Spiritales sententiae per alphabeticum dispositae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/evagrius-ponticus" aria-label="More works by Evagrius Ponticus">
—
⋯
Original / primary: Pg Scrape Grc
26.1
Βούλει γνῶναι θεόν, προλαβὼν γνῶθι σεαυτόν. 27 Γνήσιος φίλων ὁ τὰς περιστάσεις κοινούμενος. 28 Δεινόν ἐστι μέγα φρονεῖν μικρὰ πράττοντα. 29Ἐν παντὶ τὸ οἴεσθαι εἰς τὸ εἰδέναι ἐμποδίζει. 30 Ζωῆς ἀλόγου δαίμων ἡγεμών. 31Ἡ τῆς ψυχῆς εὐγένεια ἐκ τῆς εὐτονίας ἀναφαίνεται. 32 Θεοσεβὴς ἐκεῖνος ὁ μὴ καθ' ἑαυτοῦ φθεγγόμενος. 33Ἱερὸν θεοῦ ανθρωπος ἀνεπίληπτος. 34 Κάκιστον κτῆμα βίος ἀδόκιμος. 35 Λάλει ἃ δεῖ καὶ ὅτε δεῖ καὶ οὐκ ἀκούσεις ἃ μὴ δεῖ. 36 Μέγιστον κτῆμα φίλος ἀδιάπτωτος. 37 Νόσημα ψυχῆς γνώμη φιλόδοξος. 38 Ξένος καὶ πένης θεοῦ κολλούριον– 39Ὁ δεχόμενος αὐτὸν ταχέως ἀναβλέψει. 40 Πάντας μὲν εὐεργετεῖν καλόν, μᾶλλον δὲ τοὺς μὴ δυναμένους ἀμείβεσθαι. 41Ῥήτωρ ἐν δικαιότητι ποτήριον ψυχροῦ ὕδατος. 42 Σωφροσύνη καὶ πραΰτης ψυχῆς Χερουβίμ. 43 Τὸ εντιμον ἐν γήρᾳ εἶναι ἀπόδειξις τοῦ φιλόπονον πρὸ γήρως γεγονέναι· τὸ σπουδαῖον ἐν νέῳ ἐχέγγυον τοῦ εντιμον ἐν γήρᾳ εσεσθαι. 44Ὑπερῷον ψυχῆς θεωρία ἀληθής. 45 Φιλῶν ἃ μὴ δεῖ οὐ φιλήσεις ἃ δεῖ. 46 Χρυσὸν κίβδηλον ἄμεινον ἢ φίλον κεκτῆσθαι. 47 Ψυχὴ καθαρὰ μετὰ θεὸν θεός. 48Ὢ ἀπὸ τῆς φιλαυτίας τῆς πάντα μισούσης. Aliae sententiae 49Ἀρχὴ ἀγάπης ὑπόληψις δόξης. 50 Καλὸν πλουτεῖν ἐν πραΰτητι καὶ ἀγάπῃ.