Annales
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
16.1
Ὁ δ' εἰρημένος Ἐρῆς, εἰ καὶ Φράγγος τὸ γένος ἐτύγχανεν, ἀλλ' οὖν τοῖς Ῥωμαίοις καὶ ἰθαγενέσι τῆς Κων σταντίνου ἱλαρώτερον προσεφέρετο, καὶ πολλοὺς εἶχε τοὺς μὲν τοῖς μεγάλοις τούτου συντεταγμένους, τοὺς δὲ τοῖς στρα τιώταις, τὸ δὲ κοινὸν πλῆθος ὡς οἰκεῖον περιεῖπε λαόν. καὶ γὰρ περιγενόμενος τῶν Ῥωμαϊκῶν ἄστεων Λεντιανῶν τε καὶ Ποιμανηνοῦ καὶ ἄνδρας τὸν Ἄρην πνέοντας καὶ ἔργα ψυχῆς γενναίας ἐνδειξαμένους ὡς ἕρμαιόν τι ἐδέξατο ἐφευρών. ἐν γὰρ τῷ τῶν Λεντιανῶν ἄστει οὐ μόνον σπάνις ὕδατος τοὺς φυλάττοντας ἐξέκαυσεν, οὐδ' ὅτι καὶ ὁ λιμὸς καὶ σκύτη φαγεῖν αὐτοὺς κατηνάγκασε τὰ ἀπὸ τῶν ἀσπίδων καὶ ἐφεστρί δων αὐτῶν, ἀλλὰ καὶ τεῖχος οὐ μικροδιάστατον ταῖς ἑλε πόλεσι καταπεσὸν μετὰ μεγίστης πυρκαϊᾶς τεσσαράκοντα ἡμέρας ἐφύλασσον τοῦτο, ἀμοιβαδὸν τῇ πυρκαϊᾷ προσεπισω ρεύοντες ξύλα. κρατηθέντος γοῦν τοῦ ἄστεος οὐδεὶς ἐξ αὐτῶν ἀπολέλυται εἰ μὴ μόνος ὁ τοῦ βασιλέως αὐτάδελφος καὶ ὁ εἰς ἡγεμόνα τοῦ στρατεύματος τεταγμένος Δερμοκαΐ της καὶ ὁ Παλαιολόγος Ἀνδρόνικος, ὅν, ὡς ὁ λόγος δηλῶσαι πέφθακε, καὶ εἰς τὴν θυγατέρα αὐτοῦ Εἰρήνην γαμβρὸν ὁ βασιλεὺς προσελάβετο. πάντας δὲ τοὺς ἄλλους ὁ Ἐρῆς συλλεξάμενος καὶ κατὰ ἴλας συντάξας καὶ ὁμογενεῖς αὐτοῖς παραδοὺς ἡγεμόνας, ὑπερέχειν δὲ πάντων τὸν Θεοφιλόπου λον Γεώργιον παρακελεύσας, τὴν τῶν ἀνατολικῶν μερῶν αὐτοῖς φυλακὴν ἐνεπίστευσε.