Annales
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
11.1
Περιεγένετο δὲ καὶ ὁ βασιλεὺς Θεόδωρος καὶ τοῦ τῆς Παφλαγονίας κρατοῦντος Δαυίδ, καὶ Ἡράκλειαν παρ εστήσατο καὶ Ἄμαστριν καὶ τὴν πᾶσαν πέριξ χώραν καὶ τὰ πολίχνια. πάλιν δέ μοι τὰ τῆς ἱστορίας βούλεται τὰ ἐν τῇ ἑσπέρᾳ ξυμβάντα συγγράψασθαι. ἵνα δέ μοι ἡ ἱστορία τοῖς πᾶσιν εὔγνωστος εἴη, δέον ὀλίγ' ἄττα προεξειπεῖν. τοῦ βασι λέως Ἰσαακίου τῆς Κωνσταντίνου κατάρχοντος, καὶ τῆς γαμετῆς θανούσης αὐτοῦ, ἠγάγετο εἰς γυναῖκα τὴν ἣν προειρήκειν ἐξ Οὐγγρίας ὡρμημένην, θυγατέραν οὖσαν τοῦ τῶν Οὔγγρων ἄρχοντος. ἐπεὶ δὲ ἔμελλε τὸν γάμον ποιεῖν καὶ ὑπῆρχεν οὗτος βασιλικός, ἀξιόλογα ἔδει γενέσθαι τού του καὶ τὰ ἀναλώματα. ἐντεῦθεν ἐξ ἁπάσης τῆς Ῥωμαίων ἐπαρχίας πρόβατά τε καὶ χοῖροι καὶ βόες συνήγοντο. ἐπεὶ δὲ πλείω τῶν ἄλλων ἡ Βουλγάρων τρέφει ταῦτα, καὶ πλείω παρὰ ταύτης ἀπῃτοῦντο. τὸ δὲ Βουλγάρων φῦλον ἔκσπον δον μὲν τὰ πρῶτα Ῥωμαίοις τελοῦν καὶ πολλῶν πολέμων πρόξενον γεγονὸς αὐτοῖς ἀνδραποδισμῶν τε καὶ ἁλώσεων πόλεων καὶ μυρίων ἄλλων δεινῶν, καὶ ταῦτα ἐν πολλοῖς τοῖς ἔτεσιν, ὕστατα παρὰ τοῦ βασιλέως Βασιλείου χειροῦνται, ὃν διὰ ταῦτα Βουλγαροκτόνον ἡ φήμη ἐκάλεσε. μέχρι γοῦν τοῦ βασιλέως Ἰσαακίου ὑπόφορον τὸ γένος ἐτέλει Ῥωμαίοις, διὰ δὲ τὴν τοιαύτην πρόφασιν μεμελέτηκεν ἀνταρσίαν. καὶ ἀνίσταταί τις Ἀσὰν τοὔνομα καὶ βασιλεύει τῆς χώρας, ἅπαντα τὰ ἐντὸς τοῦ Αἵμου μέχρι καὶ τοῦ Ἴστρου ὑφ' ἑαυτὸν ποιησάμενος. ἐκ τούτου οὐκ ὀλίγα πράγματα Ῥω μαίοις ξυνέβη. ἔχοντες γὰρ οἱ Βούλγαροι τὸ Σκυθικὸν ξύμμαχον πολλὰ ἐποίουν τῇ Ῥωμαίων δεινά. τῷ τοι καὶ ὁ βασιλεὺς ἀγανακτήσας Ἰσαάκιος, τὸ τῶν Ῥωμαίων ἅπαν συναγαγὼν στράτευμα, κατ' αὐτῶν ἐχώρει. τὴν γοῦν παρ άλιον παριὼν καὶ διὰ τῆς Μεσημβρίας πόλεως τὴν δίοδον ποιησάμενος ἔσω τοῦ Αἵμου γίνεται. ὁ δὲ Ἀσὰν μετὰ τοῦ ὑπ' αὐτὸν στρατεύματος ἐντὸς τοῦ πολιχνίου οὗ δὴ τοὔνομα Στρίναβος εἰσέρχεται. ἔνθα καὶ τὰς σκηνὰς ποιησάμενος ὁ βασιλεὺς Ἰσαάκιος τοὺς Βουλγάρους ἐπολιόρκει, καταστρατη γεῖται δὲ παρ' αὐτῶν. τῶν τις γὰρ Βουλγάρων προσωπεῖον ὑπενδὺς φυγάδος ἀφικνεῖται πρὸς τὸν βασιλέα καὶ μηνύει αὐτῷ Σκυθῶν ἔφοδον, ὁ δὲ βασιλεὺς τῷ λόγῳ θροηθεὶς καὶ ταῦτα τὴν ἐπιοῦσαν τὸ πολίχνιον χειρώσασθαι μέλλων, ἀπανίσταται τοῦ τόπου. οὐκ ἐξῆλθεν οὖν τὴν ἣν ἐπῆλθεν ὁδόν, ἀλλ' ἐξαπατηθεὶς ὑπὸ τοῦ Βουλγάρου τὴν ταχυτέραν τάχα διεξιέναι βεβούλευται. ἐπεισπίπτουσιν οὖν αὐτῷ διερ χομένῳ οἱ Βούλγαροι ἐπί τινι στενωπῷ γενομένῳ, καὶ κατα λύουσι τὸ ὑπ' αὐτὸν ἅπαν στράτευμα καὶ σκυλεύουσι πᾶσαν τὴν τῆς στρατιᾶς ἀποσκευήν, ἀλλὰ δὴ καὶ τὴν τοῦ βασι λέως αὐτοῦ. πίπτουσι δὲ πολλοὶ τῶν Ῥωμαίων, οἱ δὲ δια σωθέντες μετὰ τοῦ βασιλέως γυμνοί τε ἦσαν καὶ ὀλίγοι πάνυ. ἐντεῦθεν ἐφυσιώθη τὸ τῶν Βουλγάρων γένος, λείαν πολλὴν ἐκ τῶν Ῥωμαίων κερδῆσαν, ἀλλὰ δὴ καὶ ἐκ τῶν βασιλικῶν παρασήμων τὰ τιμιώτερα. τάς τε γὰρ τοῦ βασιλέως πυρα μίδας ἀνελάβοντο καὶ φιάλας τῶν ἐπισήμων καὶ χρῆμα εἰς πλῆθος καὶ αὐτὸν δὴ τὸν βασιλικὸν σταυρόν· τῶν τινος γὰρ αὐτὸν ἱερέων ῥίψαντος μετὰ μικρὸν ἐφεῦρον ἐν τῷ πο ταμῷ, ἐκ χρυσοῦ μὲν κατεσκευασμένον, φέροντα δὲ μέσον ἐκ τοῦ ἁγίου ξύλου, ἐν ᾧπερ ὁ δεσπότης προσηλώθη Χρι στός, εἰς σταυροῦ σχῆμα τετυπωμένον, θήκας δὲ σμικρὰς παμπόλλας ἔχοντα, ἐν οἷς λείψανα πρόσεστι τῶν περιφα νεστέρων μαρτύρων τῆς θεομήτορός τε τὸ γάλα καὶ μέρος τι τῆς ζώνης αὐτῆς καὶ ἄλλα πλεῖστα, ὁπόσα τῶν εὐαγῶν καθειστήκει. ὁ μὲν οὖν βασιλεὺς Ἰσαάκιος εἰς τὴν Κων σταντίνου οἷον φυγὰς ᾤχετο.