Annales
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
27.1
Ἀλλὰ περὶ τοὺς ἐν τῇ Κωνσταντίνου Λατίνους ἐλθέτω καὶ αὖθις ὁ τῆς ἱστορίας εἱρμός. οἱ ἐν τῇ Κων σταντινουπόλει, ἐπειδή, ὡς προειρήκειμεν, ὁ Ῥομπέρτος, ὃν ὡς βασιλέα ὁ λόγος ἔχειν τούτους ἱστόρησε, τὴν Εὔριπον κατα λαβὼν τετελεύτηκεν, ἐναπελείφθη δὲ ὁ ἀδελφὸς αὐτοῦ Βαλ δουῖνος ἔτι ἀφῆλιξ ὤν, στέλλουσι πρεσβείαν πρὸς Ἰωάννην τὸν ὀνομαζόμενον Ἱεροσολύμων ῥῆγα, φήμην τε πολλὴν αὐχοῦντα περὶ τὰς στρατιωτικὰς μεθόδους βριαρόν τε χεῖρα καὶ τῷ μεγέθει τοὺς κατ' αὐτὸν ὑπερβάλλοντα, ὡς ἄν τε ἀφίκοιτο πρὸς αὐτοὺς καὶ βασιλεὺς Κωνσταντινουπόλεως φημισθείη καὶ ἄρξοι ὡς αὐτοκράτωρ τῶν εἰς αὐτήν, ἐπι γαμβρεύσοι δὲ ἑαυτῷ καὶ τὸν ὃν εἶχον εἰς τὴν κληρονομίαν, ὡς ᾤοντο, Βαλδουῖνον– ὑπῆρχε γὰρ τῷ ῥηγὶ καὶ θυγά τριον– μετὰ δὲ τὴν τοῦ ῥηγὸς ἀποβίωσιν βασιλεύσοι τούτων ὁ Βαλδουῖνος, αὔξην προσδεδεγμένος τῆς ἡλικίας, ἐπεὶ καὶ ὁ ῥὴξ ἔξωρος ἄγαν ἦν, περί που τὰ ὀγδοήκοντα ἔτη ἢ καὶ πλείω τούτων διαβιώσας· ὡς καὶ αὐτὸς τοῦτον εἶδον, καὶ ὑπερεξεπλάγην τὸ τοῦ ἀνδρὸς μῆκος ἐν πάσῃ διαπλάσει τοὺς ἄλλους πολὺ ὑπερβάλλον κατά τε μῆκος καὶ πλάτος. ξυνέθετο γοῦν ὁ ῥὴξ τῇ πρεσβείᾳ καὶ κατα λαμβάνει τὴν Κωνσταντίνου, τὴν πορείαν διὰ θαλάττης πεποιηκώς· οὐδὲ γὰρ εἶχε λαὸν ἀξιόχρεων ὡς ἄν γε πεζο πορήσειεν. ἐπεὶ δὲ καταλάβοι τὴν Κωνσταντίνου, οὐκ εὐ χερῶς εἶχεν ἐξιέναι τε καὶ μάχης κατάρξαι· καὶ γὰρ ἐπέγνω τὸν βασιλέα Ἰωάννην στρατηγικώτατόν τε ὄντα καὶ ταῖς κατ' ἐχθρῶν μάχαις εὐμεθοδώτατον. ἐμέμφετο γοῦν ἑαυτὸν τῆς ἐγχειρήσεως καὶ ὅτι πρώτως τοῦ ἔργου ἐπελάβετο· καὶ κακῶς ἔφασκε νοεῖν τοὺς λέγοντας, εἴ γε καὶ οὕτως ὑπελάμ βανον καὶ οὐκ ἠρέθιζον αὐτὸν διὰ τὸ σφίσι συμφέρον, ὡς καταλάβοι ἂν εἰς χώρους ὧν οὐκ ἐπίσταται ἄρχειν ὁ ἐπ' αὐτοῖς βασιλεύων· καλῶς γὰρ ἐγνώκει καὶ ἔλεγεν, ὡς εἰ δέκα τοσοῦτοι χῶροι τῷ βασιλεῖ Ἰωάννῃ πρὸς δεσποτείαν ὑπῆρχον, καλῶς ἂν ἠπίστατο τούτων κατάρχειν καὶ βασι λεύειν καὶ διασώζειν ἐκ τῶν ἐχθρῶν. εἴτε γοῦν διὰ ταῦτα εἴτε καὶ τρυφῆσαι εἰς ἄκρον ἐν τοῖς τῆς Κωνσταντίνου βεβουλημένος καλοῖς, δύο ἐνιαυτοὺς ἐντὸς αὐτῆς διήνυσε. μόγις οὖν τριήρεις οἰκονομήσας καὶ στράτευμα συναθροίσας ὅσον εἶχε πρὸς δύναμιν, κατὰ τῆς ἕω ἐχώρησε, καὶ περὶ τὸ τῆς Λαμψάκου ἐλλιμενίζει νεώριον, προσεχῶς τῷ τότε τοῦ βασιλέως Ἰωάννου ἐκ τῆς κατὰ τοῦ καίσαρος Γαβαλᾶ μάχης ὑποστρέψαντος, ὃν διὰ νεωτερισμὸν ἐμαχέσατο.