Annales
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
26.1
Ἐπεὶ γοῦν, ὡς ὁ λόγος ἱστόρησεν, ὁ Ἄγγελος Θεόδωρος λάφυρον ἐγεγόνει μετὰ καὶ λοιπῶν προσηκόντων τῷ γένει καὶ ἐκκρίτων ἀνδρῶν τῷ Ἀσάν, ἐφρουρεῖτο μὲν παρ' αὐτοῦ, ἐφιλοφρονεῖτο δὲ τὰ πολλά. καὶ τοῦτο ἦν ἐπὶ πολύ· ἐπεὶ δὲ εἰς τὰ οἴκοι νεωτερισμοῖς χρᾶσθαι πεφώρα ται, ἐκτυφλοῖ αὐτὸν ὁ Ἀσάν. ὁ μὲν οὖν ἀδελφὸς αὐτοῦ Μανουὴλ ὁ Ἄγγελος, ὃς δεσποτικῷ ἀξιώματι παρὰ τοῦ ἀδελφοῦ τετίμητο, φυγῇ χρησάμενος, ἡνίκα τὸ Ῥωμαϊκὸν ἐτρέπετο στράτευμα, περὶ τὴν Θεσσαλονίκην ἀπῄει καὶ δεσπό της ὠνομάζετο, ταύτης τε κυριεύων καὶ τῶν περὶ αὐτήν, ἐρυθροῖς δὲ γράμμασι τὰς αὐτοῦ γραφὰς ἐπεκύρου. πρὸς ὃν καὶ ἀπέσκωψέ τις τῶν πρέσβεων παρὰ τοῦ βασιλέως Ἰωάν νου ἀποσταλείς, ὡς εἰς σὲ καὶ μᾶλλον ἁρμόσει τὸ εἰς Χριστὸν ψαλτῳδούμενον, σὲ τὸν βασιλέα καὶ δεσπότην. ἦν μὲν οὖν τὸ ἀπὸ τοῦδε ὁ Ἄγγελος Μανουὴλ τῶν ἐναπολειφθεισῶν πρὸς τὰ δυτικὰ μέρη χωρῶν τε καὶ πόλεων ἐγκρατής, μὴ παρὰ τῶν Βουλγάρων τὸ σύνολον ἐνοχλούμενος, ἐπεὶ τῇ ἐκ παλλακίδος τοῦ Ἀσὰν συνεκοιτάζετο θυγατρί.