Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Georgius AcropolitaAnna 14 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
14.1
Ὁ δὲ Μιχαήλ, ὃν ἱστορήσας ὁ λόγος πέφθακε τῆς Ἠπείρου κατάρξαι καί τινος μέρους τῆς χώρας Ῥωμαίων, τρεῖς κασιγνήτους ἐκέκτητο, τὸν Κωνσταντῖνον, τὸν Θεόδω ρον καὶ τὸν Μανουήλ. ὧν ὁ μὲν Θεόδωρος τῷ βασιλεῖ Ῥωμαίων συνῆν Θεοδώρῳ τῷ Λάσκαρι, ὑπηρετῶν αὐτῷ ὡς καὶ οἱ λοιποὶ τῶν Ῥωμαίων. διὰ τοῦτο παρακαλεῖ τὸν βασιλέα Θεόδωρον ὁ Μιχαήλ, ἵνα τοῦτον πρὸς αὐτὸν ἐκπέμψῃ διὰ τὸ μὴ ἔχειν ἔτι παῖδα εἰς ἥβην ἐλθόντα, ἀλλ' οὐδὲ γνήσιον– ὁ γὰρ αὐτῷ γεννηθεὶς Μιχαὴλ ἐκ παλλακῆς ἐκείνῳ γεγένηται, περὶ οὗ ἐροῦμεν ἐν τοῖς μετέπειτα– καὶ τοῦ θανάτου δὲ δεδιέναι τὸ ἄωρον· τοὺς γὰρ λοιποὺς τῶν ἀδελφῶν ἀφυεῖς ἐγίνωσκεν εἰς ἀρχήν. τοῦτον δὲ τὸν Θεόδωρον ὁ βασιλεὺς ἐκπέμπει τῷ ἀδελφῷ Μιχαήλ, ὅρκοις πρῶτον ἐμπεδωσάμενος πίστιν δουλείας εἰς τοῦτον φυλάττειν καὶ εἰς τοὺς μετ' αὐτὸν τῶν Ῥωμαίων κατάρξοντας. ὃς καὶ ἀφικόμενος συνῆν τῷ ἀδελφῷ Μιχαήλ. μετ' οὐ πολὺ δὲ φονεύεται παρά του τῶν ὑπηρετῶν ὁ Μιχαὴλ νύκτωρ ἐπὶ τῆς κλίνης συγκαθεύδων τῇ γυναικί· Ῥωμαῖος δὲ ἦν τῷ φονευτῇ τοὔνομα. ἐπιλαμβάνεται γοῦν τῆς ἐξουσίας ἐκείνου ὁ ἀδελφὸς Θεόδωρος, ἔχων καὶ τοὺς ἀδελφοὺς Κωνσταντῖνον καὶ Μανουήλ. ἄρξαι δὲ βουληθεὶς πάνυ γε ἐπηύξησε τὴν αὐτοῦ ἀρχήν· ἔκ τε γὰρ τῶν Ἰταλῶν οὐκ ὀλίγην χώραν ἐκτήσατο κἀκ τῶν Βουλγάρων πολλήν· τήν τε γὰρ Θεσσαλίαν ὑφ' ἑαυτὸν ἐποιήσατο, Ἀχρίδα τε καὶ Πρίλαπον, Ἄλβανόν τε καὶ αὐτὸ τὸ Δυρράχιον· ἔνθα καὶ Πέτρον μετὰ μεγίστης στρατιᾶς ἐξ Ἰταλίας ὁρμώμενον καὶ ὡς πρὸς τὴν Κωνσταντίνου πεποιημένον τὴν δίοδον, ἀνηγορευμένον πρὸς τοῦ πάπα καὶ βασιλέα, αὐτοῦ που γεγενημένον προχειρωσάμενόν τε καὶ αὐτὸ τὸ Δυρράχιον γενναίως κατετροπώσατο. ὁ μὲν οὖν ῥηθεὶς Πέτρος γαμβρὸς ὑπῆρχεν ἐπ' ἀδελφῇ τοῦ πρώτως βασιλεύσαντος ἐκ τοῦ Λατίνων μέρους Βαλδουΐνου καὶ τοῦ μετ' αὐτὸν Ἐρῆ, ἐκαλεῖτο δὲ ἡ αὐτῶν ἀδελφὴ Ἰολεντία, ἐξ ἧς παῖδες τῷ Πέτρῳ γεγένηνται τρεῖς, ὅ τε Φίλιππος, ὁ Ῥομπέρτος καὶ ὁ Βαλ δουῖνος, ὧν ὁ μὲν Ῥομπέρτος καὶ ὁ Βαλδουῖνος τῆς Κων σταντίνου βεβασιλεύκασι, τοῦ πρώτου αὐτῶν ἀδελφοῦ τοῦ Φιλίππου τῷ ἀδελφῷ Ῥομπέρτῳ τῆς βασιλείας παραχωρήσαν τος. ὑπῆρχον δέ σφισι καὶ ἀδελφαί, ὧν μία Μαρία ἦν, ᾗ συνεζύγη ὁ βασιλεὺς Θεόδωρος. ὁ μὲν οὖν δηλωθεὶς Θεόδωρος, καθὼς εἰρήκειν, τὸ οἰκεῖον παραλαβὼν στράτευμα ἀντιτάττεται τῷ Πέτρῳ, μικρὸν ὑπερπηδήσαντι τὸ Δυρράχιον καὶ ἐν ταῖς τοῦ Ἀλβάνου δυσχωρίαις γεγενημένῳ. νικῶσι γοῦν κατὰ κράτος οἱ τοῦ Κομνηνοῦ Θεοδώρου τὸ τῶν Λατίνων στράτευμα, ὡς πάντας ἄρδην δεσμώτας ποιῆσαι σὺν πᾶσι σκεύεσι, καὶ αὐτὸν δὲ τὸν βασιλέα Πέτρον ἔργον μαχαί ρας γενέσθαι. τοῦτο δὴ τότε μέγα Ῥωμαίοις ἐγεγόνει βοήθημα.

Intertext edge

Open linked passage

Note