Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Spiritales sententiae per alphabeticum dispositae
Evagrius PonticusDisp 3 · pg-scrape-grcMore by Evagrius Ponticus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/evagrius-ponticus" aria-label="More works by Evagrius Ponticus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.1
Spiritales sententiae per alphabeticum dispositae 1Ἀρχὴ σωτηρίας ἡ ἑαυτοῦ κατάγνωσις. 2 Βέλτιον λίθον εἰκῆ βαλεῖν ἢ λόγον. Γίνου τοῖς πᾶσιν ὡς σὺ θέλεις τοὺς πάντας. 4. Δικαιοσύνην μᾶλλον εργῳ ἢ λόγῳ ασκει. 5 Εὐσεβὴς οὐχ ὁ πολλοὺς ἐλεῶν, ἀλλ' ὁ μηδένα ἀδικῶν. 6 Ζῆν ἄμεινον ἐπὶ στιβάδος κατακείμενον καὶ θαρρεῖν ἢ ταράττεσθαι χρυσῆν εχοντα κλίνην. 7Ἡδὺς ἐκεῖνος φίλων ὁ τὴν ψυχὴν διατρέφων. 8 Θεὸν ἔργοις μὲν σέβου, λόγῳ δὲ ὕμνει, ἐννοίᾳ δὲ τίμα. 9Ἱερέα φρόνησις καὶ βίος καὶ εὐγένεια ποιεῖ. 10 Κάκιστόν ἐστι πάθεσι δουλεύειν αἰσχροῖς. 11 Λόγῳ μὲν τὴν ἀρετὴν δίδασκε, ἔργῳ δὲ αὐτὴν κήρυσσε. 12 Μὴ τὸ ἔχειν ἀρετὴν καλὸν εἶναι νόμιζε, ἀλλὰ τὸ ὡς δεῖ. 13 Νόμον τιμῶν κατὰ νόμον ζήσεις. 14 Ξένος ἐκεῖνος, οὗ ξένα τὰ τοῦ κόσμου. 15Ὁ φθονῶν ἑαυτὸν ζημιοῖ· ὁ γὰρ κατ' ἄλλου κακῶς φθεγγόμενος φθάνει πάσχων ὑφ' ἑαυτοῦ κακῶς. 16 Πλούσιον μήτε κολάκευε μήτε παρόξυνε. 17Ῥώννυσι μὲν οινος τὸ σῶμα, τὴν δὲ ψυχὴν λόγος θεοῦ. 18 Σιτίοις χρῶ οὐ τοῖς ἡδέσιν, ἀλλὰ τοῖς ὠφελίμοις. 19 Τοῖς οχλοις πειρώμενος ἀρέσκειν τῶν οχλων εσῃ ὅμοιος. Ὑπὲρ πάντα καταχρῶ τῷ σώματι. 21 Φιλόπονος ἐκεῖνος, ᾧ χρόνος περισσεύει. 22 Χριστιανοῦ ἀνδρὸς μὴ τὸ σχῆμα ἀποδέχου, ἀλλὰ τὸ τῆς ψυχῆς φρόνημα. 23 Ψέγειν τὸν ἀνεπίληπτον εἰς θεὸν ἁμαρτία. 24Ὤτων καὶ γλώσσης μέγας ὁ κίνδυνος. Aliae sententiae 25Ἄτοπόν ἐστιν τὸ διώκοντα τὰς τιμὰς φεύγειν τοὺς πόνους, δι' ὧν αἱ τιμαί.

Intertext edge

Open linked passage

Note