Heracliadis iii acroaseos fragmenta
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georges-pisides" aria-label="More works by Georges Pisides">
—
⋯
Original / primary: Pg Scrape Grc
38.1
καὶ τὰς ἀθέσμους ἡδονὰς τοῦ βαρβάρου ἐνθουσιώσας τῇ πυρώσει τῆς μέθης ὑπεξανῆπτον 39 ταύτην ἀφέντες τὴν ἀπόσπονδον μέθην καὶ πᾶσαν ἰλὺν ἀλλοφύλων ᾀσμάτων 40 πολλοὺς δὲ βάκχους ἦν ὁρᾶν ἀκουσίως τὴν ἐσχάτην ὄρχησιν ἐξορχουμένους 41 καὶ πάντες ὥσπερ ἐν κακῶν πανηγύρει ἄλλος κατ' ἄλλην συμφορὰν ἐδυστύχει 42 κρατῶν† ἐνὶ μάχαις† καὶ κατηχῶν ἐν μάχαις 43 πάντας δ' ἐφέλκων οἷα μαγνῆτις λίθος ἢ μᾶλλον εἰπεῖν Ἡρακλείαν τὴν λίθον· φύσιν γὰρ αὐτὸς ἑλκτικωτέραν ἔχει 44 εἷλκες γὰρ αὐτοὺς ὥσπερ ἡλίου τόνος σύρει πρὸς αὑτὸν ἑλκτικῶς τὰς ἰκμάδας 45 πρὸς τὰς ἐπιδόσεις τῶν ξίφων καὶ τῶν λίθων 46 έσω τῶν ἀσπίδων ἦλθες ἐμβριθεῖ τάχει 47 ἐπέσχεν ὑμῶν τὴν βολὴν ἠπειγμένην ἡ τοῦ χιτῶνος ἐμπεσοῦσα διπλόη 48 τίς γὰρ ἤλπιζε τὸν Χοσρόην φυγεῖν; 49 πρὸς τοὺς ἀγωγοὺς ἐτράπη τοῦ Τίγριδος 50 {2α} 2 ἐγὼ διώκω καὶ πρὸς εἰρήνην τρέχω {2β} 2 πλὴν οὐχ ἑκὼν γὰρ πυρπολῶ τὴν Περσίδα ἀλλ' ἐκβιασθεὶς {2γ} 2 ῥίψωμεν ὅπλα {2δ} 2 τὸ πῦρ σβέσωμεν, πρὶν τὸ πᾶν καταφλέγῃ