Annales
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
22.1
Ὁ μὲν οὖν βασιλεὺς Ἰωάννης ἄρτι τῶν σκήπτρων ἐπειλημμένος καὶ κομιδῇ ἐν στενῷ οὖσαν τὴν τῶν Ῥω μαίων τεθεαμένος ἀρχήν, οὐκ ἀνασχόμενος ἐν πολλοστοῖς βα σιλεύειν, δύο παραδραμόντων ἐνιαυτῶν μάχην ποιεῖται μετὰ τῶν Ἰταλῶν. καὶ συνάγεται στράτευμα Λατινικὸν ἀξιό μαχον, οὗ προυμάχοντο οἱ τοῦ βασιλέως Θεοδώρου αὐτάδελ φοι, οἱ σεβαστοκράτορες Ἀλέξιός τε καὶ Ἰσαάκιος. οὗτοι γὰρ ἅμα τῷ τὸν ἀδελφὸν αὐτῶν βασιλέα θανεῖν τὴν θυγατέρα αὐτοῦ Εὐδοκίαν λαβόντες ἀποδρᾶναι πρὸς τὴν Κωνσταντι νούπολιν ἐβουλεύσαντο· ἀλλὰ τοῦ μὲν σκοποῦ αὐτῶν ἥμαρ τον, ἐκεῖνοι δὲ δραπέται ᾤχοντο. τῆς μάχης οὖν συρρα γείσης ἐν τοῖς μέρεσι τοῦ Ποιμανηνοῦ, ὅπου καὶ ὁ ναὸς τοῦ ἀρχιστρατήγου τῶν ἄνω δυνάμεων ἐγκαθίδρυται Μιχαήλ, νικᾷ κατὰ κράτος ὁ βασιλεύς, τῶν μὲν πλείστων Ῥωμαίων σχεδὸν ἐξηττημένων τὸ πρῶτον, αὐτοῦ δὲ τοῦ βασιλέως μετ' ὀλίγων πάνυ τὴν νίκην ἐξειργασμένου πᾶσαν· αὐτός τε γὰρ δόρατος ἥψατο καὶ πολέμιον ἔβαλε καὶ ἀνδρεῖον ἐν ἐκείνῳ τῷ πολέμῳ φρόνημα ἐνεδείξατο, οὐδὲ τοῖς πρὸ τοῦ ἀγνοούμενον. ἡ τοιαύτη γοῦν νίκη εἰς μεγάλην αὔξησιν ἐγεγόνει τῆς τῶν Ῥωμαίων ἀρχῆς, τῶν Ἰταλῶν δὲ συστολὴν καὶ κατάπτωσιν. τοὺς μὲν γὰρ ζωγρίας τοὺς κρείττους αὐ τῶν ἐν τῷ τοιούτῳ πολέμῳ κατέσχεν ὁ βασιλεύς, ἀλλὰ δὴ καὶ τοὺς αὐταδέλφους Λασκάριας, οὓς τυφλοῖ ἐπ' αἰτίαις εὑρών· ἄλλοι δὲ ξίφους ἔργον ἐγένοντο· οἱ δὲ μὴ συνιόντες τῷ πολέμῳ δειλίᾳ κάτοχοι ἐγεγόνεισαν. καὶ μέρος δὲ τῶν Ἰταλῶν τὸ τῶν Σερρῶν κάστρον τῷ τότε πολιορκοῦν ὑπὸ τοῦ Κομνηνοῦ Θεοδώρου δεσποζόμενον, ἐπεὶ τὴν τῶν οἰκείων τοιαύτην ἐπέγνωκεν ἧτταν, ἀπέδρα ἐλευθέρας τὰς Σέρρας καταλιπόν· ἐς μικρὸν γὰρ αὐτῷ κομιδῇ τοῦ ἁλῶναι ἦλθον. ἐντεῦθεν τὰ τῶν Ἰταλῶν ἔνθεν κἀκεῖθεν διαιρούμενα κατά τε τὴν ἕω καὶ τὴν ἑσπέραν καὶ ἰσχυροῖς ἀντιπάλοις προσ πταίοντα, τῷ τε βασιλεῖ Ἰωάννῃ καὶ τῷ Κομνηνῷ Θεοδώρῳ, βασιλεῖ φημιζομένῳ καὶ τουτωΐ, ἀπήρχοντο καταπίπτειν. αὐτίκα γοῦν ὁ βασιλεὺς Ἰωάννης, ἐπειδὴ τοὺς Ἰταλοὺς ἐν τῷ εἰρημένῳ τόπῳ καταλελύκει, τὰ ὑπ' ἐκείνων κρατούμενα τῶν Ῥωμαίων ἐπολιόρκει φρούρια, καὶ ἥλισκε ταῦτα μηδενὸς τελοῦντος τοῦ βοηθήσοντος. μέχρι μὲν γάρ τινος οἱ ἐν τοῖς φρουρίοις ἀντείχοντο· ὡς δὲ χρονιωτέρους ἐποίει τὰς πολιορκίας ὁ βασιλεύς, μάλιστα δὲ καὶ παρακαιρίους– οὐ γὰρ ἐν ἔαρι ἢ θέρει ἢ μετοπώρῳ, ἀλλ' ἐν μέσῳ χειμῶνος τὰς ἐφόδους ἐποιεῖτο– ἑλεπόλεις τε συνίστα καὶ τὰς ἐπάλ ξεις κατέβαλλεν, ἀποκάμνοντες οἱ ἐντὸς τὰ μὲν προυδίδουν ὅρκοις τὴν ζωὴν ἐξωνούμενοι, ἐκ δὲ τῶν ἔπιπτον μάχῃ καὶ καθείργνυντο ὡς δεσμῶται. ἑάλω γοῦν ὑπὸ τοῦ βασιλέως Ποιμανηνὸν Λεντιανὰ Χαρίορος Βερβενίακον. ὁ γοῦν βα σιλεὺς Ἰωάννης παντοίως τοῖς Λατίνοις μαχόμενος τριήρεις τε κατεσκεύασε καὶ περὶ τὸν Ἑλλήσποντον ταύτας ἔστησεν ἐν τόπῳ, ὃς Ὁλκὸς ὀνομάζεται· καὶ ἦν πολλὰ παρέχων αὐτοῖς πράγματα, κατὰ δύσιν ὁρμώμενος καὶ λείαν τἀκείνων ποιού μενος πορθῶν τε τὸ τῶν Μαδύτων ἄστυ καὶ τὴν Καλλιού πολιν καὶ τὰ παραιγιάλια πάντα τοῖς Ἰταλοῖς ὑπόφορα ὄντα.