Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Tractatus ad Eulogium
Evagrius PonticusEulo 1 · pg-scrape-grcMore by Evagrius Ponticus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/evagrius-ponticus" aria-label="More works by Evagrius Ponticus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1.1
Βαθμῷ τὴν ἀναχώρησιν γινομένην οἱ γέροντες ἄγαν ἀποδέχονται, εἴπερ τις τὰς ἐν κοινοβίῳ τελέσας ἀρετὰς εἰς τοῦτο παρελήλυθε· καὶ εἰ μὲν δύναιτο ἐν τῇ ἀναχωρήσει προκόπτειν, ἑαυτὸν δοκιμαζέτω. Εἰ δὲ ἀδυνάτως ἔχων τῆς ἀρετῆς ἐλαττοῦται, εἰς τὸ κοινόβιον ἀνακαμπτέτω, μήπως ταῖς μηχαναῖς τῶν λογισμῶν μὴ δυνηθεὶς ἀπαντῆσαι, τῶν φρενῶν ἀποπέσῃ. Ὥσπερ χήρας πενθούσης παραμύθιον οἱ υἱοὶ, οὕτω καὶ ψυχῆς πταισάσης παρηγορία πόνοι, οἵτινες τὴν ἀπόγνωσιν τῶν λογισμῶν σκορπίζουσι, καὶ τὴν πίστιν τῆς μετανοίας κατασπείρουσι, καὶ τὰ ἐλέη Χριστοῦ ἀνακηρύττουσι, καὶ τὰ πραχθέντα ἁμαρτήματα ἀποκηρύττουσιν. Οὐκ ὀφείλομεν οὖν ὡς ἐκ συνηθείας μόνον τοὺς πόνους ἐργάζεσθαι, ἀλλὰ καὶ ἐν συνέσει εὐχαριστίας, ἵνα μὴ γυμνὴ τῆς τοιαύτης φιλοσοφίας ἡ ψυχὴ εὑρίσκοιτο· ἐὰν γὰρ ἐφ' ἑκάστῃ πράξει σύνισμεν τὸν διδόντα τὰ τέλη τῶν πόνων, εὐχαριστίᾳ σφραγίζωμεν Ὥσπερ ἄρτον ἀπὸ βρέφους ἐνεδρεύει σκύλαξ ἐξαρπάσαι, οὕτω σύνεσιν ἀπὸ καρδίας λογισμὸς πονηρός. Μὴ οὖν ἐννεάζωμεν τῶν ἐναντίων ἔργων τῇ κακίᾳ χρώμενοι, ἵνα μὴ εἰς διαρπαγὴν τούτοις τὴν ψυχὴν προεκδώσωμεν. Ὥσπερ ἡ τῶν ἀστέρων χορεία δᾳδουχοῦσα φαιδρύνει τὸν οὐρανὸν, οὕτως ἡ τῶν ῥημάτων ἀλήθεια λαμπαδουχοῦσα φαιδρύνει τὸν ἄνθρωπον. Ἕνα οὖν τῆς ἀληθείας τρόπον ἐπὶ γλώττης βαστάζωμεν, ὅτι Κύριος κατοικίζει μονοτρόπους ἐν οἴκῳ. Ὥσπερ ἀστραπαὶ σφοδραὶ προσπηδῶσαι, προμηνύουσι βροντὴν, οὕτω καὶ ῥήσεις ἀκριβεῖς προσιοῦσαι, προσημαίνουσι πίστιν. Πιστοὶ οὖν εἶναι τῇ ἀληθείᾳ σπουδάσωμεν, ἵνα καὶ εἰς τὴν μητρόπολιν τῶν ἀρετῶν τὴν ἀγάπην προκόψωμεν. Ὡς ἥλιος ταῖς χρυσαυγέσιν ἀκτίσιν ἁπάσῃ προσμειδιᾷ τῇ γῇ, οὕτως ἀγάπη ταῖς φωταυγέσι πράξεσιν ἁπάσῃ προσχαίρει ψυχῇ· ἥνπερ ἐὰν κατάσχωμεν, τὰ πάθη ἐσβέσαμεν, καὶ εἰς οὐρανοὺς ἐλάμψαμεν. Ἅπαντα πόνον ποιήσεις ἕως τῆς ὁσίας ἀγάπης ἐπιτεύξῃ, ὅτι, ταύτης ἀπούσης, ὅφελος τῶν παρόντων οὐδέν. Καὶ γὰρ ὀργὴ ἀγριαίνεται, καὶ ἤθη χαλεπαίνεται, πόνοι ἀπονοούμενοι τῇ δόξῃ συμμίγνυνται. Διὰ ψυχῆς ταπείνωσιν Δαβὶδ μετὰ πένθουςἐνήστευσε, καὶ ἡμεῖς διὰ νηστείας τὴν ψυχὴν ταπεινώσωμεν. ΚΕΦΑΛ. ΛΓʹ. Ὁ τοῖς σωματικοῖς πόνοις τραχυτέρως ἀσκούμενος, μηδὲ ἐπαίνῳ ἐργαζέσθω, μήτε δόξῃ ἐπαιρέσθω· εἰ γὰρ ἐν τούτοις οἱ δαίμονες ὀφρυώσουσι τὴν ψυχήν· καὶ τὴν τραχύτητα, καὶ τὴν ἄσκησιν τοῦ σώματος ἐνισχύσουσι τῇ δόξῃ, καὶ μειζόνων ἐφάπτεσθαι πόνων ἐφελκύσουσιν, ὡς ἵνα καὶ μειζόνως ἐπαίρηται· συλλαλοῦσι γὰρ ἔσωθεν διὰ τῶν λογισμῶν εἰσβάλλοντες ταῦτα, ὅτι Καθὼς ὁ δεῖνα ἀποσκλήρως ἀσκήσας, καὶ ὁ δεῖνα μεγάλως ὠνομάσθη, καὶ θανὼν ἔτι λαλεῖται, οὕτω καὶ αὐτὸς εἰς ἀκρότατον ἐπασκήσεως ἀνάβηθι ὕψος, ἵνα δόξαν σαυτῷ περιποιήσῃ, καὶ μέγα σου τὸ ὄνομα ἐξέλθῃ, ἐπὶ τῷ καὶ μετὰ θάνατον ὑπερβαλλόντως λαλεῖσθαι. Διὰ δὴ τῶν οὕτως ἀπατηθέντων, οὐ μόνον τοῖς σωματικοῖς σου πολεμοῦσι πόνοις, ἀλλὰ καὶ μᾶλλον εἰς συμμαχίαν καλοῦσιν, ὅτι δι' αὐτῶν ἐν τοῖς χαλεπωτέροις ψαύουσι τὴν ψυχὴν, καὶ γὰρ ἐνθρονίζουσιν αὐτὸν, καὶ εἰς τὸν διδασκαλικὸν ἐξυψοῦσι λόγον, ἵνα ὡς ἐκ τούτου τὰ πρῶτα τῶν μεγαλοπόνων τε καὶ γνωστικῶν ἔχειν εὐφημισθῇ. Ζηλοῦν δὲ καὶ φθονεῖν εἰσβάλλουσι τοῖς ἐπὶ κατορθώμασιν εὐφημουμένοις, καὶ ὧν θαυμαστὴ μᾶλλον ἡ πρᾶξις, καὶ γνῶσις γειτνιᾷ. Ἔσθ' ὅτε δὲ καὶ τῆς σαρκὸς αὐτοῦ τὴν πύρωσιν ἀποκοιμίζουσι δολερῶς τοὺς ἀκαθάρτους λογισμοὺς ἐκ τῶν ἐντὸς ἐκτοπίζοντες, ὡς ἵνα νομισθῇ τὸ πνεῦμα τῆς πορνείας τῇ κληρουχίᾳ νενικηκέναι, καὶ κατὰ τὴν λαμπρότητα τῶν ἁγίων τὴν καρδίαν ἡγνικέναι, καὶ εἰς τὴν τῆς ἀγιωσύνης ἁψῖδα ἀναβεβηκέναι. Περὶ δὲ ὧν τε, καὶ ὧν ἀπέσχετο βρωμάτων, καὶ συναπτῶν ἀσιτιῶν ἐπιψηφίζουσιν αὐτῷ τοὺς χρόνους ἐν οἷς ὀφείλει ὡς ἀριστεὺς ἐγκαυχᾶσθαι, καὶ τῆς ἀδελφότητος ὡς εὐτελοῦς κατεπαίρεσθαι· οὕτω δὲ ἐκδιηγεῖσθαι ποιοῦσιν αὐτὸν τοὺς ἀγῶνας ὡς ἐκ μόνης τῆς αὐτοῦ ἰσχύος κατορθωθέντας, ὅτι Ἐποίησα τάδε, καὶ ἤσκησα τοιῶσδε, καὶ ἐκακουχήθην, ἀποστομοῦντες ἔτι τοῦτο λέγειν, Οὐκ ἐγὼ δὲ, ἀλλ' ἡ ἐν ἐμοὶ βοήθεια. Θεὸν γὰρ βοηθὸν ἐφ' οἷς μεγαλαυχεῖν αὐτὸν ποιοῦσιν ὁμολογεῖν οὐκ ἐῶσιν, ἵνα ὡς ἐξ οἰκείας δῆθεν ἰσχύος τὸ πᾶν τῶν ἀγώνων τελέσας, τοὺς ἐπαίνους τῶν ἄθλων ὁλοκλήρως ἀπαιτοίη, ὅπως καὶ εἰς τὸν τῆς βλασφημίας βυθὸν ποντωθείη, αὐτοβόηθον ἑαυτὸν ἀνεπαισθήτως παρεμφαίνων. ΚΕΦΑΛ. ΛΔʹ. Οὕτω τοιγαροῦν τῆς καρδίας διὰ τῆς τῶν λογισμῶν δόξης ἐνηχουμένης, καὶ μὴ ἀντιταττομένης, οὐκ ἐκτὸς ἔσται τῆς ἐν ἀποκρύφῳ τῶν φρενῶν παραπληξίας, τοῦ ἡγεμόνος φρενῶν ἐκτιναχθῆναι κινδυνεύοντος, ἢ δι' ὀνειράτων πιστουμένων, ἢ ἐν ἀγρυπνίαις μεταμορφουμένων, ἢ ἐν μετασχηματισμῷφωτὸς ὀπτανομένων. Αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτὸς πρὸς ἀπάτην ἡμετέραν, ἴσως χαρίσματα δώσειν ἐνδεικνύμενος, ὡς ἵνα πεσὼν προσκυνήσῃς, ἢ ἀναλαμβάνειν ὡς ἄλλον Ἠλίαν εὐαγγελιζόμενος, ἢ ἁγιάζειν ὑπισχνούμενος, ὧν τινες τὴν πίστιν δεξάμενοι περὶ τὴν ἀλήθειαν ἠστόχησαν, καὶ φρενοβλαβεῖς ἐγενήθησαν. Σὺ οὖν, ὦ τῆς ἁγίας Τριάδος ἱκέτα, εἰδὼς ταῦτα ἐν οἷς φιλοπονεῖς, πάσῃ φυλακῇ τήρει σὴν καρδίαν, μήπως τοῖς ἔξωθεν μόνον πόνοις προσέχων, τοῖς ἔσωθεν δολερῶς βροχισθῇς. Οἱ ἐμοὶ οὖν λόγοι, ὦ τέκνον, εἴρηνται πρὸς σὲ, τὰ δὲ ῥήματά μου τηρείτω σὴ καρδία· μέμνησο Χριστοῦ τοῦ φυλάσσοντός σε, καὶ μὴ ἐπιλάθῃ τῆς προσκυνητῆς καὶ ὁμοουσίου Τριάδος, ᾗ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Intertext edge

Open linked passage

Note