οἱ ἀναβάντες εἰς τὸ ἱερὸν, καὶ τὸ,« Ὑμεῖς προσευχόμενοι, μὴ βαττολογήσητε·» καὶ τὰ ἑξῆς.
1.0.ΡΝΒ
Ἐφ' ὅσον τῇ ἀναλογίᾳ προσέχεις τοῦ σώματος, καὶ ὁ νοῦς σου τὰ τῆς σκηνῆς περιέπει τερπνὰ, οὐδέπω τῆς προσευχῆς ἑώρακας τόπον· ἀλλὰ μακρὰν ἀπὸ σοῦ ἡ μακαρία ταύτης ὁδὸς τυγχάνει.
1.0.ΡΝΓ
Ὅταν παριστάμενος εἰς προσευχὴν ὑπὲρ πᾶσαν ἄλλην χαρὰν γένη, τότε ἀληθῶς εὕρηκας προσευχήν.