Heraclias
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georges-pisides" aria-label="More works by Georges Pisides">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1
Ῥώμη, δίκαζε τὴν ἰσόρροπον κρίσιν· πολλῶν στρατηγῶν εὐπορήσασα φράσον ποίῳ δοκεῖ σοι συμβαλεῖν τὸν δεσπότην· μόνος τετάχθω, φησίν, οὐκ ἔχων ἴσον. ἤδη μὲν οὖν ἔσβεστο τῆς τυραννίδος τὸ πῦρ ὁ Φωκᾶς, ἡ καταιγίς, ἡ μέθη, ὁ τῶν καθ' ἡμᾶς συμφορῶν πρωτεργάτης, ἡ τῶν ἐν ὕπνοις φασμάτων τιμωρία, ὁ τὰς καθ' ἡμᾶς αἱματώδεις ἐκχύσεις ἔχειν νομίζων εἰς τρισάθλιον κράτος, τῆς γῆς τὸ κῆτος, τὸ πρόσωπον Γοργόνος. οὐχ εἷλες αὐτόν, ὡς ὁ Περσέως πλάνος, ἀλλ' ἀντιτάξας τῷ φθορεῖ τῶν παρθένων τὸ φρικτὸν εἶδος τῆς ἀχράντου Παρθένου· αὐτῆς γὰρ εἶχες τὴν βοηθὸν εἰκόνα ὅτε προσῆλθες τῇ βορᾷ τοῦ θηρίου· καθεῖλες αὐτόν, οὐ κρεμασθεῖσαν κόρην μίαν σεσωκώς, ἀλλὰ τὰς πόλεις ὅλας. τοιοῦτον οὐκ ἦν, κἂν γενέσθαι τις λέγῃ, τὸ πρὶν φονευθὲν κῆτος ἐξ Ἡρακλέους, οἷον καθεῖλεν Ἡρακλῆς ὁ δεσπότης κῆτος τύραννον, οὐ μίαν φθεῖρον πόλιν, ἀλλ' ἐκθέριζον τὴν πολιτείαν ὅλην. πλὴν μισθὸς ὑμῖν ἐστιν εὐτρεπισμένος, οὐ μισθὸς ἵππων τῆς φθορᾶς ἀνωτέρων· μῦθος γὰρ οὗτος καὶ κεχρωσμένος ψόφος, εἰ μή τις, ὡς σύ, γνωστικοὺς ἔχων τόνους ἀλληγορήσει τὴν σπορὰν τῶν ἀρσένων ἄφθαρτον εἶναι τῇ μεταδόσει τοῦ γένους ἄλλου μετ' ἄλλον ζωπυρούντων τὴν φύσιν. οὐχ οὗτος ὑμῖν, μηδὲ τοιοῦτον λάβοις μισθὸν δι' ἡμᾶς, ἀλλ' ὀχήματος τύχοις ζωῆς τρεχούσης εἰς ὁδοὺς ἀφθαρσίας. ἐπεὶ δὲ λοιπὸν καὶ τὰ τοῦ δήμου θράση συνεκτραφέντα τοῦ τυράννου τῇ μέθῃ ἔνοικον εἶχε τῶν μελῶν ἀταξίαν, σχεδὸν δὲ πάντας τοὺς πολίτας ἡ Πόλις πεφυρμένους ὤδινε Κενταύρου δίκην τετμημένοι γὰρ καὶ κακῶς μεμιγμένοι πρὸς τὰς ἑαυτῶν ἠσχολοῦντο συγχύσεις, ἰατρὸς ἐλθὼν κυρίως Γαλήνιος καὶ τὰς ἀτάκτους ψηλαφῶν ἀρτηρίας σφύζουσαν αὐτὸς οὐ παρεῖδες τὴν νόσον, καὶ τμητικῇ μὲν οὐδαμῶς διαιρέσει οὐδ' αὖ γε τοῖς στύφουσιν ἐχρήσω τόνοις, μαλακτικῷ δὲ καὶ λαλοῦντι φαρμάκῳ ἔπεισας αὐτοὺς ἐκ μόνης εὐταξίας τὸ θηριῶδες τοῦτο μὴ νοσεῖν πάθος, ἄνω δὲ μᾶλλον τὴν λογικὴν ἔχειν φύσιν, κάτω δὲ ῥῖψαι καὶ καλῶς ἐκλακτίσαι τὸ κτηνόμορφον τῆς ἀταξίας τέρας, μή πως παρατραπεῖσα τῆς τετριμμένης ἡ φατνιῶσα τῶν φρενῶν ἀταξία τὸν νοῦν ἑαυτῇ συμπλανώμενον λάβῃ. οὕτως ἄριστα τοὺς διεστῶτας τρόπους τῶν δημαγωγῶν συμβιβάζεις ταγμάτων καὶ σύνθετόν τι ζῶον ἐξ ἐναντίων συνθεὶς λογισμῶν εἰς ἕνωσιν ἥρμοσας καὶ τοὺς ἀποσκιρτῶντας ἀλλήλων τρόπους εἰς ἓν συνῆψας καὶ κατώρθωσας μόνος ὃ μὴ κατορθοῦν εὐπόρησεν ἡ φύσις. τούτῳ θέλοντες τῷ μεγίστῳ πράγματι μνήμην συνάψαι συμφερόντως ἡ Πόλις γράφουσιν ὑμῖν τὴν κάτωθεν εἰκόνα, εἰ τὴν ἄνω γὰρ ἄλλον εἶχες ζωγράφον. ἐπεὶ δὲ πάντας, οἰκοδεσπότου δίκην, τοὺς ἔνδον ἡμῶν ἐξεχέρσωσας τόπους καὶ τὰς ἐνοίκους τῶν παθημάτων φλέβας τῷ σῷ κενώσας εὐσεβεῖ καθαρσίῳ τῆς ἔνδον ὠμότητος εἶρξας τὴν βλάβην, ἐκτὸς δὲ λοιπὸν καὶ τὰ τῆς Θρᾴκης νέφη χειμῶνας ἡμῖν ἐξανέστησεν μάχης, καὶ πῇ μὲν ἡ Χάρυβδις ἡ Σκυθοτρόφος σιγᾶν δοκοῦσα λῃστρικῶς ὡδοστάτει, πῇ δ' αὖ συνεκθέοντες οἱ Σκλάβοι λύκοι τῇ γῇ συνῆπτον τῆς θαλάττης τὸν σάλον, καὶ τοῖς παρ' αὐτῶν αἵμασιν πεφυρμένος ὁ ῥοῦς ἐρυθρὸς ἐκ βίας ἐγίνετο, κἀκεῖθεν ὥσπερ ἀντερίζουσα πλέον ἀντιπρόσωπος ἡ δυσάντητος θέα τῆς Γοργόνος προσῆκτο τῆς τοῦ Περσέως· καὶ πᾶς ὁ κόσμος ἦν ὁμοῦ πεφυρμένος. σὲ δὲ στρατηγεῖν ἦν ἀνάγκη τῆς μάχης· τυχὸν μὲν ἄλλος ἐν τοσαύτῃ συγχύσει οὐκ ἂν κυβερνᾶν ῥᾳδίως ἠνέσχετο, ὑμῖν δὲ δόξαν ὥστε πᾶν τὸ φορτίον, εἴπερ δυνηθῇς, ἀντὶ πάντων βαστάσαι, ἀπηγόρευσας τῶν σεαυτοῦ φροντίδων καὶ σὰς ἐποίου τὰς ἁπάντων φροντίδας. καὶ πολλάκις τὸ τόξον ἐντεῖναι θέλων βαλεῖν τε τὴν Χάρυβδιν εἰς τὴν Γοργόνα τὴν πετροποιὸν τῶν θεατῶν εἰκόνα, στραφεὶς ἐπέσχες τὴν βολὴν ἠπειγμένην· καὶ δὴ κατ' αὐτῆς ἀντιβάλλοντας βέλος ἀνθεῖλκον ὑμᾶς οἱ φιλάρπαγες λύκοι· χρόνῳ δὲ μικρῷ συγκροτῶν ἐκαρτέρεις μίαν κατ' αὐτῶν τριπλοκίνδυνον μάχην. ἐπεὶ δὲ ταῦτα τῆς ἀνάγκης τὰ ξίφη κοιναῖς καθ' ἡμῶν προσβολαῖς τεθηγμένα ταῖς σαῖς μερίμναις ἐν βραχεῖ διῃρέθη, χειμὼν δὲ λοιπὸν οὐ μόνον τῶν πραγμάτων, καὶ τῆς φορᾶς δὲ τοῦ χρόνου κατεκράτει· ἐν ᾧ μάλιστα ταῖς μερίμναις εἰσόδους τῆς νυκτὸς ὠδίνουσιν αἱ παρεκτάσεις, γνώμης ἐγίνου τὰς ἀπ' ἄκρων ἡλίου, ὡς ἦν ἐφικτόν, ἐκτεμεῖν περιστάσεις· πηγὴν γὰρ ᾔδεις τῶν κακῶν τὴν Περσίδα. καὶ δὴ τὸ πρᾶγμα σχηματίζων ἐπλάσω σαυτὸν παρασχεῖν τοῖς πρὸ ἄστεος τόποις οὐχ ὥς τι τερπνόνκαὶ μάλιστα τοῦ χρόνου χειμῶνος ὄντος εὐπορεῖν εἰθισμένοις, ἀλλ' ὥστε τοῖς σοῖς μηδαμῶς βουλεύμασι τὰ τῶν πολιτῶν συμπλέκεσθαι πράγματα, μηδ' αὖ γενέσθαι βλαπτικοῖς κατασκόποις ἔκδηλα τῶν σῶν σκεμμάτων τὰ δόγματα· καλύπτεται γὰρ ὡς νέφει κατάσκοπος ὄχλῳ παρεισδὺς καὶ δυσεύρετος μένει. ἐκεῖσε γοῦν, κράτιστε, συλλέγων ὅλον τὸν νοῦν σεαυτοῦ καὶ σχολῇ σοφῇ τρέφων πάσας ἀνέγνως διατάξεις τῶν νόμων τὰς ἐξ ὅπλων καὶ πραγμάτων ὡρισμένας. ἀλλ' ἦν τὰ κρυπτὰ τοῦ σκοποῦ σου δόγματα λόγων ἀφορμαὶ τοῖς λαλεῖν εἰθισμένοις, παρ' οἷς ὀλισθήσασα τῆς ἔσω θύρας ἡ γλῶττα φεύγει καὶ βοᾷ πλανωμένως· ὅμως συνεῖδες ταῦτα συγγνώμην ἔχειν. ἔδοξε γάρ πως ἐξ ἀνάγκης εὐλόγου τοῦ πρὸς σὲ φίλτρου δυσφορεῖν ἡ κοινότης, οὐκ ἐκ φθόνου τὴν γλῶτταν ἠρεθισμένοι τοῖς βασκάνοις γὰρ οὐ φθονοῦνται φροντίδες, ἀλλ' οὐ στέγοντες τὴν ἀπουσίαν βλέπειν, κἂν πολλάκις τύχωσιν ὠφελημένοι. ἐνταῦθα τὸν πρὶν Ἠλίαν μιμούμενος καὶ ταῖς ἐρήμοις ἐμβατεύων ἐτρέφου οὐ βρῶσιν, ὡς ἔδειξας, ἀλλὰ φροντίδας· οὐκ ἦν γὰρ ἔργον πολεμικῶν συνταγμάτων ὃ μὴ μετῆλθες τῇ σχολῇ τῶν σκεμμάτων, τυπῶν, προτάττων, εὐτρεπίζων, προγράφων καὶ σχηματουργῶν τῆς μάχης τὰς εἰκόνας ἄλλοις, σεαυτῷ, τῷ στρατῷ, τοῖς ἔθνεσιν, ὡς ἄν τις εἴπῃ περιλαβὼν ἐν συντόμῳ πρὸ τῶν ἀγώνων τοὺς ἀγῶνας συλλέγων καὶ τὴν μάχην δρῶν ἐντελῶς πρὸ τῆς μάχης. ἄλλοι μὲν οὖν γράψουσιν, οἷς δοκεῖ φίλον, ὄρη, φάραγγας καὶ στενὰς διεξόδους καὶ τὰς πετρώδεις ἐξοχὰς καὶ δυσβάτους δι' ὧν παρῆλθες ὡς πνοὴ ταχυδρόμος, ὡς οὔτε πέτραις ἐκ βελῶν ἀφιγμέναις ἔνεστι βάλλειν, οὔτε μὴν ὀρύγμασι τὴν γῆν ὑπογλύφοντας ἑλκύσαι κάτω, ἀλλ' εἰσὶ τείχη τοῖς ἐναντίοις ὄρη τὰς κλεῖς ἔχοντα τῆς ὁδοῦ πεφραγμένης. ἐβουλόμην δέ, καίπερ ὢν βραδυγράφος, τὴν συλλογήν σου τῶν στρατευμάτων γράφειν τὴν εἰς ἅπαν γῆς ἐσκεδασμένην μέρος, βουλαῖς δὲ ταῖς σαῖς ἐν βραχεῖ συνηγμένην· οἱ σοὶ γὰρ αὐτοὺς ἦγον ἑλκτικοὶ λόγοι, ὡς εἴ τις ἄλλος ἐκ μιᾶς ὑδραργύρου σύρει τὰ χρυσᾶ συλλέγων σπαράγματα. πλὴν ταῦτα σιγῶ καὶ τὸν Εὐφράτου πόρον, δι' οὗ τρέχων παρῆλθες Εὐφράτου πλέον, τὴν δραστικήν τε καὶ μετ' ἔργων ἐμπόνων ὡς ἐν παρέργῳ συμφορὰν τοῦ Δούβιος, εἴγε προσήκει συμφορᾷ παρεικάσαι τὴν εὐσεβοῦντι δεσπότῃ πορθουμένην ἢ δυσσεβοῦντι Χοσρόῃ σεσωσμένην. ἤδη πρόσειμι τῇ Δαραρτάσει πόλει ταύτην δέ φασι Περσικῶν ὁρισμάτων εἶναι βορείαν, τὴν δὲ πρὸς Νότον θέσιν ὅσον πρὸς ἡμᾶς ἀντικειμένως ἔχειν, καὶ τὸν κατ' αὐτῆς ἐν βραχεῖ παραδρόμῳ καμπτῆρα τῷ τρέχοντι μορφώσω λόγῳ. τὸν Ἀρτασὴρ γάρ, δοῦλον ὄντα τὴν τύχην, τυραννικῷ λέγουσι καὶ θρασεῖ ξίφει Πάρθους ἀποστήσαντα τοῦ τότε κράτους εἰς αἰχμάλωτον ὅνπερ ἥρπασε θρόνον ἀντενθρονίζειν ἐν κακοῖς τὴν Περσίδα. χρόνους δὲ συλλέγουσιν, ὥς φασιν, δέκα σὺν ἓξ διαδραμόντας ἑξηκοντάσιν ἐν οἷς τὸ πικρὸν τοῦδε τοῦ σπόρου γένος ἐξ αἱμάτων ὤδινεν αἱμάτων γόνον· ἐν γὰρ τοσαύτῃ τοῦ χρόνου παρεκτάσει ἐναλλαγὴν οὐκ ἔσχε τῆς μιαιφόνου σειρᾶς ἐκείνης ἡ δυσέκλυτος δέσις, ἀλλ' ἐκ τέκνων εἰς τέκνα συμμετεπλάκη ὁ δεσμὸς οὗτος ἐν σφαγαῖς πεφυρμένος, καὶ πᾶς παρ' αὐτοῖς δυσμενὴς βροτοκτόνος ἔσπειρε τέκνον εἰς γονὴν πατροκτόνον, κἀκεῖνος αὖθις ὡς ἐχίδνης οὐσίαν τὸν κλῆρον ἀντέπεμψεν εἰς τοὺς ἐκγόνους· καὶ ῥοῦς ἐχεῖτο τοὺς φόνους ἐπιρρέων ἕως πλατυνθεὶς εἰς ἀμέτρητον χύσιν ἕστηκεν ἐνθεὶς εἰς βυθὸν τὸν Χοσρόην. ἔδει γάρ, οἶμαι, τῆς Ἰωκάστης τὸν βίον ζηλοῦντας αὐτοὺς τῷ παραλλήλῳ φθόνῳ πρὸς τὰς ὁμοίας συμφορὰς ἀνατρέχειν. ἐκεῖνος οὖν ἔκτιζε τήνδε τὴν πόλιν εἰς πύργον ἄκρον, εἰς ἀπόρθητον τόπον, εἰς τεῖχος, ὡς ἔδειξε, τῆς ἁμαρτίας· ἐκεῖ γὰρ εἶχε Χοσρόης καὶ τοὺς μάγους καὶ τοὺς ἑαυτοῦ προστάτας τοὺς ἄνθρακας, δεινῇ κρατηθεὶς εἰκότως ὑποψίᾳ μὴ τοὺς σεβαστοὺς αἰχμαλώτους ἁρπάσῃς. ἀλλ' αὐτὸς ἐλθὼν ὥσπερ ἀστραπῆς τάχος καὶ πλαστὸν αὐτοῖς σχηματουργήσας φόνον φόνον γὰρ αὐτὸς οὐδὲ βαρβάρων θέλεις, εἰ μὴ καθ' αὑτῶν ἐκσπάσοιντο τὰ ξίφη, στήσας τε πολλὰς μηχανὰς τῶν ὀργάνων, κριούς, χελώνας, πετροπομποὺς σφενδόνας φράξας τε τὴν φάλαγγα καὶ τείχει νέῳ τὸ τεῖχος αὐτῶν ἐμπερικλείσας ὅλον ἅπαντας ἔνδον εἷλες ἐκ μόνου φόβου. πρῶτον μὲν οὖν, κράτιστε, τῶν σκύλων ὅλων ἀπηνθράκωσας τοὺς θεοὺς τῆς Περσίδος, δεκτὰς ἀπαρχὰς τῷ Θεῷ σου προσφέρων τὰ τῶν προπάππων Χοσρόου κειμήλια· σβεννὺς γὰρ αὐτοὺς ἔφλεγες τὸν Χοσρόην, οὐχ ὥσπερ ἐχθρὸς τοῦ πυρὸς τῆς οὐσίας ὅλος γὰρ εἶ πῦρ τῷ Θεῷ συνημμένος, ἀλλ' ὡς ἐλευθέραν τε καὶ σεσωσμένην θέλων προσάξαι τῷ Θεῷ καὶ τὴν κτίσιν. ἀπηλλάγη γὰρ καὶ τὸ πῦρ μολυσμάτων τῇ προσκυνήσει μᾶλλον ἐξυβρισμένον, ἔχει δὲ τιμὴν τὴν καλὴν ἀτιμίαν, τῇ σῇ καθαρθὲν εὐσεβεῖ καθαιρέσει καὶ συμφερόντως δυστυχεῖν ἠνέσχετο καλῶς τεφρωθὲν ἢ κακῶς ἀνημμένον. οὕτως ἐκεῖνο πᾶν τὸ πῦρ κατασβέσας ἀφῆκας οὐδέν, πλὴν ὅσον λαλεῖν ἔδει, σπινθῆρα μικρὸν εἰς τὸ φλέξαι Χοσρόην.