Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Georgius AcropolitaAnna 28 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
28.1
Ὁ μὲν οὖν βασιλεύς, περὶ τὰ τῆς Σταδείας μέρη τὰς σκηνώσεις ποιούμενος, τῷ Παλαιολόγῳ Ἀνδρονίκῳ, ὃν μέγαν δομέστικον εἶχε, περὶ οὗ καὶ μικρὸν πρόσθεν εἰρήκειν, τὰ στρατεύματα καὶ τοὺς στρατηγοὺς παραδοὺς καὶ περὶ τὴν νῆσον Ῥόδον τριήρεσιν ἱκαναῖς καὶ λοιπαῖς ἐξαποστείλας ναυσίν, εἴ πως βριαρώτερον ἐπιτεθείη τῷ ἀποστάτῃ καὶ κατα βλάψειεν οἷς οἶδε λόγοις τῆς στρατηγίας– ἐπεὶ δὲ ταῦτα οὕτω συμβαίη καὶ κατὰ σκοπὸν Ἰωάννῃ τῷ βασιλεῖ τὰ περὶ τὸν καίσαρα γένοιτο, ἀκούσοι δὲ καὶ ὡς ὁ ῥὴξ ἐξῄει τῆς Κωνσταντίνου καὶ βουλὴν ἔχει προσοκεῖλαι τῇ Λαμψάκῳ κἀκεῖ ἐξελθεῖν καὶ Ῥωμαίοις πολεμῆσαι, μεθ' ὧν ἔτυχε διά γειν ὁ βασιλεὺς– ὀλίγοι δὲ ἦσαν οὗτοι, ἐπεὶ τὸ πολὺ τῆς στρατιᾶς τῇ μάχῃ καὶ τῇ ὥρᾳ τοῦ χειμῶνος τεταλαιπωρηκὸς περὶ τὰ οἴκοι ἐφέρετο– χωρεῖ πρὸς τὴν Λάμψακον καὶ τοῖς τῆς Σιγρηνῆς μέρεσι τὰς σκηνὰς πήγνυσι.

Intertext edge

Open linked passage

Note