Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Georgius AcropolitaAnna 23 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
23.1
Ἐν τουτοισὶ δὲ ὄντος τοῦ βασιλέως Ἰωάννου καὶ ἀκρατῶς μαχομένου τοῖς Ἰταλοῖς κατά τε χέρσον καὶ θά λατταν, σκευωρεῖται τούτῳ ἐπιβουλή. ὁ δὲ ταύτην συστησά μενος πρωτεξάδελφος ἦν τοῦ βασιλέως ὁ Νεστόγγος Ἀνδρό νικος. οὑτοσὶ δὲ καὶ τὴν τῆς συγγενείας σχέσιν παρ' οὐδὲν θέμενος καὶ τὸν τῆς φιλίας ἀπορρήξας δεσμὸν ἀν ταρσίαν κατὰ τοῦ πρωτεξαδέλφου βασιλέως βεβούληται, ἔχων τε συνεργὸν εἰς τοῦτο τὸν ἀδελφὸν Ἰσαάκιον καὶ ἑτέ ρους τῶν ἐπιφανῶν οὐκ ὀλίγους, τόν τε Φλαμούλην, ὃν μέ γαν ἑταιρειάρχην ὁ βασιλεὺς τετίμηκε, τὸν Ταρχανειώτην, τὸν Συναδηνόν, τὸν ἐπ' ἀδελφῇ τούτου γαμβρὸν Στασηνόν, τὸν Μακρηνὸν καὶ ἄλλους εἰς πλῆθος τὸν ἀριθμόν. ἐγένετο δὲ ἡ ἐπιβουλὴ πολυήμερος καὶ τὸν βασιλέα ἐλάνθανεν. ἐν τῇ Λαμψάκῳ δὲ διάγων μανθάνει ταῦτα. πυρὶ γοῦν τὰς τριήρεις καταναλώσας, ἵνα μὴ τοῖς Ἰταλοῖς ὑπὸ χεῖρα γέ νοιντο, καὶ προυργιαίτερον τὸν ἔσωθεν πόλεμον κρίνας τοῦ ἔξωθεν, ἀπάρας ἐκεῖθεν περὶ τὴν Ἀχυράους ἀφίκετο κἀκεῖσε τὴν ἐξέτασιν τῆς ἐπιβουλῆς ἐποιήσατο. καὶ ἦσαν οἱ συνω μόται πάντες ταῖς δίκαις ὑπεύθυνοι. ἀλλ' ὁ βασιλεὺς φιλαν θρωπότερον τοῖς νόμοις ἐχρήσατο, καὶ τὸν μὲν Νεστόγγον Ἰσαάκιον τυφλώσει καταδικάζει καὶ χειροκοπίᾳ, ὡσαύτως καὶ τὸν Μακρηνόν· ἐξελήλεκτο γὰρ ὡς πολλάκις ἐφώρμησε κατὰ νῶτον τυγχάνων τοῦ βασιλέως ἐφελκύσαι τὴν σπάθην καὶ καταρράξαι καιρίαν· καὶ ἄλλους δέ τινας μικραῖς ποι ναῖς καθυπέβαλε. τοὺς δὲ πλείστους ἀφῆκεν εἱρκταῖς μέχρι τινὸς περικλείσας, καὶ αὐτὸν δὴ τὸν πρωτουργὸν τῆς ἐπι βουλῆς τὸν καὶ βασιλείας ἐφιέμενον, τὸν Νεστόγγον Ἀνδρό νικον, ἐν τῷ φρουρίῳ τῆς Μαγνησίας συνέκλεισε· τοσοῦτον ἡ τῆς ἀγάπης σχέσις τὸν βασιλέα τοῦ κακοποιῆσαι τοῦτον ἐκώλυσεν. ὃς καὶ μετ' ὀλίγον ἀπέδρα, ὡς μέν τινες ἔφασκον, θελήσει τοῦ βασιλέως ἐλευθερώτερον βαίνειν τοῦτον παρακελευσαμένου καὶ οἷον κλέψαι τοῦτον τὴν σωτηρίαν βουλευσαμένου. ὃς καὶ νυκτὸς φυγὼν περὶ τὰ τῶν Μουσουλμάνων ἐφώρμησε, καὶ διῆγεν ἐκεῖσε μέχρι τῆς αὐτοῦ τελευτῆς. ἐντεῦθεν ὁ βασιλεὺς προσεκτικώτερον ἐχρῆτο τοῖς πράγμασι καὶ τῆς προτέρας ἐλευθεριότητος οὐκ ἀντεποιεῖτο, φύλακάς τε περὶ αὐτὸν ἔστησε καὶ φρουρούς, νύκτωρ καὶ μεθ' ἡμέραν τοῖς ἐκείνου προσέχοντας. μάλιστα δὲ περὶ ταῦτα συνέτεινεν ἡ βασιλὶς Εἰρήνη, ἀρρενωπότερον τὸ ἦθος ἔχουσα καὶ τοῖς πᾶσι βασιλικώτερα ἐντυγχάνουσα.

Intertext edge

Open linked passage

Note