Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Georgius AcropolitaAnna 25 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
25.1
Οὕτως οὖν ἐπαυξήσας τοῖς πράγμασιν ὁ Κομνη νὸς Θεόδωρος, ἐπειδὴ ὁμορῶν ἐγεγόνει τοῖς Βουλγάροις, εἰς σπονδάς τε συνῆλθε τῷ Βουλγάρων βασιλεῖ Ἰωάννῃ τῷ Ἀσάν, ὃν φθάσας ὁ λόγος εἴρηκε μετὰ τὸν Βορίλλαν βασιλεῦσαι τῆς τῶν Βουλγάρων, καὶ συγγένειαν μετὰ τούτου πεποίηκε, προσλαβόμενος ἐπὶ τῷ ἀδελφῷ αὐτοῦ Μανουὴλ τὴν θυγατέρα αὐτοῦ Μαρίαν, ἥτις ἐκ παλλακῆς ἐκείνῳ γεγέννηται. ὁ μὲν οὖν Ἄγγελος Θεόδωρος τὰς μετὰ τοῦ Ἀσὰν Ἰωάννου σπονδὰς διαλύσας, οἷα ἐκεῖνος ἀνὴρ θρασύτερος καὶ ἀτακτότερον φερόμενος οὐ μόνον ἐν βασιλείοις ἀλλὰ καὶ ἐν πᾶσιν ἁπλῶς τοῖς πολιτικοῖς, καὶ θαμὰ παρα βαίνων τοὺς ὅρκους καὶ παρασπονδῶν τοῖς ἐν γειτόνων, κατὰ Βουλγάρων χωρεῖ, πολλὴν συναθροίσας τὴν στρατιὰν ἔκ τε Ῥωμαίων συγκεκροτημένην καὶ Ἰταλῶν. παραμείψας οὖν τὴν Ἀδριανοῦ περὶ τὰ ἄνω τοῦ Ἕβρου τὴν πορείαν ἐποιεῖτο, ζητῶν μετὰ Βουλγάρων συρρῆξαι πόλεμον. ἐζήτει δὲ ἄρα τὸν αὐτοῦ ὄλεθρον. ἐδόκει καὶ γὰρ ὡς οὐδ' ὅλως οἱ Βούλγαροι ὑποπτήξαντες τὴν ὁρμὴν καὶ μόνην τῆς στρα τιᾶς αὐτοῦ ὑποσταῖεν. οὐχ οὕτω δὲ καὶ οἱ Βούλγαροι, ἀλλ' ὁ Ἀσὰν Ἰωάννης ταῖς ἐπιορκίαις καὶ ταῖς παρασπονδήσεσι τοῦ Ἀγγέλου Θεοδώρου μᾶλλον τεθαρρηκὼς ἢ ταῖς σφετέραις δυνάμεσιν, ὀλίγον τι συμμαχικὸν ἀπὸ Σκυθῶν εἰληφώς, οὐκ εἰς χιλίους μετρούμενον, θαρραλεώτερον εἰς τὴν μάχην ἐφέρετο, ὥς φασί τινες κἀν τῇ σημαίᾳ τὸν ἔγγρα φον ὅρκον τοῦ Θεοδώρου ἀπαιωρήσας. καὶ δὴ περί που τὸν παρέβριον τόπον– Κολοκοτινίτζαν αὐτὸν ὀνομάζουσι– ξυμβάλλουσι τὰ στρατεύματα. καὶ ὡς ἐν μικρῷ τὸ πᾶν παραστῆσαι, κατὰ κράτος νικᾶται παρὰ τῶν Βουλγάρων καὶ τῶν Σκυθῶν ὁ Θεόδωρος, καὶ συλλαμβάνεται μὲν παρὰ τῶν πολεμίων οὗτος, οὐκ ὀλίγοι δὲ καὶ τῶν προσγενῶν αὐ τοῦ καὶ τῶν ἐν τέλει τε καὶ λογάδων, καὶ τὰ ἐκείνων πάντα λεία τοῖς Βουλγάροις ἐγένετο. φιλανθρωποτέρως δὲ περὶ τὸ ἁλωθὲν πλῆθος ὁ Ἀσὰν διατεθείς, τοὺς πλείους τῶν στρατευμάτων καὶ μάλιστα τοὺς χυδαιοτέρους καὶ σύγκλυδας ἐλευθεροῖ καὶ πρὸς τὰς αὐτῶν ἀποπέμπει κώμας τε καὶ πόλεις, τάχα μὲν καὶ τὸ φιλάνθρωπον ἐνδεικνύμενος, τάχα δὲ καὶ τὸ συμφέρον τούτῳ πραγματευόμενος· ἐβούλετο καὶ γὰρ δεσπόσαι τῶν τοιούτων, τῆς Ῥωμαϊκῆς ἀρχῆς ἀποστήσας. οὗ καὶ τετύχηκεν· ἐπεὶ καὶ γὰρ κατ' αὐτῶν κατόπιν ἐχώρει, πάντες ἀναιμωτὶ τούτῳ ὑπέπιπτον, καὶ γίνεται μὲν ὑπ' αὐτὸν ἡ Ἀδριανοῦ, ἐκ τοῦ σχεδὸν δὲ καὶ τὸ Διδυμότειχον, εἶτα Βολερὸν ἅπαν, Σέρραι, Πελαγονία καὶ Πρίλαπος καὶ τὰ πέριξ τούτων. κατέδραμε δὲ καὶ τῆς Μεγάλης Βλαχίας, ἀλλὰ καὶ τοῦ Ἐλβάνου κατακυριεύει, καὶ μέχρι τοῦ Ἰλλυρικοῦ τὰς λείας ποιεῖ. ἐπεὶ δὲ τὸ πολὺ τοῦ βουλεύματος κατειργάσατο καὶ ὡς ἠγάπα τὰ κατ' αὐτὸν διέθετο, εἰς τοὺς οἰκείους ἐπανέζευξε τόπους, τινὰ μὲν τῶν φρουρίων καταλε λοιπὼς ὑπὸ Ῥωμαίων δεσπόζεσθαι, τὰ πλείω δὲ ὑφ' ἑαυτὸν ποιησάμενος, στρατιώτας ἐν τούτοις τάξας καὶ στρατηγοὺς καὶ τοὺς εἰσπραττομένους τὰ δημόσια φορολογήματα. ἔδοξε γοῦν τοῖς πᾶσι τότε καὶ θαυμαστὸς καὶ μακάριος· οὐ γὰρ ἐχρῆτο μαχαίραις ἐν τοῖς ἰδίοις οὐδὲ ἐχραίνετο φόνοις Ῥωμαϊκοῖς, ὡς οἱ πρὸ αὐτοῦ τῶν Βουλγάρων. ἔνθεν τοι καὶ οὐ μόνον παρὰ Βουλγάρων ἀλλὰ καὶ παρὰ Ῥωμαίων ἐφιλεῖτο καὶ ἑτέρων ἐθνῶν.

Intertext edge

Open linked passage

Note