Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Georgius AcropolitaAnna 18 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
18.1
Τούτου δὲ τελευτήσαντος ὁ ἀδελφιδοῦς αὐτοῦ Ῥομ πέρτος μαλακώτερον ἐχρῆτο τοῖς πράγμασι. τούτου τὴν ἀδελ φὴν εἰς γαμετὴν εἰλήφει ὁ βασιλεύς. οὐ πολλοὶ παρῆλ θον ἐνιαυτοί, καὶ ἐπεὶ ὁ τῆς Κωνσταντινουπόλεως βασιλεὺς Ῥομπέρτος οὐκ ἔφθασε συζυγῆναι γυναικί, παράνομόν τι πρᾶγμα βεβούληται ὁ βασιλεὺς διαπράξασθαι· ἐπὶ γὰρ τῇ θυγατρὶ αὐτοῦ Εὐδοκίᾳ προσλαβέσθαι τουτονὶ γαμβρὸν ᾑρετίσατο. ἔνθεν τοι καὶ ἔρις ἐκ τοῦ τότε πατριαρχοῦντος Μανουὴλ τῷ βασιλεῖ ξυμβεβήκει, μηδ' ὅλως τῇ τοιαύτῃ ἀθεσμογαμίᾳ συγκατανεύοντος. ἀλλ' οὐκ ἔφθασεν ὁ βασι λεὺς τέρματι δοῦναι τὸ βούλημα· μήπω γὰρ στείλας ταύτην εἰς Κωνσταντινούπολιν, ὡς ηὐτρέπιζε, καταλύει τὸν βίον, τὴν βασιλείαν αὐτοῦ καταλιπὼν τῷ γαμβρῷ αὐτοῦ Ἰωάννῃ τῷ Δούκᾳ· οὐδὲ γὰρ εἶχεν ἄρρενα παῖδα εἰς ἥβην ἐλθόντα. ὃν γὰρ ἐκ τῆς βασιλίδος Ἄννης ἔσχηκεν ἄρρενα παῖδα, τεθνά ναι προύφθασεν, ἐκ δὲ τῆς ἐξ Ἀρμενίων ὡρμημένης ἓν παιδίον ἄρρεν πεποίηκεν, ὅπερ ὀκταετὲς ἦν, ἡνίκα ὁ βασιλεὺς καὶ πατὴρ αὐτοῦ ἐτεθνήκει. διὰ τὸ γοῦν ἀμοιρεῖν αὐτὸν ἄρρενος ἐνήβου γονῆς ὁ ἐπὶ τῇ θυγατρὶ γαμβρὸς αὐτοῦ τῆς βασιλείας κληρονομεῖ. ἦν δὲ ὁ βασιλεὺς Θεό δωρος ὁ Λάσκαρις, ὁπότε τὸ τέλος ἔσχε τοῦ βίου, τῶν μὲν τεσσαράκοντα πέντε ἐτῶν ὑπερέκεινα, ἐλάττων δὲ τῶν πεν τήκοντα, βασιλεύσας ἐκ τούτων ἔτη δεκαοκτώ. ἦν δὲ τὸ σῶμα μικρός, οὐκ ἄγαν δέ, μελάγχρους ἐφ' ἱκανόν, καθει μένον ἔχων τὸ γένειον καὶ περὶ τὸ ἄκρον σχιζόμενον, ἐπ' ὀλίγον ἑτερόφθαλμος, περὶ τὰς μάχας ὀξύς, θυμοῦ τε καὶ ἀφροδισίων ἡττώμενος, ἐλευθεριώτερος ἐν ταῖς δωρεαῖς· οἷς γὰρ ἂν βούλοιτο, πολὺ τὸ χρυσίον ἐδίδοτο, ὡς ἐν ἀκαρεῖ τούτους πλουτεῖν. τεταλαιπώρηκε δὲ πάμπολλα ἐν ταῖς μά χαις ταῖς τε πρὸς Ἰταλοὺς καὶ τοὺς Πέρσας. ἀρχὴ γοῦν οὗτος ἐγεγόνει τῆς τῶν Ῥωμαίων ἀρχῆς, ᾧ καὶ πολλὴν χάριν ὄφλειν τοῖς Ῥωμαίοις πάνυ δέον καθέστηκε. κατετέθη δὲ ὁ νεκρὸς αὐτοῦ ἐν τῇ τοῦ Ὑακίνθου μονῇ, ἔνθα καὶ ὁ βασιλεὺς Ἀλέξιος τέθαπται καὶ ἡ βασιλὶς Ἄννα ἡ τούτου σύζυγος.

Intertext edge

Open linked passage

Note