Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sententiae ad monachos
Evagrius PonticusMona 126 · pg-scrape-grcMore by Evagrius Ponticus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/evagrius-ponticus" aria-label="More works by Evagrius Ponticus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
126.1
Νῦν οὖν, υἱέ, ἄκουέ μου, καὶ μὴ προσέλθῃς θύραις ἀνδρῶν ἀνόμων μηδὲ περιπατήσῃς ἐπὶ παγίδων αὐτῶν, ἵνα μὴ ἀγρευθῇς. ἀπόστησον δὲ σὴν ψυχὴν ἀπὸ γνώσεως ψευδοῦς. καὶ γὰρ ἐγὼ πλεονάκις λελάληκα πρὸς αὐτούς, σκοτεινοὺς δὲ λόγους αὐτῶν ἐξιχνίασα, καὶ ἰὸν ἀσπίδων εὕρηκα ἐν αὐτοῖς. οὐκ ἔστι φρόνησις καὶ οὐκ ἔστι σοφία ἐν λόγοις αὐτῶν. πάντες οἱ δεχόμενοι αὐτοὺς ἀπολοῦνται, καὶ οἱ ἀγαπῶντες αὐτοὺς πλησθήσονται κακῶν. εἶδον ἐγὼ πατέρας δογμάτων αὐτῶν καὶ ἐν τῇ ἐρήμῳ συνέβαλον αὐτοῖς. ἐχθροὶ γὰρ κυρίου ἀπήντησάν μοι καὶ δαίμονες ἐν λόγοις ἠγωνίσαντο πρός με καὶ οὐκ εἶδον φῶς ἀληθινὸν ἐν ῥήμασιν αὐτῶν.

Intertext edge

Open linked passage

Note