Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Georgius AcropolitaAnna 21 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
21.1
Ὁ δὲ Κομνηνὸς Θεόδωρος, ὃν πρὸ μικροῦ ὁ λόγος ἱστόρησε, μὴ θέλων μένειν ἐν τῇ οἰκείᾳ τάξει ἀλλὰ τὰ τῆς βασιλείας σφετερισάμενος, ἐπειδὴ τῆς Θεσσαλονίκης γέγονεν ἐγκρατὴς πολλήν τε χώραν τῆς Ῥωμαΐδος ἐκ τῆς κεκρατημένης παρὰ τῶν Ἰταλῶν ὑφ' ἑαυτὸν ἐποιήσατο, ἔτι δὲ καὶ τῆς παρὰ τῶν Βουλγάρων κεχειρωμένης, πορφυρίδα τε ὑπεν δύεται καὶ ἐρυθρὰ περιβάλλεται πέδιλα, ἀντιστάντος αὐτῷ ἐπὶ τούτῳ στερρότατα τοῦ μητροπολίτου Θεσσαλονίκης Κων σταντίνου τοῦ Μεσοποταμίτου, ὃν καὶ πολλαῖς κακουχίαις καὶ ἐξορίαις διὰ ταῦτα ὑπέβαλε τῶν κανονικῶν ἐθῶν ἀντε χόμενον. ὁ δὲ Βουλγαρίας ἀρχιεπίσκοπος Δημήτριος τὸ βασιλικὸν περιδιδύσκει τοῦτον διάδημα, ὡς ἔφασκεν, αὐτόνο μος ὢν καὶ μηδενὶ εὐθύνας ὀφείλων δοῦναι, καὶ διὰ ταῦτα ἐξουσίαν ἔχειν βασιλέας χρίειν οὕς τε ἂν καὶ ὅπου καὶ ὅτε βούλοιτο. βασιλεὺς οὖν ἀναγορευθεὶς ὁ Θεόδωρος βασιλι κῶς ἐχρῆτο τοῖς πράγμασι, δεσπότας τε προυβάλλετο καὶ σεβαστοκράτορας μεγάλους τε δομεστίκους, πρωτοβεστιαρίους καὶ τὴν λοιπὴν πᾶσαν τάξιν βασιλικήν. ἀφυῶς δὲ ἔχων περὶ τοὺς τῆς βασιλείας θεσμοὺς Βουλγαρικώτερον ἢ μᾶλλον βαρβαρικώτερον ταῖς ὑποθέσεσι προσεφέρετο, οὐ τάξιν γι νώσκων οὐδὲ κατάστασιν οὐδὲ ὅσα ἐν τοῖς βασιλείοις ἀρχαῖα ἔθιμα καθεστήκασιν. οὗτος οὐ μικρῶς τῷ βασιλεῖ ἀντε φέρετο Ἰωάννῃ. ὁ μὲν γὰρ βασιλεὺς ἠξίου αὐτὸν τῶν δευ τερείων μετέχειν τῆς βασιλείας καὶ τῆς χώρας αὐτοῦ ἐγκρατῆ εἶναι καὶ κατ' οὐδὲν ἄλλο ὑπείκειν αὐτῷ· ὁ δὲ ἀντέβαινε στερεώτερον.

Intertext edge

Open linked passage

Note