Sententiae ad monachos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/evagrius-ponticus" aria-label="More works by Evagrius Ponticus">
—
⋯
Original / primary: Pg Scrape Grc
38.1
Μὴ εὐφραινέτω σε οἶνος καὶ μὴ τερπέτω σε κρέας, ἵνα μὴ διαθρέψῃς σάρκας σώματός σου, καὶ λογισμοὶ αἰσχροὶ οὐκ ἐκλείψουσιν ἀπό σου. 39 Μὴ εἴπῃς· σήμερον ἑορτὴ καὶ πίομαι οἶνον, καὶ αὔριον πεντηκοστὴ καὶ φάγομαι κρέα, διότι οὐκ ἔστιν ἑορτὴ παρὰ μοναχοῖς οὐδὲ τὸ πλῆσαι ἄνθρωπον κοιλίαν αὐτοῦ. 40 Πάσχα κυρίου διάβασις ἀπὸ κακίας, πεντηκοστὴ δὲ αὐτοῦ ἀνάστασις ψυχῆς.