Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Georgius AcropolitaAnna 24 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
24.1
Εἰς συνθήκας δὲ θελήσαντες οἱ Ἰταλοὶ ἐλθεῖν ἀπ έλυσαν πρὸς τὸν βασιλέα καὶ τὸ τῶν Πηγῶν ἄστυ. καὶ οὕτω δὴ μετ' αὐτῶν ὁ βασιλεὺς Ἰωάννης εἰρήνευσε, πάν των τῶν πρὸς νότον ὑποχωρησάντων αὐτῷ τῶν Λατίνων, ἔτι δὲ κρατούντων τὰ πρὸς βορρᾶν τὰ πλησίον ὄντα τῆς Κωνσταντίνου καὶ τῇ τοῦ Νικομήδους πόλει ἐγγίζοντα. συνέβη δέ τι καὶ πρὸ αὐτοῦ τοιοῦτον. οἱ γὰρ τῆς Ἀδρια νουπόλεως οἰκήτορες πρεσβείαν πρὸς τὸν βασιλέα ἐστείλαντο, ὅπως ἀποστείλῃ πρὸς αὐτοὺς στράτευμα καὶ τῆς Ἰταλῶν ἐλευθερώσῃ χειρός. ὁ δὲ τὸν πρωτοστράτορα Ἰσῆν στρά τευμα δοὺς αὐτῷ ἐξαπέστειλε· συνῆν δὲ αὐτῷ καὶ ὁ Καμμύτζης Ἰωάννης. οἳ καὶ διαπεράσαντες τὸν Ἑλλήσποντον καὶ διὰ τῆς Μακεδονίας διελθόντες εἰς Ἀδριανούπολιν ἀφί κοντο, ἐντὸς δὲ γενόμενοι τῆς πόλεως διῆγον ἐκεῖσε. ἐλπὶς δὲ ἦν τῷ βασιλεῖ Ἰωάννῃ διὰ ταῦτα καὶ τῶν πέριξ ἐγκρατῆ γενέσθαι. ἀλλ' ὁ Κομνηνὸς Θεόδωρος, ὃν φθάσας ὁ λόγος ἐδήλωσε, τῶν ἐγγὺς πάντων γενόμενος ἐγκρατὴς ἄνευ μέν τοι τοῦ τῆς Ῥοδόπης ὄρους, ὅπερ καὶ Ἀχριδὸς ὠνόμασται, καὶ τῶν ἐν τούτῳ ἄστεων καὶ τοῦ Μελενίκου– τούτων γὰρ ἦρχεν ὁ Σθλάβος, προσγενὴς ὢν τοῦ βασιλέως Ἀσὰν καὶ δεσπότης τετιμημένος ὑπὸ τοῦ βασιλέως τῆς Κωνσταντίνου Ἐρῆ, οὗ καὶ τὴν θυγατέρα ἐκ παλλακῆς αὐτῷ γεγεννημένην ἠγάγετο εἰς γυναῖκα. οὗτος δὴ ὁ Σθλάβος, ἵνα μικρόν τι τὸν εἱρμὸν τοῦ λόγου διέλωμαι, φρούριον τὸν Μελενίκον εὑρὼν ὀχυρὸν καὶ σχεδὸν πᾶσιν ἐναντιουμένοις ἀνάλωτον αὐτοκρατὴς ἦν, μηδενὶ τῶν πέριξ ἀρχόντων ὑποπεσών. ἐνίοτε μὲν γὰρ Ἰταλοῖς ὑπῆρχε ξύμμαχος ἐκ κήδους αὐτοῖς συναγόμενος, ἐνίοτε δὲ Βουλγάροις ἐκ συγγενείας ὁμοφρονῶν, ἐνίοτε δὲ τῷ Κομνηνῷ Θεοδώρῳ· καὶ ἦν οὐδέποτέ τινι οὔτε ὑποτασσόμενος οὔτ' εἰς ἀληθῆ πίστιν καὶ ὁμοφροσύνην συνερχόμενος. τούτῳ συνεζύγη μετὰ θάνατον τῆς αὐτοῦ γαμετῆς ἡ τοῦ Πετραλίφα θυγάτηρ, τοῦ γυναικαδέλφου τοῦ Κομνηνοῦ Θεοδώρου, περὶ ἧς παρακατιὼν ὁ λόγος δη λώσει. ἄνευ μέντοι, καθὼς εἰρήκειν, τῶν ὑποπιπτόντων τῷ τοιούτῳ Σθλάβῳ χωρῶν τὰ πάντα ὑπὸ τὸν Κομνηνὸν ἐγε γόνει Θεόδωρον. ἐπεὶ γοῦν Μοσυνούπολις καὶ Ξάνθεια καὶ ἡ Γρατζιανοὺς αὐτὴ ὑπὸ τοῦτον ἐτέλει, τὸ τῆς Σταγεί ρας ὑπερβὰς ὄρος, ὃ δὴ Μάκρην ὀνομάζουσιν οἱ πολλοί, τὰ ἐκεῖθεν τοῦ Ἕβρου κατέδραμεν, ἄνετα εὑρὼν πάντα καὶ μηδενὶ φρουρίῳ περιφραγνύμενα. ἔνθεν τοι καὶ περὶ τὸ Διδυμότειχον γεγονὼς ἐν οὐ πολλῷ χρόνῳ βασιλεὺς ἐπεφη μίζετο τούτων. ἀφικόμενος δὲ καὶ περὶ τὴν Ἀδριανούπολιν εὗρεν ἐντὸς τὸν δηλωθέντα Ἰσῆν τὸν πρωτοστράτορα καὶ τὸν Καμμύτζην μετὰ τοῦ στρατεύματος τοῦ βασιλέως Ἰωάννου. ἀπατηλοῖς δὲ λόγοις τοὺς οἰκήτορας ὑπελθών, ὡς πλουτίσειε τούτους ἄκρως καὶ τῶν ἄλλων Ῥωμαίων ὑπερυψώσειε, πεί θει τὸ μὲν τοῦ βασιλέως ἐξαγαγεῖν στράτευμα ἔξω, αὐτὸν δὲ εἰσαγαγεῖν. ἐξάγεται οὖν ὁ πρωτοστράτωρ Ἰσῆς καὶ ὁ Καμμύτζης μετὰ τοῦ συνόντος τούτοις στρατεύματος ἐπὶ ὅρκοις τοῦ μή τινα τούτων παθεῖν τι δεινόν. ἐξελ θόντες οὖν ὁ μὲν πρωτοστράτωρ οὐδὲ ὅλως τὸν Κομνηνὸν Θεόδωρον τεθέαται– τοῦτο γὰρ δὴ αὐτοῖς συμπεφώνηται– ὁ δὲ Καμμύτζης συντυχὼν αὐτῷ οὐκ ἀπέβη τοῦ ἵππου οὐδὲ ὡς βασιλεῖ προσεκύνησεν. εἰς ὃ βαρυθυμήσας ὁ Κομνηνὸς Θεόδωρος– ἐβούλετο γὰρ ὡς βασιλέα ἐκεῖνον πάντας ἔχειν Ῥωμαίους, ἐπείπερ καὶ ὡς βασιλεὺς ἐφημίζετο– ὕβρεις τε κατέχεε τοῦ ἀνδρὸς καὶ μικροῦ ἂν καὶ πληγὰς ἐπέθετο. τοῦτο τῷ Καμμύτζῃ ἀφορμὴ ἐγεγόνει πρὸς τὸν βασιλέα τιμῆς· ὡς γὰρ αὖθις τὸν Ἑλλήσποντον διεπέρασαν καὶ πρὸς τὸν βασιλέα ἀφίκοντο, μέγας ἑταιρειάρχης διὰ ταῦτα ὁ Καμμύτζης τετίμηται. ὁ Κομνηνὸς οὖν Θεόδωρος ἐγκρατὴς καὶ τῆς Ἀδριανουπόλεως γεγονὼς πολλὰ παρέσχε τοῖς Ἰταλοῖς πράγματα. κατέδραμε γὰρ πάντα τὰ ὑπ' ἐκεί νων κρατούμενα, καὶ μέχρις αὐτῆς τῆς Βιζύης γενόμενος τὸ ἔξω κατέσχε τοῦ ἄστεος καὶ λείαν πολλὴν ἐκεῖθεν ἐποι ήσατο, καὶ μέχρι καὶ τῶν πυλῶν τῆς Κωνσταντίνου κατήν τησε καὶ πτοίαν πολλὴν τοῖς Λατίνοις ἐνέβαλε. τότε δὴ καὶ ὁ Ἀσὲλ δε Κάε, ὃς τῇ θυγατρὶ τοῦ βασιλέως Θεοδώρου τοῦ Λασκάριος συνεζύγη, ὑπό τινος τοῦ Κομνηνοῦ Θεο δώρου δόρατι ἐπλήγη τὸν τράχηλον· καὶ ἦν ὡς ἔδοξε τὰ τῆς βολῆς ἐκείνῳ θανάσιμα, ἀλλ' ὑπό του τῶν ἰατρῶν τεθεράπευται. ἦν δὲ τὸ ἀπὸ τοῦδε τραχυτέρα αὐτῷ ἡ φωνὴ καὶ οὐκ εὐχερῶς οἱ τοῦ τραχήλου στρεφόμενοι σπόνδυλοι.

Intertext edge

Open linked passage

Note