Sententiae ad virginem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/evagrius-ponticus" aria-label="More works by Evagrius Ponticus">
—
⋯
Original / primary: Pg Scrape Grc
55.1
Παρθένοι ὀφθαλμοὶ ὄψονται κύριον. ἀκοαὶ δὲ παρθένων ἀκούσονται λόγων αὐτοῦ. παρθένων στόμα φιλήσει νυμφίον αὐτοῦ. ὄσφρησις δὲ παρθένων ἐπ' ὀσμὴν μύρων αὐτοῦ δραμεῖται. χεῖρες παρθένοι ψηλαφήσουσι κύριον, καὶ ἁγνεία σαρκὸς εὐπρόσδεκτος ἔσται. παρθένος ψυχὴ στεφανωθήσεται, καὶ μετὰ τοῦ νυμφίου αὐτῆς βιώσεται διὰ παντός. ἔνδυμα πνευματικὸν δοθήσεται αὐτῇ, καὶ μετὰ ἀγγέλων ἐν οὐρανοῖς ἑορτάσει. ἄσβεστον ἀνάψει λαμπάδα, καὶ ἔλαιον οὐ λείψει ἐν τοῖς ἀγγείοις αὐτῆς. λήψεται πλοῦτον αἰώνιον, καὶ κληρονομήσει βασιλείαν τὴν τοῦ θεοῦ.