Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Georgius AcropolitaAnna 17 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
17.1
Τουτουῒ δὲ τοῦ Ἐρῆ τῆς Κωνσταντίνου κατάρχον τος, ἀπεστάλη παρὰ τοῦ πάπα πρὸς τὴν βασιλίδα τῶν πόλεων ἀρχιερεύς, ὃν καὶ λεγάτον αὐτοί φασι, τοὔνομα Πελάγιος, ἅπαντα τὰ προνόμια τοῦ πάπα φέρων· ἐρυθροβαφῆ καὶ γὰρ ὑπεδέδετο πέδιλα, ἐκ τῆς αὐτῆς δὲ χροιᾶς καὶ τὰ ἐνδύματα εἶχε, καὶ ἡ ἐφεστρὶς δὲ τοῦ ἵππου καὶ τὰ χαλινὰ τῷ τοιούτῳ ἐβάπτοντο χρώματι. ἤθους δὲ τυχὼν ἀγριωτέρου καὶ ἀλα ζονείᾳ χρώμενος πολλὰ δεινὰ ἐνεδείξατο ἐν τοῖς τῆς Κων σταντίνου οἰκήτορσι. καὶ ἡ σκῆψις ὡς εὔλογος· ἠνάγκαζε γὰρ τοὺς πάντας τῇ τῆς πρεσβυτέρας Ῥώμης ὑποκύψαι ὑποταγῇ. ἐντεῦθεν καθείργνυντο μοναχοί, ἱερεῖς ἐδεσμοῦντο καὶ ναὸς ἅπας ἐκέκλειστο. καὶ ἦν ἐν αὐτῷ δυοῖν θάτερον, ἢ ὁμολογῆσαι τὸν πάπαν πρῶτον ἀρχιερέα καὶ τούτου τὴν μνήμην ἐν ἱεροτελεστίαις ποιεῖν, ἢ θάνατον εἶναι τῷ μὴ διαπραξαμένῳ τοῦτο τὸ ἐπιτίμιον. τοῦτο εἰς βαρυθυμίαν ἦγε τοὺς οἰκήτορας τῆς Κωνσταντίνου καὶ μάλιστα τῶν ἄλλων τοὺς προύχοντας. οἳ καὶ πρὸς τὸν βασιλέα Ἐρῆν ἀφιγμένοι «ἡμεῖς μὲν» ἔφασαν «ἄλλου γεγονότες γένους καὶ ἄλλον ἀρχιερέα ἔχοντες, ἑαυτοὺς τῷ κράτει σου ὑπετάξαμεν ὥστε σωματικῶς κατάρχειν ἡμῶν, οὐ μήν γε πνευματικῶς καὶ ψυχικῶς. σοῦ μὲν γὰρ ἐν πολέμῳ ὑπερμαχεῖσθαι τῶν ἀναγκαίων, τῶν δ' ἡμετέρων ἐκστῆναι σεβασμάτων καὶ θρησκευμάτων τῶν ἀδυνάτων πάντῃ καθέστηκεν. ἢ γοῦν λῦσον ἡμῖν τὰ ἐπελθόντα δεινὰ ἢ ἄφες ὡς ἐλευθέρους ἐν τοῖς ἰθαγενέσιν ἀφῖχθαι». ταῦτ' εἶπον, κἀκεῖνος μὴ βου λόμενος ἐν στερήσει γενέσθαι τοσούτων καλῶν κἀγαθῶν ἀν θρώπων, καὶ ἄκοντος τοῦ εἰρημένου λεγάτου τούς τε ναοὺς ἀνέῳξε καὶ τοὺς ὅσοι ταῖς εἱρκταῖς ἦσαν κατισχημένοι μονα χούς τε καὶ ἱερεῖς ἀπολέλυκε, καὶ τὸν κατασχόντα τότε τὴν Κωνσταντίνου κλύδωνα κατεστόρησε. πολλοὶ δὲ τῶν μονα χῶν προεξιόντες τῆς Κωνσταντίνου τῷ βασιλεῖ Θεοδώρῳ προσῆλθον, καὶ αὐτοῖς προστάξει τούτου μοναὶ πρὸς κατα μονὴν ἐπιδέδοντο. καὶ πρεσβύτεροι δὲ πρὸς τὴν Νίκαιαν ἀπιόντες οἱ μὲν τῷ πατριαρχικῷ κλήρῳ συγκατηλέγησαν, οἱ δὲ θείοις ἐνασμενίσαντες τοῖς σηκοῖς ἐλευθέρως ἐβίωσαν. καὶ οὕτω μὲν ἐγεγόνει ταῦτα παρὰ τοῦ τότε βασιλεύοντος τῆς Κωνσταντίνου Ἐρῆ.

Intertext edge

Open linked passage

Note