Annales
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
19.1
Καθὼς γοῦν εἰρήκειν, μετὰ τὴν τελευτὴν αὐτοῦ ἐπιλαμβάνεται τῶν Ῥωμαϊκῶν σκήπτρων Ἰωάννης ὁ Δούκας ὁ γαμβρὸς αὐτοῦ, στεφθεὶς παρὰ τοῦ πατριάρχου Μανουήλ, ὃς τὸν Μάξιμον διεδέξατο. μετὰ γὰρ τὴν τελευτὴν τοῦ πατριάρχου Μιχαὴλ ὁ Εἰρηνικὸς Θεόδωρος τῷ πατριαρχικῷ ἐνίδρυται θρόνῳ, ὃς καὶ Κωπᾶς ὑπὸ τῶν πολλῶν ἐκαλεῖτο· μετὰ δὲ ἐνιαυτοὺς ἓξ ἐκείνου τὸν βίον ἀπολιπόντος ὁ μονα χὸς Μάξιμος εἰς τὸν πατριαρχικὸν ἀνάγεται θρόνον, θερα πεύων τὴν γυναικωνίτιδα καὶ ὑπὸ ταύτης ἀντιθεραπευόμενος· οὐδὲν γὰρ ἄλλο ἦν τὸ εἰς ταύτην ἀναβιβάσαν αὐτὸν τὴν περιωπήν. ἐπιβιοὺς δὲ μῆνας ἓξ τελευτᾷ, καὶ ὁ Μανουὴλ εἰς τὸν πατριαρχικὸν ἀνάγεται θρόνον, φιλόσοφος, ὡς ἐδό κει, ὢν καὶ ὑπὸ τῶν πολλῶν κατονομαζόμενος.