Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Flavius Josephus
Life of Josephus
Jose 147
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Perseus Grc2
101
101
Ὁ δὲ Ἰωάννης ἀπράκτου τῆς ἐπιβουλῆς αὐτῷ γενομένης ἔδεισε περὶ ἑαυτοῦ, καὶ τοὺς περὶ αὐτὸν ὁπλίτας ἀναλαβὼν ἀπῆρεν ἐκ τῆς Τιβεριάδος εἰς τὰ Γίσχαλα, καὶ γράφει πρός με περὶ τῶν πεπραγμένων ἀπολογούμενος ὡς μὴ κατὰ γνώμην τὴν αὐτοῦ γενομένων, παρακαλεῖ τε μηδὲν ὑπονοεῖν κατʼ αὐτοῦ προστιθεὶς ὅρκους καὶ δεινάς τινας ἀράς, διʼ ὧν ᾤετο πιστευθήσεσθαι περὶ ὧν ἐπέστειλεν.
102
102
Οἱ δὲ Γαλιλαῖοι, πολλοὶ γὰρ ἕτεροι πάλιν ἐκ τῆς χώρας πάσης ἀνήχθησαν μεθʼ ὅπλων, εἰδότες τὸν ἄνθρωπον ὡς πονηρός ἐστιν καὶ ἐπίορκος, παρεκάλουν ἀγαγεῖν σφᾶς ἐπʼ αὐτόν, ἄρδην ἀφανίσειν ἐπαγγελλόμενοι σὺν αὐτῷ καὶ τὰ Γίσχαλα.
103
103
χάριν μὲν οὖν ἔχειν αὐτῶν ταῖς προθυμίαις ὡμολόγουν ἐγὼ καὶ νικήσειν αὐτῶν τὴν εὔνοιαν ἐπηγγελλόμην, παρεκάλουν δʼ ὅμως ἐπισχεῖν αὐτοὺς ἀξιῶν καὶ συγγινώσκειν μοι δεόμενος προῃρημένῳ τὰς ταραχὰς χωρὶς φόνων καταστέλλειν. καὶ πείσας τὸ πλῆθος τῶν Γαλιλαίων εἰς τὴν Σέπφωριν ἀφικνούμην.
104
104
Οἱ δὲ τὴν πόλιν ταύτην κατοικοῦντες ἄνδρες κεκρικότες τῇ πρὸς Ῥωμαίους ἐμμεῖναι πίστει, δεδιότες δὲ τὴν ἐμὴν ἄφιξιν, ἐπειράθησαν ἑτέρᾳ με πράξει περισπάσαντες ἀδεεῖς εἶναι περὶ ἑαυτῶν.
105
105
καὶ δὴ πέμψαντες πρὸς Ἰησοῦν τὸν ἀρχιλῃστὴν εἰς τὴν Πτολεμαΐδος μεθορίαν ὑπέσχοντο δώσειν πολλὰ χρήματα θελήσαντι μετὰ τῆς σὺν αὐτῷ δυνάμεως, ἦσαν δʼ ὀκτακόσιοι τὸν ἀριθμόν, πόλεμον ἐξάψαι πρὸς ἡμᾶς.
106
106
ὁ δʼ ὑπακούσας αὐτῶν ταῖς ὑποσχέσεσιν ἠθέλησεν ἐπιπεσεῖν ἡμῖν ἀνετοίμοις καὶ μηδὲν προγινώσκουσιν. πέμψας γοῦν πρός με παρεκάλει λαβεῖν ἐξουσίαν ἀσπασόμενον ἀφικέσθαι. συγχωρήσαντος δέ μου, τῆς γὰρ ἐπιβουλῆς οὐδὲν προηπιστάμην, ἀναλαβὼν τὸ σύνταγμα τῶν λῃστῶν ἔσπευδεν ἐπʼ ἐμέ.
107
107
οὐ μὴν ἔφθασεν αὐτοῦ τέλος λαβεῖν ἡ κακουργία· πλησιάζοντος γὰρ ἤδη τῶν σὺν αὐτῷ τις αὐτομολήσας ἧκεν πρός με τὴν ἐπιχείρησιν αὐτοῦ φράζων, κἀγὼ πυθόμενος ταῦτα προῆλθον εἰς τὴν ἀγορὰν σκηψάμενος ἀγνοεῖν τὴν ἐπιβουλήν· ἐπηγόμην δὲ πολλοὺς ὁπλίτας Γαλιλαίους, τινὰς δὲ καὶ Τιβεριέων.
108
108
εἶτα προστάξας τὰς ὁδοὺς πάσας ἀσφαλέστατα φρουρεῖσθαι παρήγγειλα τοῖς ἐπὶ τῶν πυλῶν μόνον Ἰησοῦν, ἐπειδὰν παραγένηται, μετὰ τῶν πρώτων εἰσελθεῖν ἐᾶσαι, ἀποκλεῖσαι δὲ τοὺς ἄλλους, βιαζομένους δὲ τύπτειν.
109
109
τῶν δὲ τὸ προσταχθὲν ποιησάντων εἰσῆλθεν ὁ Ἰησοῦς μετʼ ὀλίγων. καὶ κελεύσαντος ἐμοῦ ῥῖψαι τὰ ὅπλα θᾶττον, εἰ γὰρ ἀπειθοίη τεθνήξεσθαι, περιεστῶτας ἰδὼν πανταχόθεν αὐτῷ τοὺς ὁπλίτας φοβηθεὶς ὑπήκουσεν· οἱ δʼ ἀποκλεισθέντες τῶν ἐπακολουθούντων αὐτῷ πυθόμενοι τὴν σύλληψιν ἔφυγον.
110
110
κἀγὼ τὸν Ἰησοῦν προσκαλεσάμενος κατʼ ἰδίαν οὐκ ἀγνοεῖν ἔφην τὴν ἐπʼ ἐμὲ συσκευασθεῖσαν ἐπιβουλὴν οὐδʼ ὑπὸ τίνων πεμφθείη, συγγνώσεσθαι δʼ ὅμως αὐτῷ τῶν πεπραγμένων, εἰ μέλλοι μετανοήσειν καὶ πιστὸς ἐμοὶ γενήσεσθαι.
111
111
ὑπισχνουμένου δὲ πάντα ποιήσειν ἐκείνου ἀπέλυσα συγχωρήσας αὐτῷ συναγαγεῖν πάλιν οὓς πρότερον εἶχεν. Σεπφωρίταις δʼ ἠπείλησα, εἰ μὴ παύσαιντο τῆς ἀγνωμοσύνης, λήψεσθαι παρʼ αὐτῶν δίκας.
112
112
Κατὰ τοῦτον τὸν καιρὸν ἀφικνοῦνται πρός με δύο μεγιστᾶνες τῶν ὑπὸ τὴν ἐξουσίαν τοῦ βασιλέως ἐκ τῆς τῶν Τραχωνιτῶν χώρας ἐπαγόμενοι τοὺς ἑαυτῶν ἵππους καὶ ὅπλα, χρήματα δʼ ὑποκομίζοντες.
113
113
τούτους περιτέμνεσθαι τῶν Ἰουδαίων ἀναγκαζόντων, εἰ θέλουσιν εἶναι παρʼ αὐτοῖς, οὐκ εἴασα βιασθῆναι, φάσκων δεῖν ἕκαστον κατὰ τὴν ἑαυτοῦ προαίρεσιν τὸν θεὸν εὐσεβεῖν, ἀλλὰ μὴ μετὰ βίας, χρῆναι δὲ τούτους διʼ ἀσφάλειαν πρὸς ἡμᾶς καταφυγόντας μὴ μετανοεῖν. πεισθέντος δὲ τοῦ πλήθους τοῖς ἥκουσιν ἀνδράσιν τὰ πρὸς τὴν συνήθη δίαιταν ἅπαντα παρεῖχον δαψιλῶς.
114
114
Πέμπει δʼ ὁ βασιλεὺς Ἀγρίππας δύναμιν καὶ στρατηγὸν ἐπʼ αὐτῆς Αἴκουον Μόδιον Γάμαλα τὸ φρούριον ἐξαιρήσοντας. οἱ δὲ πεμφθέντες κυκλώσασθαι μὲν τὸ φρούριον οὐκ ἤρκεσαν, ἐν δὲ τοῖς φανεροῖς τῶν τόπων ἐφεδρεύοντες ἐπολιόρκουν τὰ Γάμαλα.
115
115
Αἰβούτιος δὲ ὁ δεκάδαρχος, ὁ τοῦ μεγάλου πεδίου τὴν προστασίαν πεπιστευμένος, ἀκούσας ὅτι παρείην εἰς Σιμωνιάδα κώμην ἐν μεθορίοις κειμένην τῆς Γαλιλαίας, αὐτοῦ δʼ ἀπέχουσαν ἑξήκοντα σταδίους, νυκτὸς ἀναλαβὼν τοὺς ἑκατὸν ἱππεῖς, οὓς εἶχεν σὺν αὐτῷ, καί τινας πεζοὺς περὶ διακοσίους, καὶ τοὺς ἐν Γάβα πόλει κατοικοῦντας ἐπαγόμενος συμμάχους, νυκτὸς ὁδεύσας ἧκεν εἰς τὴν κώμην, ἐν ᾗ διέτριβον.
116
116
ἀντιπαραταξαμένου δὲ κἀμοῦ μετὰ δυνάμεως πολλῆς ὁ μὲν Αἰβούτιος εἰς τὸ πεδίον ὑπάγειν ἡμᾶς ἐπειρᾶτο· σφόδρα γὰρ τοῖς ἱππεῦσιν ἐπεποίθει. οὐ μὴν ὑπηκούσαμεν· ἐγὼ γὰρ τὸ πλεονέκτημα συνιδὼν τὸ γενησόμενον τοῖς ἱππεῦσιν, εἰ καταβαίημεν εἰς τὸ πεδίον, πεζοὶ γὰρ ἡμεῖς σύμπαντες ἦμεν, ἔγνων αὐτοῦ τοῖς πολεμίοις συνάπτειν.
117
117
καὶ μέχρι μέν τινος γενναίως ἀντέσχεν σὺν τοῖς περὶ αὐτὸν ὁ Αἰβούτιος, ἀχρεῖον δʼ ὁρῶν κατὰ τὸν τόπον τοῦτον οὖσαι αὐτῷ τὴν ἱππικὴν δύναμιν ἀναζεύγνυσιν ἄπρακτος εἰς Γάβαν πόλιν, τρεῖς ἄνδρας ἀποβαλὼν κατὰ τὴν μάχην.
118
118
εἱπόμην δὲ κατὰ πόδας ἐγὼ δισχιλίους ἐπαγόμενος ὁπλίτας, καὶ περὶ Βήσαραν πόλιν γενόμενος ἐν μεθορίῳ μὲν τῆς Πτολεμαΐδος κειμένην, εἴκοσι δʼ ἀπέχουσαν στάδια τῆς Γάβας, ἔνθα διέτριβεν Αἰβούτιος, στήσας τοὺς ὁπλίτας ἔξωθεν τῆς κώμης καὶ φρουρεῖν αὐτοῖς ἀσφαλῶς τὰς ὁδοὺς προστάξας ὑπὲρ τοῦ μὴ ἐνοχλῆσαι τοὺς πολεμίους ἡμῖν ἕως τὸν σῖτον ἐκφορήσομεν,
119
119
πολὺς γὰρ ἀπέκειτο Βερενίκης τῆς βασιλίδος ἐκ τῶν πέριξ κωμῶν εἰς τὴν Βήσαραν συλλεγόμενος, πληρώσας τὰς καμήλους καὶ τοὺς ὄνους, πολλοὺς ἐπηγόμην, διέπεμψα τὸν σῖτον εἰς τὴν Γαλιλαίαν.
120
120
τοῦτο δὲ πράξας προεκαλούμην εἰς μάχην τὸν Αἰβούτιον, οὐχ ὑπακούσαντος δʼ ἐκείνου, κατεπέπληκτο γὰρ τὴν [ἡμετέραν] ἑτοιμότητα καὶ τὸ θράσος, ἐπὶ Νεοπολιτανὸν ἐτραπόμην τὴν Τιβεριέων χώραν ἀκούσας ὑπʼ αὐτοῦ λεηλατεῖσθαι.
121
121
ἦν δὲ Νεοπολιτανὸς ἴλης μὲν ἔπαρχος, παρειλήφει δὲ τὴν Σκυθόπολιν εἰς φυλακὴν τὴν ἀπὸ τῶν πολεμίων. τοῦτον οὖν κωλύσας ἐπὶ πλέον τὴν Τιβεριέων κακοῦν περὶ τὴν τῆς Γαλιλαίας πρόνοιαν ἐγινόμην.
122
122
Ὁ δὲ τοῦ Λευεῖ παῖς Ἰωάννης, ὃν ἔφαμεν ἐν τοῖς Γισχάλοις διατρίβειν, πυθόμενος πάντα κατὰ νοῦν μοι προχωρεῖν, καὶ διʼ εὐνοίας μὲν εἶναί με τοῖς ὑπηκόοις, τοῖς πολεμίοις δὲ διʼ ἐκπλήξεως, οὐκ εὖ τὴν γνώμην ἐτέθη, κατάλυσιν δʼ αὐτῷ τὴν ἐμὴν εὐπραγίαν φέρειν νομίζων εἰς φθόνον ἐξώκειλεν οὔτι μέτριον.
123
123
καὶ παύσειν με τῆς εὐτυχίας ἐλπίσας, εἰ παρὰ τῶν ὑπηκόων μῖσος ἐξάψειεν, ἔπειθεν τοὺς τὴν Τιβεριάδα κατοικοῦντας καὶ τοὺς τὴν Σέπφωριν [νομίζων] πρὸς τούτοις δὲ καὶ τοὺς Γάβαρα, πόλεις δʼ εἰσὶν αὗται τῶν κατὰ τὴν Γαλιλαίαν αἱ μέγισται, τῆς πρός με πίστεως ἀποστάντας αὐτῷ προστίθεσθαι· κρεῖττον γὰρ ἐμοῦ στρατηγήσειν αὐτῶν ἔφασκεν.
124
124
καὶ Σεπφωρεῖς μέν, οὐδετέρῳ γὰρ ἡμῶν προσεῖχον διὰ τὸ Ῥωμαίους ᾑρῆσθαι δεσπότας, οὐκ ἐπένευον αὐτῷ, Τιβεριεῖς δὲ τὴν μὲν ἀπόστασιν οὐκ ἐδέχοντο, αὐτοῦ δὲ συγκατένευον γενέσθαι φίλοι, οἱ δὲ Γάβαρα κατοικοῦντες προστίθενται τῷ Ἰωάννῃ· Σίμων δʼ ἦν ὁ παρακαλῶν αὐτούς, πρωτεύων μὲν τῆς πόλεως, ὡς φίλῳ δὲ καὶ ἑταίρῳ τῷ Ἰωάννῃ χρώμενος.
125
125
ἐκ μὲν οὖν τοῦ φανεροῦ τὴν ἀπόστασιν οὐχ ὡμολόγουν· σφόδρα γὰρ ἐδεδοίκεσαν τοὺς Γαλιλαίους ἅτε δὴ πεῖραν αὐτῶν τῆς πρὸς ἡμᾶς πολλάκις εὐνοίας λαβόντες· ἐκ τοῦ λεληθότος δὲ καιρὸν παραφυλάσσοντες ἐπιτήδειον ἐπεβούλευον, καὶ δὴ ἀφικόμην εἰς κίνδυνον τὸν μέγιστον διὰ τοιαύτην αἰτίαν.
126
126
Νεανίσκοι τινὲς θρασεῖς Δαβαριττηνοὶ γένος ἐπιτηρήσαντες τὴν Πτολεμαίου γυναῖκα τοῦ βασιλέως ἐπιτρόπου μετὰ πολλῆς παρασκευῆς καί τινων ἱππέων ἀσφαλείας χάριν ἑπομένων διὰ τοῦ μεγάλου πεδίου τὴν πορείαν ποιουμένην ἐκ τῆς τοῖς βασιλεῦσιν ὑποτελοῦς χώρας εἰς τὴν Ῥωμαίων ἐπικράτειαν, ἐπιπίπτουσιν αὐτοῖς ἄφνω.
127
127
καὶ τὴν μὲν γυναῖκα φυγεῖν ἠνάγκασαν, ὅσα δʼ ἐπεφέρετο πάντα διήρπασαν, καὶ ἧκον εἰς Ταριχέας πρός με τέσσαρας ἡμιόνους καταφόρτους ἄγοντες ἐσθῆτος καὶ σκευῶν· ἦν δὲ καὶ ἀργυρίου σταθμὸς οὐκ ὀλίγος καὶ χρυσοῖ πεντακόσιοι.
128
128
ταῦτʼ ἐγὼ βουλόμενος διαφυλάξαι τῷ Πτολεμαίῳ, καὶ γὰρ ἦν ὁμόφυλος, ἀπηγόρευται δʼ ἡμῖν ὑπὸ τῶν νόμων μηδὲ τοὺς ἐχθροὺς ἀποστερεῖν, πρὸς μὲν τοὺς κομίσαντας ἔφην φυλάττειν αὐτὰ δεῖν, ἵνʼ ἐκ τῆς πράσεως αὐτῶν ἐπισκευασθῇ τὰ τείχη τῶν Ἱεροσολύμων,
129
129
οἱ δὲ νεανίαι χαλεπῶς ἔσχον οὐ λαβόντες μοῖραν ἐκ τῶν λαφύρων, καθάπερ προσεδόκησαν, καὶ πορευθέντες εἰς τὰς πέριξ τῆς Τιβεριάδος κώμας προδιδόναι μέλλειν με Ῥωμαίοις τὴν χώραν αὐτῶν ἔλεγον·
130
130
κεχρῆσθαι γὰρ σοφίσματι πρὸς αὐτοὺς λέγοντα τὰ ἐκ τῆς ἁρπαγῆς κομισθέντα φυλάττειν εἰς τὴν ἐπισκευὴν τῶν τειχῶν τῆς Ἱεροσολυμιτῶν πόλεως, ἐγνωκέναι δὲ πάλιν τῷ δεσπότῃ ἀποδοῦναι [τὰ ἡρπασμένα].
131
131
καὶ κατὰ τοῦτό γε τῆς ἐμῆς γνώμης οὐ διήμαρτον· ἀπαλλαγέντων γὰρ αὐτῶν μεταπεμψάμενος δύο τοὺς πρώτους Δασσίωνα καὶ Ἰανναῖον τὸν τοῦ Ληουῖ, φίλους ἐν τοῖς μάλιστα τοῦ βασιλέως καθεστῶτας, τὰ ἐκ τῆς ἁρπαγῆς σκεύη λαβόντας διαπέμψασθαι πρὸς ἐκεῖνον ἐκέλευον, θάνατον ἀπειλήσας αὐτοῖς τὴν ζημίαν, εἰ πρὸς ἕτερον ταῦτα ἀπαγγελοῦσιν.
132
132
Ἐπισχούσης δὲ φήμης τὴν Γαλιλαίαν ἅπασαν, ὡς τῆς χώρας αὐτῶν μελλούσης ὑπʼ ἐμοῦ τοῖς Ῥωμαίοις προδίδοσθαι καὶ πάντων παροξυνθέντων ἐπὶ τὴν ἐμὴν τιμωρίαν, οἱ τὰς Ταριχέας κατοικοῦντες καὶ αὐτοὶ τοὺς νεανίσκους ἀληθεύειν ὑπολαβόντες πείθουσι τοὺς σωματοφύλακας καὶ τοὺς ὁπλίτας κοιμώμενόν με καταλιπόντας παραγενέσθαι θᾶττον εἰς ἱππόδρομον, ὡς ἐκεῖ βουλευσομένους μετὰ πάντων περὶ τοῦ στρατηγοῦ.
133
133
πειθομένων δὲ τούτων καὶ συνελθόντων πολὺς ὄχλος ἤδη προσυνήθροιστο, μίαν τε πάντες ἐποιοῦντο φωνήν, κολάζειν τὸν προδότην πονηρὸν περὶ αὐτοὺς γεγενημένον.
134
134
μάλιστα δʼ αὐτοὺς ἐξέκαιεν ὁ τοῦ Σαπίθα παῖς Ἰησοῦς ἄρχων τότε τῆς Τιβεριάδος, πονηρὸς ἄνθρωπος καὶ ταράξαι μεγάλα πράγματα φύσιν ἔχων στασιοποιός τε καὶ νεωτεριστὴς ὡς οὐχ ἕτερος, καὶ δὴ τότε λαβὼν εἰς χεῖρας τοὺς Μωυσέως νόμους καὶ προελθὼν εἰς μέσον,
135
135
εἰ μὴ καὶ ὑπὲρ αὑτῶν, ἔφη, πολῖται, μισεῖν δύνασθε Ἰώσηπον, εἰς τοὺς πατρίους ἀποβλέψαντες νόμους, ὧν ὁ πρῶτος ὑμῶν στρατηγὸς προδότης ἔμελλε γίνεσθαι, καὶ μισοπονηρήσαντες ὑπὲρ τούτων τιμωρήσασθε τὸν τοιαῦτα τολμήσαντα.
136
136
Ταῦτʼ εἰπὼν καὶ τοῦ πλήθους ἐπιβοήσαντος ἀναλαβών τινας ὁπλίτας ἐπὶ τὴν οἰκίαν, ἐν ᾗ κατηγόμην, ἔσπευδεν ὡς ἀναιρήσων. ἐγὼ δʼ οὐδὲν προαισθόμενος διὰ κόπον πρὸ τῆς ταραχῆς κατεσχήμην.
137
137
Σίμων δʼ ὁ τοῦ σώματός μου τὴν φυλακὴν πεπιστευμένος, ὁ καὶ μόνος παραμείνας, ἰδὼν τὴν ἐπιδρομὴν τῶν πολιτῶν διήγειρέ με καὶ τὸν ἐφεστῶτά μοι κίνδυνον ἐξήγγειλεν, ἠξίου τε γενναίως θνήσκειν ὡς στρατηγὸν ὑπʼ αὐτοῦ πρὶν δὴ ἐλθεῖν τοὺς ἐχθροὺς ἀναγκάσοντας ἢ κτενοῦντας.
138
138
ὁ μὲν ταῦτα ἔλεγεν, ἐγὼ δὲ τῷ θεῷ τὰ κατʼ ἐμαυτὸν ἐπιτρέψας εἰς τὸ πλῆθος ὡρμήθην προελθεῖν. μετενδὺς οὖν μέλαιναν ἐσθῆτα καὶ τὸ ξίφος ἀπαρτησάμενος ἐκ τοῦ αὐχένος καθʼ ὁδὸν ἑτέραν, ᾗ μηδένα μοι τῶν πολεμίων ὑπαντιάσειν ᾤμην, ᾔειν εἰς τὸν ἱππόδρομον, ἄφνω τε φανεὶς καὶ πρηνὴς πεσὼν καὶ τὴν γῆν δάκρυσιν φύρων ἐλεεινὸς ἔδοξα πᾶσιν.
139
139
συνεὶς δὲ τοῦ πλήθους τὴν μεταβολὴν διιστάναι τὰς γνώμας αὐτῶν ἐπειρώμην πρὸ τοῦ τοὺς ὁπλίτας ἀπὸ τῆς οἰκίας ὑποστρέψαι. καὶ συνεχώρουν μὲν ἀδικεῖν, ὡς αὐτοὶ νομίζουσιν, ἐδεόμην δὲ διδάξαι πρότερον, εἰς τίνα χρείαν ἐφύλαττον τὰ ἐκ τῆς ἁρπαγῆς κομισθέντα χρήματα καὶ τότε θνήσκειν, εἰ κελεύοιεν.
140
140
τοῦ δὲ πλήθους λέγειν κελεύοντος ἐπῆλθον οἱ ὁπλῖται καὶ θεασάμενοί με προσέτρεχον ὡς κτενοῦντες. ἐπισχεῖν δὲ τοῦ πλήθους κελεύοντος ἐπείσθησαν προσδοκῶντες, ἐπειδὰν ὁμολογήσω πρὸς αὐτοὺς τὰ χρήματα τῷ βασιλεῖ τετηρηκέναι, ὡς ὡμολογηκότα τὴν προδοσίαν ἀναιρήσειν.
141
141
Σιγῆς οὖν παρὰ πάντων γενομένης, ἄνδρες, εἶπον, ὁμόφυλοι, θανεῖν μέν, εἰ δίκαιόν ἐστιν, οὐ παραιτοῦμαι. βούλομαι δʼ ὅμως πρὸ τοῦ τελευτῆσαι τὴν ἀλήθειαν φράσαι πρὸς ὑμᾶς·
142
142
τὴν γὰρ πόλιν ταύτην φιλοξενωτάτην οὖσαν ἐπιστάμενος πληθύουσάν τε προθύμως τοσούτων ἀνδρῶν, οἳ τὰς ἑαυτῶν πατρίδας καταλιπόντες ἀφίκοντο κοινωνοὶ τῆς ἡμετέρας γενόμενοι τύχης, ἐβουλήθην τείχη κατασκευάσαι ἐκ τῶν χρημάτων, περὶ ὧν ἡ παρʼ ὑμῶν ἐστιν ὀργή,
143
143
δαπανωμένων εἰς τὴν οἰκοδομίαν αὐτῶν. πρὸς ταῦτα παρὰ μὲν τῶν Ταριχεωτῶν καὶ ξένων ἐγείρεται φωνὴ χάριν ἔχειν ὁμολογούντων καὶ θαρρεῖν προτρεπομένων, Γαλιλαῖοι δὲ καὶ Τιβεριεῖς τοῖς θυμοῖς ἐπέμενον, καὶ γίνεται στάσις πρὸς ἀλλήλους τῶν μὲν κολάσειν ἀπειλούντων με τῶν δὲ καταφρονεῖν.
144
144
ἐπεὶ δʼ ἐπηγγειλάμην καὶ Τιβεριάδι κατασκευάσειν τείχη καὶ ταῖς ἄλλαις πόλεσιν αὐτῶν ταῖς ἀναγκαίαις, πιστεύσαντες ὑπεχώρουν ἕκαστος εἰς τὴν ἑαυτοῦ. κἀγὼ παρὰ πᾶσαν ἐλπίδα διαφυγὼν τὸν προειρημένον κίνδυνον μετὰ τῶν φίλων καὶ ὁπλιτῶν εἴκοσιν εἰς τὴν οἰκίαν ὑπέστρεψα.
145
145
Πάλιν δʼ οἱ λῃσταὶ καὶ τῆς στάσεως αἴτιοι δείσαντες περὶ ἑαυτῶν, μὴ δίκας εἰσπραχθῶσιν ὑπʼ ἐμοῦ τῶν πεπραγμένων, ἀναλαβόντες ἑξακοσίους ὁπλίτας ἧκον ἐπὶ τὴν οἰκίαν ἔνθα διέτριβον ἐμπρήσοντες αὐτήν.
146
146
ἀπαγγελθείσης δέ μοι τῆς ἐφόδου φεύγειν μὲν ἀπρεπὲς ἡγησάμην, ἔκρινα δὲ παραβαλόμενος χρήσασθαί τι καὶ τόλμῃ. προστάξας οὖν ἀποκλεῖσαι τῆς οἰκίας τὰς θύρας αὐτὸς ἐπὶ τὸ ὑπερῷον ἀναβὰς παρεκάλουν εἰσπέμψαι τινὰς ληψομένους τὰ χρήματα· παύσεσθαι γὰρ οὕτως τῆς ὀργῆς αὐτοὺς ἔφην.
147
147
εἰσπεμψάντων δὲ τὸν θρασύτατον αὐτῶν μάστιξιν αἰκισάμενος τὴν ἑτέραν τε τῶν χειρῶν ἀποκόψαι κελεύσας καὶ κρεμάσαι ἐκ τοῦ τραχήλου τοιοῦτον ἐξέβαλον πρὸς τοὺς ἐξαποστείλαντας.
148
148
τοὺς δʼ ἔλαβεν ἔκπληξις καὶ φόβος οὔτι μέτριος. δείσαντες οὖν καὶ αὐτοὶ ταὐτὰ πείσεσθαι, εἰ μένοιεν, εἴκαζον γὰρ ἔνδον ἔχειν με πλείους αὐτῶν, εἰς φυγὴν ὥρμησαν. κἀγὼ τοιούτῳ στρατηγήματι χρησάμενος τὴν δευτέραν ἐπιβουλὴν διέφυγον.
149
149
Πάλιν δὲ τὸν ὄχλον τινὲς ἠρέθιζον τοὺς ἀφικομένους πρός με βασιλικοὺς μεγιστᾶνας οὐκ ὀφείλειν ζῆν λέγοντες μὴ μεταβῆναι θέλοντας εἰς τὰ παρʼ αὐτοῖς ἔθη, πρὸς οὓς σωθησόμενοι πάρεισι· διέβαλλόν τε φαρμακέας εἶναι λέγοντες τοὺς Ῥωμαίους παραγενέσθαι. ταχὺ δὲ τὸ πλῆθος ἐπείθετο ταῖς τῶν λεγομένων πρὸς χάριν αὐτοῖς πιθανότησιν ἀπατώμενοι.
150
150
πυθόμενος δὲ περὶ τούτων ἐγὼ πάλιν τὸν δῆμον ἀνεδίδασκον μὴ δεῖν διώκεσθαι τοὺς καταφυγόντας πρὸς αὐτούς· τὸν δὲ φλύαρον τῆς περὶ τῶν φαρμάκων αἰτίας διέσυρον, οὐκ ἂν τοσαύτας μυριάδας στρατιωτῶν Ῥωμαίους λέγων τρέφειν, εἰ διὰ φαρμάκων ἦν νικᾶν τοὺς πολεμίους.
151
151
ταῦτα λέγοντος ἐμοῦ πρὸς ὀλίγον μὲν ἐπείθοντο, πάλιν δʼ ἀναχωρήσαντες ὑπὸ τῶν πονηρῶν ἐξηρεθίζοντο κατὰ τῶν μεγιστάνων, καί ποτε μεθʼ ὅπλων ἐπὶ τὴν οἰκίαν αὐτῶν τὴν ἐν Ταριχέᾳ ἀπῆλθον ὡς ἀναιρήσοντες.
152
152
ἔδεισα δʼ ἐγὼ πυθόμενος, μὴ τοῦ μύσους τέλος λαβόντος ἀνεπίβατος γένηται τοῖς καταφυγεῖν εἰς αὐτὴν θέλουσιν.
153
153
παρεγενόμην οὖν εἰς τὴν τῶν μεγιστάνων οἰκίαν μετά τινων ἑτέρων, καὶ κλείσας διώρυγά τε ποιήσας ἀπʼ αὐτῆς ἐπὶ τὴν λίμνην ἄγουσαν μεταπεμψάμενός τε πλοῖον καὶ σὺν αὐτοῖς ἐμβὰς ἐπὶ τὴν μεθόριον τῶν Ἱππηνῶν διεπέρασα, καὶ δοὺς αὐτοῖς τὴν τιμὴν τῶν ἵππων, οὐ γὰρ ἠδυνήθην αὐτοὺς ἐπαγαγέσθαι τοιαύτης γενομένης τῆς ἀποδράσεως, ἀπέλυσα πολλὰ παρακαλέσας τὴν προσπεσοῦσαν ἀνάγκην γενναίως ἐνεγκεῖν.
154
154
αὐτός τε μεγάλως ἠχθόμην βιασθεὶς τοὺς προσφυγόντας ἐκθεῖναι πάλιν εἰς τὴν πολεμίαν, ἄμεινον δὲ νομίσας παρὰ Ῥωμαίοις ἀποθανεῖν αὐτούς, εἰ συμπέσοι, μᾶλλον ἢ κατὰ τὴν ἐμὴν χώραν. οἱ δʼ ἄρα διεσώθησαν· συνεχώρησεν γὰρ αὐτοῖς βασιλεὺς Ἀγρίππας τὰ ἡμαρτημένα. καὶ τὰ μὲν περὶ ἐκείνους τοῦτʼ ἔσχε τὸ τέλος.
155
155
Οἱ δὲ τὴν τῶν Τιβεριέων πόλιν κατοικοῦντες γράφουσιν πρὸς τὸν βασιλέα παρακαλοῦντες πέμψαι δύναμιν τὴν φυλάξουσαν αὐτῶν τὴν χώραν· θέλειν γὰρ αὐτῷ προστίθεσθαι. κἀκείνῳ μὲν ταῦτʼ ἔγραφον.
156
156
ἀφικόμενον δέ με πρὸς αὐτοὺς παρεκάλουν τὰ τείχη κατασκευάζειν αὐτοῖς, ὡς ὑπεσχήμην· ἠκηκόεισαν δὲ τὰς Ταριχέας ἤδη τετειχίσθαι. κατανεύσας οὖν ἐγὼ καὶ πάντα τὰ πρὸς τὴν οἰκοδομίαν παρασκευασάμενος τοὺς ἀρχιτέκτονας ἐκέλευον ἐνεργεῖν.
157
157
μετὰ δὲ τρίτην ἡμέραν εἰς Ταριχέας ἀπερχομένου μου τῆς Τιβεριάδος ἀπεχούσας στάδια τριάκοντα, συνέβη τινὰς Ῥωμαίων ἱππεῖς οὐ πόρρωθεν τῆς πόλεως ὁδοιποροῦντας ὀφθῆναι, οἳ δόξαν παρέσχον τὴν παρὰ τοῦ βασιλέως δύναμιν ἥκειν.
158
158
εὐθέως γοῦν εἰς μὲν τὸν βασιλέα μετὰ πολλῶν ἐπαίνων ἠφίεσαν φωνάς, κατʼ ἐμοῦ δὲ βλασφήμους. καὶ ἐπιδραμών τις ἀπήγγειλέν μοι τὴν διάνοιαν αὐτῶν, ὡς ἀφίστασθαί μου διεγνώκασιν.
159
159
ἐγὼ δʼ ἀκούσας ἐταράχθην μὲν σφόδρα· τοὺς γὰρ ὁπλίτας ἔτυχον ἐκ τῶν Ταριχεῶν ἐπὶ τὰς αὐτῶν οἰκήσεις ἀφεικὼς διὰ τὸ τὴν ἐπιοῦσαν ἡμέραν σάββατον ὑπάρχειν· οὐ γὰρ ἐβουλόμην ὑπὸ τοῦ στρατιωτικοῦ πλήθους ἐνοχλεῖσθαι τοὺς ἐν ταῖς Ταριχέαις.
160
160
ὁσάκις γοῦν ἐν αὐταῖς διέτριβον οὐδὲ τῆς περὶ τὸ σῶμα φυλακῆς ἐποιούμην πρόνοιαν, πεῖραν παρὰ τῶν ἐνοικούντων τῆς πρός με πίστεως λαβὼν πολλάκις.
161
161
μόνους δʼ ἔχων περὶ ἐμαυτὸν ἑπτὰ τῶν ὁπλιτῶν καὶ τοὺς φίλους ἠπόρουν, ὃ πράξω· μεταπέμψασθαι γὰρ τὴν ἐμὴν δύναμιν διὰ τὸ λήγειν ἤδη τὴν ἐνεστῶσαν ἡμέραν οὐκ ἐδοκίμαζον· οὐδὲ γὰρ ἀφικομένης αὐτῆς εἰς τὴν ἐπιοῦσαν ὅπλα λαβεῖν κωλυόντων ἡμᾶς τῶν νόμων, κἂν μεγάλη τις ἐπείγειν ἀνάγκη δοκῇ.
162
162
εἰ δὲ τοῖς Ταριχεώταις καὶ τοῖς παρʼ αὐτοῖς ξένοις ἐπιτρέψαιμι τὴν πόλιν διαρπάζειν, ἑώρων οὐχ ἱκανοὺς ἐσομένους, τὴν ἐμὴν ὑπέρθεσιν ἑώρων μακροτάτην· φθήσεσθαι γὰρ καὶ τὴν παρὰ βασιλέως δύναμιν ἀφικομένην, καὶ ἐκπεσεῖσθαι τῆς πόλεως ᾠόμην.
163
163
ἐβουλευόμην οὖν στρατηγήματι χρῆσθαί τινι κατʼ αὐτῶν. παραχρῆμα δὴ τοὺς πιστοτάτους τῶν φίλων ταῖς πύλαις τῶν Ταριχεῶν ἐπιστήσας φυλάξοντας μετʼ ἀσφαλείας τοὺς ἐξιέναι θέλοντας καὶ τοὺς πρώτους τῶν οἴκων προσκαλεσάμενος, αὐτῶν ἕκαστον ἐκέλευσα καθελκύσαντα πλοῖον ἐμβάντα συνεπαγόμενον τὸν κυβερνήτην ἕπεσθαί μοι πρὸς τὴν Τιβεριέων πόλιν.
164
164
καὶ αὐτὸς δὲ μετὰ τῶν φίλων καὶ τῶν ὁπλιτῶν, οὓς ἔφην ἑπτὰ τὸν ἀριθμὸν εἶναι, ἐμβὰς ἔπλεον ἐπὶ τὴν Τιβεριάδα.
165
165
Τιβεριεῖς δὲ τὴν παρὰ τοῦ βασιλέως δύναμιν ὡς ἔγνωσαν οὐχ ἥκουσαν αὐτοῖς, πλοίων δὲ τὴν λίμνην πᾶσαν ἐθεάσαντο πλήρη, δείσαντες περὶ τῇ πόλει καὶ καταπλαγέντες ὡς ἐπιβατῶν πλήρεις εἶναι νέας, μετατίθενται τὰς γνώμας.
166
166
ῥίψαντες οὖν τὰ ὅπλα μετὰ γυναικῶν καὶ παίδων ὑπηντίαζον πολλὰς μετʼ ἐπαίνων εἰς ἐμὲ φωνὰς ἀφιέντες, εἴκαζον γὰρ οὐ προπεπύσθαι με τὴν διάνοιαν αὐτῶν, καὶ παρεκάλουν φείσασθαι τῆς πόλεως.
167
167
ἐγὼ δὲ πλησίον γενόμενος ἀγκύρας μὲν ἔτι πόρρω τῆς γῆς ἐκέλευον βαλέσθαι τοὺς κυβερνήτας ὑπὲρ τοῦ μὴ κατάδηλα τοῖς Τιβεριεῦσιν εἶναι τὰ πλοῖα κενὰ τῶν ἐπιβατῶν ὄντα, πλησιάσας δʼ αὐτὸς ἔν τινι πλοίῳ κατεμεμφόμην αὐτῶν τὴν ἄγνοιαν, καὶ ὅτι δὴ οὕτως εὐχερεῖς εἶεν πάσης δικαίας ἄνευ προφάσεως ἐξίστασθαι τῆς πρός με πίστεως.
168
168
ὡμολόγουν δʼ εἴς τε τὸ λοιπὸν αὐτοῖς συγγνώσεσθαι βεβαίως, εἰ πέμψειαν δέκα τοῦ πλήθους προεστῶτας. ὑπακουσάντων δʼ ἑτοίμως καὶ πεμψάντων ἄνδρας οὓς προεῖπον, ἐμβιβάσας ἀπέλυον εἰς Ταριχέας φυλαχθησομένους.
169
169
Τῷ στρατηγήματι δὲ τούτῳ τὴν βουλὴν πᾶσαν κατʼ ὀλίγους λαβὼν εἰς τὴν προειρημένην πόλιν καὶ μετʼ αὐτῶν τοὺς πολλοὺς τοῦ δήμου πρώτους ἄνδρας οὐκ ἐλάττους ἐκείνων ὄντας διεπεμψάμην.
170
170
τὸ δὲ πλῆθος, ὡς εἶδον εἰς οἷον κακῶν ἥκουσι μέγεθος, παρεκάλουν με τὸν αἴτιον τῆς στάσεως τιμωρήσασθαι. Κλεῖτος δʼ ἦν ὄνομα τούτῳ, θρασύς τε καὶ προπετὴς νεανίας.
171
171
ἐγὼ δʼ ἀποκτεῖναι μὲν οὐχ ὅσιον ἡγούμενος ὁμόφυλον ἄνδρα, κολάσαι δʼ ἀνάγκην ἔχων, τῶν περὶ ἐμέ τινι σωματοφυλάκων Ληουεῖ προσέταξα προελθόντι κόψαι τοῦ Κλείτου τὴν ἑτέραν τῶν χειρῶν.
172
172
δείσαντος δὲ τοῦ κελευσθέντος εἰς τοσοῦτο πλῆθος προελθεῖν μόνου, τὴν δειλίαν τοῦ στρατιώτου μὴ βουληθεὶς κατάδηλον γενέσθαι τοῖς Τιβεριεῦσιν, αὐτὸν Κλεῖτον φωνήσας ἐπειδὴ καὶ ἄξιος, εἶπον, ὑπάρχεις ἀμφοτέρας τὰς χεῖρας ἀποβαλεῖν οὕτως ἀχάριστος εἰς ἐμὲ γενόμενος, γενοῦ σαυτοῦ δημόσιος, μὴ καὶ ἀπειθήσας χείρονα τιμωρίαν ὑπόσχῃς.
173
173
τοῦ δὲ τὴν ἑτέραν αὐτῷ συγχωρῆσαι πολλὰ δεομένου μόλις κατένευσα. κἀκεῖνος ἄσμενος ὑπὲρ τοῦ μὴ τὰς δύο χεῖρας ἀποβαλεῖν λαβὼν μάχαιραν κόπτει τὴν ἀριστερὰν ἑαυτοῦ. καὶ τοῦτο τὴν στάσιν ἔπαυσεν.
174
174
Τιβεριεῖς δέ, ὡς εἰς τὰς Ταριχέας ἀφικόμην γνόντες τὴν στρατηγίαν, ᾗ κατʼ αὐτῶν ἐχρησάμην, ἀπεθαύμαζον ὅτι χωρὶς φόνων ἔπαυσα τὴν ἀγνωμοσύνην αὐτῶν.
175
175
ἐγὼ δὲ τοὺς ἐκ τῆς εἱρκτῆς μεταπεμψάμενος τοῦ πλήθους τῶν Τιβεριέων, ἦν δὲ σὺν αὐτοῖς Ἰοῦστος καὶ ὁ πατὴρ αὐτοῦ Πιστός, συνδείπνους ἐποιησάμην, καὶ παρὰ τὴν ἑστίασιν ἔλεγον, ὅτι τὴν Ῥωμαίων δύναμιν οὐδʼ αὐτὸς ἀγνοῶ πασῶν διαφέρουσαν, σιγῴην μέντοι περὶ αὐτῆς διὰ τοὺς λῃστάς.
176
176
καὶ αὐτοῖς δὲ ταῦτα συνεβούλευον ποιεῖν τὸν ἐπιτήδειον περιμένουσι καιρὸν καὶ μὴ δυσανασχετεῖν ἐμοὶ στρατηγῷ· μηδενὸς γὰρ αὐτοὺς ἑτέρου δυνήσεσθαι ῥᾳδίως ἐπιεικοῦς ὁμοίως τυχεῖν.
177
177
τὸν Ἰοῦστον δὲ καὶ ὑπεμίμνησκον, ὅτι πρόσθεν ἤ με παραγενέσθαι ἐκ τῶν Ἱεροσολύμων οἱ Γαλιλαῖοι τἀδελφοῦ τὰς χεῖρας ἀποκόψειαν αὐτοῦ πρὸ τοῦ πολέμου πλαστῶν αὐτῷ γραμμάτων κακουργίαν ἐπικαλέσαντες, καὶ ὅτι μετὰ τὴν ἀναχώρησιν τὴν Φιλίππου Γαμαλῖται πρὸς Βαβυλωνίους στασιάζοντες ἀνέλοιεν Χάρητα, συγγενὴς δʼ ἦν οὗτος τοῦ Φιλίππου,
178
178
καὶ ὡς Ἰησοῦν τὸν ἀδελφὸν αὐτοῦ ἄνδρα τῆς ἀδελφῆς Ἰούστου σωφρόνως κολάσειαν. ταῦτα παρὰ τὴν ἑστίασιν διαλεχθεὶς τοῖς περὶ τὸν Ἰοῦστον ἕωθεν ἐκέλευσα πάντας τῆς φυλακῆς ἀπολυθῆναι.
179
179
Πρὸ δὲ τούτων συνέβη τὸν Ἰακίμου Φίλιππον ἀπελθεῖν ἐκ Γάμαλα τοῦ φρουρίου τοιαύτης αἰτίας γενομένης·
180
180
Φίλιππος πυθόμενος μεθεστάναι μὲν Οὔαρον ὑπὸ τοῦ βασιλέως Ἀγρίππα, διάδοχον δὲ ἀφῖχθαι Μόδιον Αἴκουον ἄνδρα φίλον αὐτῷ καὶ συνήθη πάλαι, γράφει πρὸς τοῦτον τὰς καθʼ ἑαυτὸν τύχας ἀπαγγέλλων καὶ παρακαλῶν τὰ παρʼ αὐτοῦ πεμφθέντα γράμματα πρὸς τοὺς βασιλέας ἀποστεῖλαι.
181
181
καὶ Μόδιος δεξάμενος τὰς ἐπιστολὰς ἐχάρη σφόδρα σώζεσθαι τὸν Φίλιππον ἐξ αὐτῶν ἐπιγνούς, καὶ πρὸς τοὺς βασιλέας ἔπεμψε τὰ γράμματα περὶ Βηρυτὸν ὄντας.
182
182
ὁ δὲ βασιλεὺς Ἀγρίππας ὡς ἔγνω ψευδῆ τὴν περὶ Φιλίππου φήμην γενομένην, λόγος γὰρ διῆλθεν, ὡς στρατηγοίη τῶν Ἰουδαίων ἐπὶ τὸν πρὸς Ῥωμαίους πόλεμον, ἔπεμψεν ἱππεῖς τοὺς παραπέμψοντας τὸν Φίλιππον.
183
183
καὶ παραγενόμενον ἀσπάζεταί τε φιλοφρόνως τοῖς τε Ῥωμαίων ἡγεμόσιν ἐπεδείκνυεν, ὅτι δὴ Φίλιππος οὗτός ἐστιν, περὶ οὗ διεξῄει λόγος ὡς Ῥωμαίων ἀποστάντος. κελεύει δʼ αὐτὸν ἱππεῖς τινας ἀναλαβόντα θᾶττον εἰς Γάμαλα τὸ φρούριον πορευθῆναι τοὺς οἰκείους αὐτῷ πάντας ἐκεῖθεν ἐξάξοντα καὶ τοὺς Βαβυλωνίους εἰς τὴν Βατανέαν πάλιν ἀποκαταστήσοντα.
184
184
παρήγγειλε δὲ καὶ πᾶσαν ποιήσασθαι πρόνοιαν ὑπὲρ τοῦ μὴ γενέσθαι τινὰ νεωτερισμὸν παρὰ τῶν ὑπηκόων. Φίλιππος μὲν οὖν ταῦτα τοῦ βασιλέως ἐπιστείλαντος ἔσπευδε ποιήσων ἃ προσέταξεν.
185
185
Ἰώσηπος δὲ τῆς ἰατρίνης πολλοὺς νεανίσκους θρασεῖς προτρεψάμενος αὐτῷ συνάρασθαι καὶ ἐπαναστὰς τοῖς ἐν Γάμαλα πρώτοις ἔπειθεν αὐτοὺς ἀφίστασθαι τοῦ βασιλέως καὶ ἀναλαβεῖν τὰ ὅπλα ὡς διὰ τούτων τὴν ἐλευθερίαν ἀποληψομένους. καὶ τινὰς μὲν ἐβιάσαντο, τοὺς δὲ μὴ συναρεσκομένους αὐτῶν ταῖς γνώμαις ἀνῄρουν.
186
186
κτείνουσι δὲ καὶ Χάρητα, καὶ μετʼ αὐτοῦ τινα τῶν συγγενῶν Ἰησοῦν καὶ Ἰούστου δὲ τοῦ Τιβεριέως ἀδελφὴν ἀνεῖλον, καθὼς ἤδη προείπομεν, γράφουσι δὲ καὶ πρός με παρακαλοῦντες πέμψαι καὶ δύναμιν αὐτοῖς ὁπλιτῶν καὶ τοὺς ἀναστήσοντας αὐτῶν τῇ πόλει τείχη.
187
187
κἀγὼ πρὸς οὐδέτερον ἀντεῖπον ὧν ἠξίωσαν. ἀφίσταται δὲ τοῦ βασιλέως καὶ ἡ Γαυλανῖτις χώρα μέχρι κώμης Σολύμης. Σελευκείᾳ δὲ καὶ Σωγάνῃ φύσει κώμαις ὀχυρωτάταις ᾠκοδόμησα τείχη, τάς τε κατὰ τὴν ἄνω Γαλιλαίαν κώμας καὶ πάνυ πετρώδεις οὔσας ἐτείχισα παραπλησίως.
188
188
ὀνόματα δʼ αὐταῖς Ἰάμνια Ἀμηρὼθ Ἀχαράβη. ὠχύρωσα δὲ καὶ τὰς ἐν τῇ κάτω Γαλιλαίᾳ πόλεις μὲν Ταριχέας Τιβεριάδα Σέπφωριν, κώμας δὲ Ἀρβήλων σπήλαιον, Βηρσουβαί, Σελαμήν, Ἰωτάπατα, Καφαραθʼ κωμος1 σωγαναι παφα καὶ τὸ Ἰταβύριον ὄρος. εἰς ταύτας καὶ σῖτον ἀπεθέμην πολὺν καὶ ὅπλα πρὸς ἀσφάλειαν τὴν μετὰ ταῦτα.
189
189
Ἰωάννῃ δὲ τῷ τοῦ Ληουεῖ τὸ κατʼ ἐμοῦ μῖσος προσηύξετο βαρέως φέροντι τὴν ἐμὴν εὐπραγίαν. προθέμενος οὖν πάντως ἐκποδών με ποιήσασθαι τῇ μὲν αὐτοῦ πατρίδι τοῖς Γισχάλοις κατασκευάζει τείχη,
190
190
τὸν ἀδελφὸν δὲ Σίμωνα καὶ τὸν τοῦ Σισέννα Ἰωνάθην ὁπλιτῶν περὶ ἑκατὸν εἰς Ἱεροσόλυμα πέμπει πρὸς τὸν τοῦ Γαμαλιήλου Σίμωνα παρακαλέσοντας αὐτὸν πεῖσαι τὸ κοινὸν τῶν Ἱεροσολυμιτῶν τὴν ἀρχὴν ἀφελομένους ἐμὲ τῶν Γαλιλαίων αὐτῷ ψηφίσασθαι τὴν ἐξουσίαν τούτων.
191
191
ὁ δὲ Σίμων οὗτος ἦν πόλεως μὲν Ἱεροσολύμων, γένους δὲ σφόδρα λαμπροῦ, τῆς δὲ Φαρισαίων αἱρέσεως, οἳ περὶ τὰ πάτρια νόμιμα δοκοῦσιν τῶν ἄλλων ἀκριβείᾳ διαφέρειν.
192
192
ἦν δʼ οὗτος ἀνὴρ πλήρης συνέσεως καὶ λογισμοῦ δυνάμενός τε πράγματα κακῶς κείμενα φρονήσει τῇ ἑαυτοῦ διορθώσασθαι, φίλος τε παλαιὸς τῷ Ἰωάννῃ καὶ συνήθης, πρὸς ἐμὲ δὲ τότε διαφόρως εἶχεν.
193
193
δεξάμενος οὖν τὴν παράκλησιν ἔπειθεν τοὺς ἀρχιερεῖς Ἄνανον καὶ Ἰησοῦν τὸν τοῦ Γαμαλᾶ τινάς τε τῶν τῆς αὐτῶν στάσεως ἐκείνους ἐκκόπτειν με φυόμενον καὶ μὴ περιιδεῖν ἐπὶ μήκιστον αὐξηθέντα δόξης, συνοίσειν αὐτοῖς λέγων, εἰ τῆς Γαλιλαίας ἀφαιρεθείην· μὴ μέλλειν δὲ παρεκάλει τοὺς περὶ τὸν Ἄνανον, μὴ καὶ φθάσας γνῶναι μετὰ πολλῆς ἐπέλθω τῇ πόλει δυνάμεως.
194
194
ὁ μὲν Σίμων ταῦτα συνεβούλευεν· ὁ δὲ ἀρχιερεὺς Ἄνανος οὐ ῥᾴδιον εἶναι τὸ ἔργον ἀπέφαινεν· πολλοὺς γὰρ τῶν ἀρχιερέων καὶ τοῦ πλήθους προεστῶτας μαρτυρεῖν, ὅτι καλῶς ἐγὼ στρατηγῶ· ποιεῖσθαι δὲ κατηγορίαν ἀνδρός, καθʼ οὗ μηδὲν λέγειν δύνανται δίκαιον, φαύλων ἔργον εἶναι.
195
195
Σίμων δʼ ὡς ἤκουσεν ταῦτα παρὰ τοῦ Ἀνάνου, σιωπᾶν μὲν ἐκείνους ἠξίωσεν μηδʼ εἰς πολλοὺς ἐκφέρειν τοὺς λόγους αὐτῶν· προνοήσεσθαι γὰρ αὐτὸς ἔφασκεν, ἵνα θᾶττον μετασταθείην ἐκ τῆς Γαλιλαίας· προσκαλεσάμενος δὲ τὸν ἀδελφὸν τοῦ Ἰωάννου προσέταξεν πέμπειν δωρεὰς τοῖς περὶ τὸν Ἄνανον· τάχα γὰρ οὕτως ἔφη πείσειν αὐτοὺς μεταθέσθαι τὰς γνώμας.
196
196
καὶ τέλος ἔπραξεν ὁ Σίμων ὃ προύθετο· ὁ γὰρ Ἄνανος καὶ οἱ σὺν αὐτῷ τοῖς χρήμασιν διαφθαρέντες συντίθενται τῆς Γαλιλαίας ἐκβαλεῖν με μηδενὸς ἄλλου τῶν κατὰ τὴν πόλιν τοῦτο γινώσκοντος. καὶ δὴ ἔδοξεν αὐτοῖς πέμπειν ἄνδρας κατὰ γένος μὲν διαφέροντας, τῇ παιδείᾳ δʼ ὁμοίους.
197
197
ἦσαν δʼ αὐτῶν οἱ μὲν δύο δημοτικοί, Ἰωνάθης καὶ Ἀνανίας Φαρισαῖοι τὴν αἵρεσιν, ὁ δὲ τρίτος Γόζορος ἱερατικοῦ γένους, Φαρισαῖος καὶ αὐτός· Σίμων δʼ ἐξ ἀρχιερέων νεώτατος ἐκείνων.
198
198
τούτους ἐκέλευον ἀφικομένους εἰς τὸ πλῆθος τῶν Γαλιλαίων πυθέσθαι παρʼ αὐτῶν τὴν αἰτίαν, διʼ ἣν ἐμὲ φιλοῦσιν· εἰ δὲ φαῖεν, ὅτι πόλεως εἴην τῆς Ἱεροσολύμων, καὶ αὐτοὺς ἐξ ἐκείνων λέγειν ὑπάρχειν τοὺς τέσσαρας, εἰ δὲ διὰ τὴν ἐμπειρίαν τῶν νόμων, μηδʼ αὐτοὺς ἀγνοεῖν ἔθη τὰ πάτρια φάσκειν, εἰ δʼ αὖ διὰ τὴν ἱερωσύνην λέγοιεν ἀγαπᾶν με, καὶ αὐτῶν ἀποκρίνεσθαι δύο ἱερεῖς ὑπάρχειν.
199
199
Ταῦθʼ ὑποθέμενοι τοῖς περὶ τὸν Ἰωνάθην τέσσαρας μυριάδας ἀργυρίου διδόασιν αὐτοῖς ἐκ τῶν δημοσίων χρημάτων.
200
200
ἐπεὶ δέ τινα Γαλιλαῖον ἤκουσαν Ἰησοῦν ὄνομα περὶ αὐτὸν τάξιν ἑξακοσίων ὁπλιτῶν ἔχειν ἐπιδημοῦντα τοῖς Ἱεροσολύμοις, τότε μεταπεμψάμενοι τοῦτον καὶ τριῶν μηνῶν μισθὸν δόντες ἐκέλευον ἕπεσθαι τοῖς περὶ τὸν Ἰωνάθην πειθαρχοῦντα αὐτοῖς, καὶ τῶν πολιτῶν δὲ τριακοσίοις ἀνδράσιν δόντες ἀργύριον εἰς τροφὴν τῶν ὅλων προσέταξαν ἀκολουθεῖν τοῖς πρέσβεσιν.

Intertext edge

Open linked passage

Note