Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Georgius AcropolitaAnna 12 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
12.1
Ἐντεῦθεν οὐκ ὀλίγα πράγματα τοῖς Ῥωμαίοις ἐκ Βουλγάρων ὑπῆρχεν. ἀλλὰ καὶ τοῦ βασιλέως Ἰσαακίου ὑπὸ τοῦ ἀδελφοῦ αὐτοῦ Ἀλεξίου τυφλωθέντος καὶ αὐτοῦ δὲ τῶν Ῥωμαϊκῶν σκήπτρων ἐπειλημμένου, πόλεμοι πάμπολλοι τοῖς Ῥωμαίοις παρὰ τῶν Βουλγάρων ἐγένοντο περὶ τὰ μέρη τῆς Φιλιππουπόλεως καὶ Βερόης, ἔνθα καὶ ὁ πρωτοστράτωρ Καμμύτζης ὑπὸ Βουλγάρων ἑάλω μαχόμενος, τοῦ ἀδελφοῦ τοῦ Ἀσὰν Ἰωάννου τότε κατάρχοντος. ὁ γὰρ δηλωθεὶς Ἀσὰνδύο ἔσχεν ἀδελφούς, ὧν ὁ μὲν Πέτρος ἐκαλεῖτο, ὁ δὲ Ἰωάν νης. καὶ τὸν μὲν Ἰωάννην εἶχε μεθ' ἑαυτοῦ, τὸν δὲ Πέ τρον τμῆμά τι κόψας τῆς ἑαυτοῦ ἐπαρχίας ἄρχειν ἐκείνου διεκελεύσατο· ἥ τε γὰρ μεγάλη Περσθλάβα καὶ ἡ Προβάτους καὶ τὰ περὶ αὐτὰ τῷ Πέτρῳ παρὰ τοῦ ἀδελφοῦ αὐτοῦ Ἀσὰν ὡς οἰκεῖος κλῆρος δεδώρηται, ὅθεν καὶ μέχρι τοῦ νῦν τὰ τοιαῦτα τοῦ Πέτρου ὀνομάζεται Χώρα. ἐννέα γοῦν ἐνιαυ τοὺς διανύσας ὁ Ἀσὰν βασιλικῶς κατάρχων τοῦ Βουλγαρι κοῦ γένους φονεύεται παρὰ τοῦ πρωτεξαδέλφου αὐτοῦ Ἰβαγγοῦ, ὃς καὶ παραυτίκα ἀπέδρα· βασιλεύει δὲ τοῦ γένους ὁ ἀδελφὸς αὐτοῦ Ἰωάννης, μὴ θελησάντων τῶν Βουλγάρων τὸν Πέτρον εἰς βασιλείαν ἀναγαγεῖν. καὶ ὁ τοῦ Ἀσὰν δὲ υἱὸς Ἰωάννης ἔτι ἀφῆλιξ ὑπῆρχεν.

Intertext edge

Open linked passage

Note