Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Georgius AcropolitaAnna 20 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
20.1
Ἐπὶ δὲ τὰ Βουλγάρων καὶ αὖθις ὁ λόγος χωρεῖ. ὁ πρῶτος βασιλεὺς τῶν Βουλγάρων Ἀσὰν δύο ἔσχεν υἱούς, τὸν Ἰωάννην καὶ τὸν Ἀλέξανδρον. τοῦ γοῦν εἰρημένου Βορίλλα βασιλικῶς τῶν Βουλγάρων κατάρχοντος, ὁ τοῦ Ἀσὰν υἱὸς Ἰωάννης φυγαδείᾳ χρησάμενος περὶ τὰ τῶν Ῥώσωνχωρεῖ, ἐκεῖσέ τε χρόνον ἐφ' ἱκανὸν διαμείνας καί τινας τῶν συγκλύδων Ῥώσων ἐν ἑαυτῷ περιαγαγών, τὴν πατρικὴν ἀνακαλεῖται κληρονομίαν, καὶ πολεμεῖ τῷ Βορίλλᾳ καὶ νικᾷ τοῦτον καὶ χώρας ἐγκρατὴς οὐκ ὀλίγης γίνεται. ὁ δὲ Βο ρίλλας ἔνδον εἰσέρχεται τοῦ Τρινόβου καὶ ἐπὶ ἑπτὰ ἔτεσι τειχήρης ἔσω πολιορκεῖται. ἐπεὶ δὲ ἀπέκαμον οἱ συνόντες αὐτῷ, τῷ Ἀσὰν Ἰωάννῃ προσέρχονται. φεύγων δὲ ἁλίσκεται ὁ Βορίλλας καὶ παρὰ τοῦ Ἰωάννου τυφλοῦται, καὶ οὕτως ἐγκρατὴς τῆς τῶν Βουλγάρων ἁπάσης ὁ Ἰωάννης γεγένηται. καὶ τὰ μὲν ἐν τοῖς Βουλγάροις τοσαῦτα.

Intertext edge

Open linked passage

Note