Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Heraclias
Georges PisidesHera 1 · pg-scrape-grcMore by Georges Pisides
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georges-pisides" aria-label="More works by Georges Pisides"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
[[PG: 92: 1297]]/* Heraclias Ηρακλειάς*/ Ἀγαλλιάσθω πᾶς χορὸς τῶν ἀστέρων τὸν ἀστρόδουλον δεικνύων πεπτωκότα καὶ τὴν ἑαυτοῦ πτῶσιν ἠγνοηκότα· οὐκ ἔστεγεν γὰρ ἡ κτίσις τιμωμένη κἂν δυσσεβηθεὶς ὁ Κτίσας ἠνείχετο. νῦν πανσέληνος ἡ σελήνη λαμπέτω τοῦ Χοσρόου λήγοντος ἐγγυωμένη Πέρσας τὸ λοιπὸν μὴ θεουργεῖν τὴν κτίσιν. καὶ νῦν ὁ τρισμέγιστος ἡλίου πόλος, λούσας ἑαυτὸν τῇ καθάρσει τῶν φόνων, βοᾷ, λαλεῖ σοι τὴν σφαγὴν τοῦ Χοσρόου, θεοῦ βεβήλους ἐκφυγὼν ὑποψίας. σκίρτησον αἰθήρ· ὁ κρατῶν Περσοκράτης ὁ πυρσολάτρης ἐζοφώθη Χοσρόης. πάλιν κάμινος Περσικὴ καὶ δευτέρα δροσίζεται φλὸξ Δανιὴλ τῷ δευτέρῳ, ἀνωφερὴς δὲ καίπερ οὖσα τὴν φύσιν χεῖται κατ' αὐτῶν καὶ διώκει καὶ φλέγει τοὺς τὴν πονηρὰν ἐκπυρώσαντας φλόγα· πάλιν λεόντων ἠγριωμένων στόμα εἰς γῆν δι' ὑμῶν Περσικὴν ἀνεφράγη· πάλιν παροινεῖ δυσσεβῶς ὁ Χοσρόης καὶ πῦρ θεουργεῖ καὶ θεὸς φαντάζεται, ἕως σὺν αὐτῷ καὶ τὸ πῦρ ὑπερβράσαν σὺν τῷ θεουργήσαντι συγκατεφθάρη· πάλιν παροινεῖ καὶ μεταίρει τὴν κτίσιν Ξέρξῃ τε τῷ πρὶν ἀντερίζει καὶ θέλει πῇ μὲν πετρῶσαι τὸν βυθὸν τοῖς λειψάνοις, πῇ δ' αὖ γε τὴν γῆν κυματῶσαι τοῖς λύθροις· γιγαντιᾷ δὲ καὶ τυραννῆσαι θέλει καὶ τὸν πρὸ πάντων εἰκονίζει Βαλτάσαρ χραίνων τὰ θεῖα τῷ μολυσμῷ τῆς μέθης, ἕως κατ' αὐτοῦ δάκτυλος θεηγόρος τῇ δεξιᾷ σου χρώμενος χειρογράφῳ ψήφου μελαίνης ἐξεφώνησε κρίσιν. λήγουσι λοιπὸν αἱ βροχαὶ τῶν αἱμάτων, φεύγει τὸ ῥεῦμα τῶν ἀειρρύτων φόνων, ἡ γῆ βιαίοις οὐκ ἐνοχλεῖται τάφοις, θάλαττα λύθρων οὐ μιαίνεται χύσει· τῶν αἰχμαλώτων οὐ βρύει τὸ δάκρυον, ἀργεῖ τὸ λοιπὸν ἡ πλοκὴ τῆς ἀγχόνης, οὐδεὶς μετ' ὄξους ἐκκενώσας αἰθάλην τὴν ῥῖνα ποιεῖν ἐκβιάζεται στόμα· τὰ δένδρα νεκροῖς οὐ βαρεῖται φορτίοις, ἄπους, ἄχειρος οὐ βαρεῖ τὸν αὐχένα· πλήρεις ἑκάστῳ τῶν μελῶν αἱ συνθέσεις· οὐδεὶς ἀμοιβὴν συμφορᾶς ἀντιστρόφου τὴν χεῖρα κιχρᾷ τῶν ποδῶν ἀντεργάτιν· ἀλλ' οὐρανὸς γῆ πῦρ ὕδωρ ἀὴρ νέφη καὶ πᾶς ὁ κόσμος τῶν ἄνω καὶ τῶν κάτω κροτεῖ σὺν ἡμῖν τοῦ Θεοῦ τὰ σκέμματα ἑνὸς πεσόντος καὶ σεσωσμένων ὅλων. νῦν τὸν πυραυγῆ Χοσρόης Ἑωσφόρον ἔγνω ζοφώδη, καὶ πλάνητας οὐκ ἔχει τοὺς ἑπτά φησιν, ἀλλ' ὅλους τοὺς ἀστέρας· νῦν πάντας αὐτοὺς ἐμπεσὼν τῷ Ταρτάρῳ βλέπει σκοτεινοὺς ἐξ ἀνάγκης Ἑσπέρους καὶ τῆς ἐπ' αὐτοῖς ἀστοχήσας ἐλπίδος οὓς ζῶν ἐτίμα, δυσσεβεῖ τεθαμμένος. ποῦ νῦν ὁ λῆρος τῶν ἀεισφαλῶν μάγων; ποῦ τῶν ἐν ἄστροις ὀργίων τὰ σκέμματα; ποῖος πεσόντα Χοσρόην ὡροσκόπει; πάντως ἔδοξεν ἐμπεσεῖν τῷ τοῦ Κρόνου· τέκνου γὰρ ὁρμαῖς ὁ σφαγεὺς ἀνῃρέθη. Ὅμηρε, τὸν πρὶν μηδαμῶς Ἡρακλέα θεὸν προσειπεῖν ἀξιώσῃς ἀσκόπως· τί γὰρ τὸ κοινὸν ὠφέλησε τοῦ βίου κάπρος φονευθεὶς ἢ λέων πεπνιγμένος; θαύμαζε μᾶλλον ὡς ἐν ἀνθρώποις ἕνα τὸν κοσμορύστην εὐλόγως Ἡρακλέα. κατῆλθεν οὗτος ἄχρι τῆς Ἅιδου θύρας, τὴν λύτταν ἦγξε τοῦ κυνὸς τοῦ παμφάγου, Ἄλκηστιν ἐξήγειρε τὴν οἰκουμένην, ἀνεῖλε τὸν δράκοντα τὸν μιαιφόνον καθεῖλεν ὕδραν μυριαύχενον βλάβην, ῥυπῶντα τὸν πρὶν ἐξεκόπρωσεν βίον, ἔπνιξε τὸν λέοντα τὸν κοσμοφθόρον, καὶ νῦν προῆλθεν Ἡρακλῆς τῷ πράγματι λαβὼν τὰ χρυσᾶ μῆλα, τὰς πόλεις ὅλας. παρῆλθε πηγὴ τῆς ἀφεγγοῦς ἑσπέρας, τὸ φῶς ὑπέστη καὶ διέστη τὸ σκότος· καὶ δεύτερος νῦν κοσμοποιεῖται βίος καὶ κόσμος ἄλλος καὶ νεωτέρα κτίσις. καὶ νῦν ὁ Νῶε τῆς νέας οἰκουμένης κιβωτὸν εὗρε τὴν ἑαυτοῦ καρδίαν, καὶ πᾶσαν ἔνδον ἐντεθεικὼς τὴν φύσιν ἀφῆκεν αὐτὴν εἰς ἔνοπλα τάγματα τῷ κατακλυσμῷ Χοσρόου φρουρουμένην· σχεδὸν γὰρ εἰπεῖν πᾶσα σὰρξ διεφθάρη ἐκ τῆς χυθείσης παγγενοῦς ἁμαρτίας, ἕως ἐλαίας ἠμελημένης κλάδον λαβὼν ἔσωσε τοῦ βίου τὰ λείψανα. ποῦ νῦν Ἀπελλῆς, ποῦ λαλῶν Δημοσθένης, ὅπως ὁ μέν σου σωματώσας τοὺς πόνους, ὁ δ' αὖ τὰ νεῦρα τῶν λογισμῶν ἁρμόσας, ἔμπνουν ἀναστήσωσι τὴν σὴν εἰκόνα; ὦ Σκηπίων, σίγησον· ἐγράφη νόμος τοὺς Σκηπίωνας Ἡρακλείωνας λέγειν. κοινὸν τὸ δόγμα· νῦν ἀκινδύνως μόνον ἔξεστι δούλοις νομοθετεῖν πρὸς δεσπότας. κύρωσον, ὦ κράτιστε, τὸν νόμον τύπῳ· ἔχεις συνειδός, οὐκ ἔχεις ὑποψίαν, ἔχεις ἄμετρα μαρτυροῦντά σοι βέλη, ἔχεις συνεργοὺς ἐμφύτους τὰ τραύματα, ἔχεις ἀγῶνας εὐφραδεῖς συνηγόρους, ἔχεις ἀγῶνας εὐγενεῖς ταχυγράφους οἳ τὸν νόμον γράφουσιν οὐ γραφῇ νόθῳ, ἀλλ' ἐξ ἐρυθρῶν, ὡς προσήκει, γραμμάτων· τὸ σὸν γὰρ αἷμα τοῖς γραφεῦσιν ἀρκέσει. Πλούταρχε, σίγα, τοὺς Παραλλήλους γράφων· τί πολλὰ κάμνεις καὶ στρατηγοὺς συλλέγεις; τὸν δεσπότην ἔκφραζε, καὶ γράφεις ὅλους. ἤδη γὰρ ὁ Πλούταρχος ἐξᾶραι θέλων τὸν τοῦ Φιλίππου καὶ πρὸς ὕψος ἁρπάσαι, ἔσπευδε δεῖξαι πᾶσιν ὡς ἐναντίαι κατεῖχον αὐτὸν ἀντιπράττουσαι τύχαι· οὐκ ἠγνόει γάρ, δεινὸς ὢν λογογράφος, ὡς εἴπερ αὐτὸν εὐτυχοῦντα συγγράφοι, δώσει τὸ νικᾶν ἀντ' ἐκείνου τῇ τύχῃ· ἀλλ' εἶχεν, ὦ Πλούταρχε, τῆς τύχης πλέον ὁ σὸς στρατηγὸς δραστικοὺς τοὺς συμμάχους. τίς δὲ στρατὸν γέμοντα Περσικοῦ φόβου, παρ' οἷς τὸ φεύγειν ἦν ἀκίνδυνος μάχη φύσις τε λοιπὸν ἐξ ἔθους ἐγίνετο, ἔπεισεν ὅπλοις καὶ καθώπλιζεν λόγοις καὶ τὴν ἐν αὐτοῖς δειλίαν μεθαρμόσας εὐτολμίαν ἔδειξε τὴν ἀτολμίαν, εἰ μὴ τὸ σὸν φρόνημα καὶ τὸ σὸν κράτος ἤγειρεν αὐτούς, ὡς ἀκινήτους λίθους τὴν γῆν βαροῦντας τοῖς ἀκάρποις φορτίοις; ποῦ τῶν Ἀθηνῶν οἱ πρὸ τούτου ζωγράφοι οἱ τὸν στρατηγὸν Τιμόθεον ἐν ταῖς μάχαις κοιμώμενον γράφοντες, εἶτα τὴν Τύχην ἐκεῖθεν ἔνθεν ἐνδιδοῦσαν τὰς πόλεις; δέον γὰρ αὐτοῖς νῦν ἐναντίως γράφειν, τὴν μὲν Τύχην σοι πανταχοῦ κοιμωμένην, μᾶλλον δὲ τοῖς σοῖς ἀντερίζουσαν πόνοις, σὲ δὲ στρατηγὸν διπλοκινδύνου μάχης καὶ πρὸς τύχας καμόντα καὶ πρὸς βαρβάρους. πόθεν μετῆλθεν εἰς βαφὴν ἐναντίαν ἡ τῶν τριχῶν σου χρυσομίμητος κόμη; ἔβαψεν αὐτὴν ἡ χιὼν τῶν φροντίδων. καὶ ποῦ μετέστη τῶν μελῶν ἡ λευκότης; πύρωσις αὐτὴν ἀντανεῖλεν ἡλίου; ἀπεικὸς οὐδέν, ἀλλ' ὅμως στοχάζομαι, ἐν τῷ διαχεῖσθαι τοὺς ἱδρῶτας τῶν πόνων ἡ λευκότης μετῆλθεν εἰς τὴν καρδίαν. οὐκ ἤρκεσάν σοι πρὸς τυράννους αἱ μάχαι, οὓς ἡ παναλκὴς ἐξεπόρθησε κρίσις θᾶττον λογισμοῦ καὶ σχεδὸν πρὸ τῆς τύχης, εἴπερ τίς ἐστι καὶ τυραννίδος τύχη· οὐκ ἤρκεσάν σοι φροντίδων πολυτρόπων ἐμφυλίων τε καὶ ξένων καὶ βαρβάρων ἄλλαι μετ' ἄλλας συμπλοκαὶ καὶ συγχύσεις· οὐκ ἤρκεσάν σοι τοῦ στρατοῦ τὰ πράγματα, ἀλλ' εἰς τοσαύτην εὐσεβοῦς ἀπληστίας ὄρεξιν ἦλθες, ὥστε καὶ τῶν ἐγκάτων ἐντὸς παρελθεῖν τῆς ἀθέσμου Περσίδος. ποίους στρατηγοὺς ἢ Σταγειρίτας ἔχων ἐπῆλθες εἰς γῆν εὐτυχούντων βαρβάρων; οὐ τὰς ἀπείρους τῆς ὁδοῦ διαστάσεις ὁ σὸς λογισμὸς ἐννοῶν συνεστάλη, βλέπων μάλιστα καὶ τὰ νεῦρα τῆς μάχης, τὸν πλοῦτον, ἐκρεύσαντα πρὸς τοὺς βαρβάρους· οὐ μητρὸς οἶκτος πυρσὸν ἔμφυτον πνέων ἐπέσχεν ὑμᾶς· οὐ τὰ τέκνα σου τότε, οἱ ψυχαγωγοὶ μαργαρῖται τοῦ βίου, στοργῇ δεθέντα ψυχικῇ παρεκράτουν· οὐκ εὐλαβήθης τὰς ἐνοχλούσας νόσους, οὐ τὰς δι' ἡμᾶς ἀντιπραττούσας τύχας ἀλλ' ὡς ἄσαρκος καὶ μόνος δοκῶν ἔχειν ἢ σῶμα χαλκοῦν ἢ σιδηρᾶν καρδίαν ἀπῆλθες, ἐστράτευσας, ὡπλίσω πάλιν εἷς ἀντὶ πάντων. ὦ φιλάνθρωπος ζέσις πάσης ἀνάγκης δραστικῆς ὑπερτέρα. ποίαν, στρατηγέ, χειρὸς ἔκτασιν φέρων, ποίαν δὲ μέχρι τῶν νεφῶν εὑρὼν βάσιν σεαυτὸν ἐξέτεινας, ὥστε σε φθάσαι καὶ τὴν πρὸς ἄκρον ὕψ ἠρμένην τύχην τοῦ πυρσολάτρου Χοσρόου κατασπάσαι; ἦ δῆλον ὡς ἡ χεὶρ μὲν ἐκ τῶν ἰκμάδων τῆς εὐσεβείας εὐκόλως ἐτείνετο, πέτρα δέ σοί τις οὐρανῶν ὑπερτέρα ὁ Χριστὸς ἐγγὺς εἰς βάσιν παρίστατο, δι' οὗ τὸν ἐχθρὸν ἐν κακοῖς ἐπηρμένον ἐκ τῶν νεφῶν καθεῖλες ἐν τῷ Ταρτάρῳ. ποίαν παρῆλθες μὴ τεθλιμμένος τρίβον τῆς γῆς ἁπάσης δυσσεβῶς πεφλεγμένης; τὸ πῦρ γὰρ εἰκῇ προσκυνῶν ὁ Χοσρόης οὐκ εἰς τὸ σώζειν εἶχεν, ἀλλ' εἰς τὸ φλέγειν. πῶς οὖν παρῆλθες τὰς ἐρήμους ὡς πόλεις εἰ μὴ δι' αὐτῆς τῆς νοουμένης Πύλης ἐλθὼν ἐδείχθης ἀπλανὴς ὁδοιπόρος; ὦ νῦν ἀληθῆ δεικνύων τὴν πορφύρανπορφύρεται γὰρ εἰς βαφὴν αἰωνίαν ἱδρῶσι τοῖς σοῖς εὐσεβῶς ᾑμαγμένη· μένει δὲ λευκή, καίπερ οὖσα πορφύρα, καὶ τῇ νέᾳ στίλβουσα καλλιεργίᾳ, ὅσον φορεῖται, μειζόνως λαμπρύνεται χαῖρε, στρατηγὲ κοσμικοῦ γενεθλίου· τὸν σὸν γὰρ ἆθλον πᾶσα χώρα καὶ πόλις ἔμπρακτον οἶδε τοῦ βίου γενέθλιον· τὸν πενταπλοῦν εἰς ἄκρον ἤνυσας δρόμον ἱδρῶν, ἐλαύνων, ἀντεγείρων, συντρέχων ἕως καθεῖλες παραβάτην Χοσρόην. κατεπλάγησαν οἱ πρὸ σοῦ διφροστάται ἐν τῇ τοσαύτῃ τοῦ δρόμου παρεκτάσει ὁρῶντες ὑμῶν τοὺς τροχοὺς βεβηκότας, καὶ πᾶς ὁ τῆς γῆς δῆμος ἐκ τῶν τεττάρων ὕμνησε πλευρῶν ἐν θεάτρῳ τοῦ βίου· κοσμοῦσι πάντες σοῦ φανέντος τὴν Πόλιν, ἄνθη δὲ συλλέξαντες ἐψυχωμένα στέφουσιν ὑμᾶς ταῖς προσευχαῖς ὡς ῥόδοις· τὰς κοσμικὰς γὰρ ἐξανοίγει σοι θύρας ὁ τῶν ἀγώνων καὶ βραβεὺς καὶ δεσπότης, δι' ὧν προελθὼν παγγενὴς νικηφόρος ἔχεις ἄχραντον τὴν ἀφ' ὕψους εἰκόνα. οὕτως ἀπλήστως ἐκχυθεὶς πρὸς τοὺς λόγους στέργω δι' ὑμᾶς τὴν καλὴν ἀπληστίαν. τί πρῶτον εἰπών, ποῖα συγγράφων μέσα, τῶν ἐσχάτων σου δράξομαι προοιμίων; ἀντεμπλοκὴ γὰρ συγκροτεῖται καὶ μάχη τῶν σῶν ἀγώνων νῦν ὁμοῦ μεμιγμένων· καὶ μῖξις ὥσπερ γίνεταί μοι καὶ στάσις, ὥσπερ ῥεόντων τῶν ποταμῶν τῶν ὀμβρίων ὁ πόντιος ῥοῦς ἵσταται μεμιγμένος. οὕτω γὰρ ἐκβλύσαντες ἐξ ἑνὸς πόρου τῶν σῶν ἱδρώτων οἱ ποταμοὶ μεμιγμένοι ὠθοῦσι καὶ σφύζουσιν ὥσπερ ἐκ βίας ἄλλος τὸν ἄλλον ἐκδραμεῖν ἠπειγμένοι καὶ ταῖς ἀβύσσοις ἐντεθῆναι τῶν λόγων. καί πού τις αὐτῶν εἴπερ ἐμβριθεστέρῳ τάχει προκύψει πρὸς τὸν ἄλλον, εὐθέως ὁ νοῦς μεταστὰς ἡδέως μερίζεται ὡς ἐξ ἀνάγκης λοιπὸν ἐστενωμένος εἴργειν ἑαυτῷ τὴν φορὰν τῆς ἐξόδου, ἕως ὁ σὸς νοῦς καὶ τὸ πηγαῖον στόμα λύσῃ τὰ πολλὰ τῶν λόγων ἐμφράγματα· ὅμως ἁπλώσας ῥιψοκινδύνῳ θράσει τὸν νοῦν ἐπ' αὐτῶν νήχομαι τῶν πραγμάτων.

Intertext edge

Open linked passage

Note